← 辛普里丘

亚里士多德《物理学》注释

§1106.6-1107.8

分割力量运动比例关系的限制与记号变更

辛普里丘注解了亚里士多德《物理学》250a12的论述,阐明了在力量减小时距离按相同比例分割并产生运动的规则并非无条件成立,并解释了亚里士多德为何将记号从Ε改为代表力量任意部分的Ζ。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.36#1

" Εἰ δὲ τὸ Α τὴν τὸ Β κινήσει ἐν τῷ Δ ὅσην ἡ τὸ Γ ἕως τοῦ καὶ τὸ μῆκος ὃ πάντες ἐκίνησαν." Διὰ μὲν τῆς πρὸ ταύτης λέξεως ἔδειξεν, ὅτι ἐὰν ἡ ἡμίσεια ἰσχὺς τὸ ἥμισυ τοῦ βάρους κινῇ διάστημά τι ἔν τινι χρόνῳ, καὶ τὸ διπλάσιον βάρος κινήσειν τὴν αὐτὴν ἰσχὺν τὸ ἥμισυ τοῦ διαστήματος1 ἐν τῷ αὐτῷ χρόνῳ· διὰ δὲ ταύτης ἀναιρεῖ τὸ τὴν ἡμίσειαν ἰσχὺν δύνασθαι τὸ ὅλον βάρος κινεῖν ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἥμισυ τοῦ διαστήματος. ἔοικεν οὖν τὸ πρότερον εἰρημένον ἐπ’ ἐκείνων μόνων εἰρῆσθαι, ἐφ’ ὧν συγχωρεῖται τὰ μὲν κινεῖν, τὰ δὲ κινεῖσθαι· ἔστι γάρ τινα οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς καὶ τὸ ὅλον τοῦ ὅλου κινητικὸν εἶναι, καὶ τὸ ἥμισυ τοῦ ἡμίσεος ἀναλόγως καὶ τὸ ἥμισυ τοῦ ὅλου, ἢ τοῦ διαστήματος ἐλαττουμένου ἢ τοῦ χρόνου πλεοναζομένου. καὶ δῆλον ὅτι ἐπὶ τῶν τοιούτων ἀληθὲς εἰπεῖν, ὅτι ἐν ᾧ χρόνῳ ἡ ὅλη δύναμις τὸ ὅλον βάρος κινεῖ τοσόνδε τι διάστημα, ἐν τούτῳ τῷ χρόνῳ τὸ ἥμισυ τοῦ βάρους ὑπὸ τῆς ἡμισείας δυνάμεως τὸ αὐτὸ διάστημα κινηθήσεται, καὶ τὸ αὐτὸ βάρος ὑπὸ τῆς ἡμισείας δυνάμεως ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἥμισυ τοῦ διαστήματος, ἢ τὸ ὅλον διάστημα ἐν διπλασίῳ χρόνῳ· οὐ γὰρ περὶ τοῦ πάντως κινήσειν ἐκεῖνο εἴρηται, ἀλλ’ ὅτι, ἂν κινῇ, κατὰ τὴν ἐκκειμένην ἀναλογίαν κινήσει. οὐ γὰρ πάντως τὸ ἥμισυ τῆς δυνάμεως κινητικὸν ἔσται τοῦ διπλασίου βάρους. ἔτι δὲ μᾶλλον οὐ πᾶν μόριον δυνάμεως πᾶν βάρος ὁποσονοῦν ἐλάχιστον διάστημα κινήσει ἐν ὁποσῳοῦν πλείστῳ χρόνῳ. λέγει οὖν ὅτι ἂν ἡ ὅλη δύναμις οἷον ἡ Α κινῇ βάρος τι τὸ Β διάστημά τι τὸ Γ ἐν χρόνῳ τινὶ τῷ Δ, οὐκέτι τὸ ἥμισυ τῆς Α δυνάμεως οἷον τὸ Ε τὸ ὅλον βάρος τὸ Β ἐν τῷ Δ χρόνῳ ἢ ἐν μορίῳ τινὶ αὐτοῦ κινήσει μόριόν τι τοῦ Γ διαστήματος, ὅπερ πρὸς ὅλον τὸ Γ ἐν τῷ αὐτῷ λόγῳ ἔσται, ἐν ᾧ ἡ ὅλη δύναμις ἡ Α πρὸς ἑαυτῆς μόριον,2 ὃ Ζ ὠνόμασε· τὸ μὲν γὰρ Ε ἔκειτο αὐτῆς ἥμισυ εἶναι. οὐ βούλεται δὲ ἐπὶ τοῦ ἡμίσεος μόνου τὸν λόγον ποιήσασθαι, ἀλλ’ ἐφ’ οὗ δή ποτε οὖν μορίου. διὸ οὐ τῷ Ε ἐχρήσατο, ἀλλὰ τῷ Ζ, ἵνα ᾖ ὡς ἡ ὅλη δύναμις ἡ Α πρὸς μόριον ἑαυτῆς ὁποσονοῦν τὸ Ζ, οὕτω τὸ ὅλον διάστημα τὸ Γ πρός τι μόριον τῶν ἐν αὐτῷ.

“如果Α在Δ内将Β推动如Γ[所示]这般的[距离],直到以及所有人推动的长度。” 通过在这之前的文句,他表明了如果一半的力量在某个时间内将一半的重量推动某个距离,相同的力量亦将在相同时间内把两倍的重量推动距离的一半;但通过这篇[文句],他否定了一半的力量能在相同时间内把整个重量推动距离的一半。因此看来,先前所言只是就那些被允许一方推动而另一方被推动的情况而言的;因为确实有些事物彼此之间如此关联,以致整体能够推动整体,且成比例地一半[能够推动]一半,并且通过距离减小或时间增多,一半亦[能够推动]整体。显然,对于此类情况,下述说法是真实的:在整个力量将整个重量推动如此一段距离的时间内,在这一时间内,重量的一半将由一半的力量推动相同的距离,并且相同的重量将由一半的力量在相同时间内推动距离的一半,或者在两倍的时间内推动整个距离;因为那句话并不是就[在任何情况下]必然推动而言的,而是说如果推动,它将按照给定的比例来推动。因为力量的一半绝非在任何情况下都能够推动两倍的重量。进一步而言,力量的部分并非每一个都会在无论多么漫长的时间内,将每一个重量推动无论多么微小的距离。因此他说,即使整个力量(如Α)在某个时间Δ内将某个重量Β推动了某个距离Γ,Α力量的一半(如Ε)也绝不再会在时间Δ内,或在其某个部分内,将整个重量Β推动距离Γ的某个部分,该部分相对于整个Γ的比例,正如同整个力量Α相对于自身的一个部分(他称之为Ζ)的比例一样;因为Ε曾被设定为其一半。但他并不希望仅就一半展开论述,而是针对随便哪个部分。为此他没有使用Ε,而是使用了Ζ,以便使整个力量Α相对于自身的无论何种部分Ζ,如同整个距离Γ相对于包含在其中的某个部分一样。

语法注2 条
  1. 7.36καὶ τὸ διπλάσιον βάρος κινήσειν τὴν αὐτὴν ἰσχὺν τὸ ἥμισυ τοῦ διαστήματος

    在由 ὅτι 引导的间接引语从句中,结论从句转为了不定式结构(κινήσειν)。在多个宾格中,τὴν αὐτὴν ἰσχύν 是不定式的逻辑主语,τὸ διπλάσιον βάρος 是直接宾语,而 τὸ ἥμισυ τοῦ διαστήματος 则作状语性质的空间范围宾格(“移动距离的一半”)。

  2. 7.36ὅπερ πρὸς ὅλον τὸ Γ ἐν τῷ αὐτῷ λόγῳ ἔσται, ἐν ᾧ ἡ ὅλη δύναμις ἡ Α πρὸς ἑαυτῆς μόριον

    中性单数主格关系代词 ὅπερ 的先行词是紧邻的 μόριόν τι τοῦ Γ διαστήματος。在随后的 ἐν ᾧ 从句(“在其中……相对于……”)中,系动词 ἐστί 被省略,从而以比例(λόγος)的同一性来表达“A相对于B如同C相对于D”的数学比例关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1106.6-1107.8