- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1105.7-1106.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德的第四和第五种比例(力量的分割,以及力量、重量与距离之间的正反比例关系),指出第五种比例如拉船事例所示并非普遍成立,并评述了一种流传的异读。
" Καὶ ἡ ἡμίσεια ἰσχὺς τῆς Α τὸ ἥμισυ κινήσει ἕως τοῦ τὴν ἡμίσειαν τῆς Γ, τοῦ μήκους." Τετάρτην ἀναλογίαν ἐπάγει νῦν πρώτως τὴν δύναμιν μερίζων, ἅμα δὲ καὶ τὸ βάρος, καὶ δεικνὺς ὅτι ἡ ἡμίσεια δύναμις τὸ ἥμισυ βάρος ἐν τῷ ὅλῳ χρόνῳ, ᾧ ἡ ὅλη δύναμις τὸ ὅλον βάρος ἐκίνει, τὸ ἴσον διάστημα τῷ ἐξ ἀρχῆς κινήσει· ἡ γὰρ αὐτὴ ἀναλογία μένει τῆς δυνάμεως πρὸς τὸ βάρος, ὃ καὶ αὐτὸς ᾐτιάσατο.1 ὡς γὰρ ἡ Α ἰσχὺς πρὸς τὸ Β βάρος, οὕτω τὸ ἥμισυ πρὸς τὸ ἥμισυ, ὥστε ἴσον ἐν ἴσῳ χρόνῳ κινήσουσιν. εἶτα καὶ πέμπτην προστίθησιν, ἐν ᾗ τῆς μὲν δυνάμεως πάλιν τὸ ἥμισυ λαμβάνει, βάρος δὲ τὸ ἐξ ἀρχῆς, καὶ χρόνον ἐκεῖνον τὸν Δ. καὶ λέγει ὅτι τὸ ἥμισυ κινήσει τοῦ Γ μήκους. εἰ γὰρ ἡ ὅλη δύναμις τὸ ὅλον βάρος ἐν τῷδέ τινι τῷ χρόνῳ τοσόνδε διάστημα ἐκίνει, τὸ ἥμισυ τῆς δυνάμεως ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ βάρος τὸ ἥμισυ κινήσει τοῦ διαστήματος. ὡς γὰρ ἡ ὅλη δύναμις πρὸς τὸ ὅλον διάστημα, καὶ τὸ ἥμισυ πρὸς τὸ ἥμισυ καὶ ἐναλλάξ· καὶ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ ἡ ἐλάττων δύναμις ἔλαττον διάστημα κινεῖ καὶ τοσούτῳ ἔλαττον, ὅσῳ αὐτὴ ἐλάττων. τοῦ δὲ αὐτοῦ διαστήματος ὄντος πρὸς τὸν χρόνον ἀντικειμένην ἀναλογίαν ἔχει ἡ δύναμις. ἡ γὰρ ἐλάττων δύναμις τὸ αὐτὸ διάστημα ἐν πλείονι χρόνῳ κινεῖ τῆς μείζονος καὶ τοσούτῳ πλείονι, ὅσῳ αὐτὴ ἐλάττων ἐστίν. τὴν δὲ νῦν προτεθεῖσαν ἀναλογίαν, ἐν ᾗ τῇ δυνάμει ἀνάλογον ἐλαττοῦσθαι τὸ διάστημα ἔδειξε, προϊὼν διελέγξει διὰ τῆς ἐφεξῆς ῥήσεως ὡς οὐκ ἀεὶ τὸ ἀραρὸς ἔχουσαν.2 ἔστι γάρ τι μόριον τῆς κινούσης τὴν ναῦν δυνάμεως, εἰ ἑκατὸν ἄνδρες ἕλκουσιν αὐτὴν σταδίου διάστημα, ἡ τοῦ ἑνὸς ἀνδρὸς δύναμις, ἥτις οὐ μόνον τὸ ἑκατοστὸν μέρος τοῦ σταδίου ἀδυνατεῖ τὴν ναῦν ἑλκύσαι, ἀλλὰ καὶ τὸ ὁποσονοῦν ἐλάχιστον. Φέρεται δέ τις καὶ τοιαύτη γραφὴ ταύτης τῆς λέξεως· καὶ εἰ τὸ Ε τὸ Ζ κινεῖ ἐν τῷ Δ χρόνῳ τὴν Γ, οὐκ ἀνάγκη ἐν τῷ ἴσῳ χρόνῳ τὸ ἐφ’ οὗ τὸ Ε διπλάσιον τοῦ Ζ βάρους κινεῖν τὴν ἡμίσειαν τῆς Γ. καὶ ἔστι τὸ ὑπὸ ταύτης τῆς γραφῆς λεγόμενον ἀληθέστερόν τε καὶ τοῖς ἐπιφερομένοις συνᾷδον.
“而Α的一半力量将推动[Β的]一半,直到长度Γ的一半。” 他在此引入了第四种比例,初次分割了力量,同时亦分割了重量,并表明在整个力量推动整个重量的整个时间内,一半的力量将把一半的重量推动与最初相等的距离;因为力量相对于重量保持了相同的比例,这也是他自己所提出的理由。因为正如力量Α相对于重量Β,一半亦相对于一半,因此它们将在相等的时间内推动相等的[距离]。接着他又补充了第五种比例,在其中他再次取力量的一半、最初的重量以及那个时间Δ。并且他说[一半的力量]将推动长度Γ的一半。因为如果整个力量在某个特定时间内将整个重量推动了如此距离,一半的力量将在相同时间内把相同的重量推动距离的一半。因为正如整个力量相对于整个距离,一半亦相对于一半,更替而言亦是如此;因为在相同时间内,较小的力量推动较小的距离,且自身减小多少,距离就减小多少。但当距离相同时,力量与时间成反比例关系。因为较小的力量在比较大的力量更多的时间内推动相同的距离,且自身减小多少,时间就增多多少。至于现在提出的、表明距离与力量成比例减小的这一比例,他接下来将通过随后的文段加以反驳,指出它并非总是具有确定性。因为在推动船只的力量中存在着某个部分——如果一百个人将它拉动一斯塔狄翁的距离——即一个人的力量,这一力量不仅不能将船只拉动一斯塔狄翁的百分之一,甚至连无论多么微小的[距离]都不能拉动。关于这段文字还流传着这样一种异读:“即使Ε在时间Δ内将Ζ推动了Γ,在相等的时间内,标有Ε者也无必然性将两倍于Ζ的重量推动Γ的一半。”而这一异读所言的内容既更为真实,又与后文相符。
- 7.35ὃ καὶ αὐτὸς ᾐτιάσατο
ᾐτιάσατο 是动词 αἰτιάομαι 的直陈语气不定过去时中动态第三人称单数。虽然该词常作“指责、归咎”,但在哲学文献中常意为“归因于、作为理由提出”(源自 αἰτία)。关系代词 ὃ 指代前述命题(力量与重量的比例保持不变)。
- 7.35ὡς οὐκ ἀεὶ τὸ ἀραρὸς ἔχουσαν
ἔχουσαν 为阴性宾格单数分词,与宾格短语 τὴν δὲ νῦν προτεθεῖσαν ἀναλογίαν 保持一致,由 ὡς 引领,构成主动词 διελέγξει(将予驳斥)的宾语补足结构(“驳斥其并非总是具有……”)。τὸ ἀραρός 是动词 ἀραρίσκω 的完成时主动态中性单数分词名词化,意为“稳固之物、确定性”。
