← 辛普里丘

亚里士多德《物理学》注释

§1104.1-1105.6

位移运动中力、重量、距离与时间的比例关系

辛普里丘将力量、重量、距离和时间分别赋予字母Α、Β、Γ、Δ,结合具体例证梳理了亚里士多德关于位移的三种比例关系(分割重量、分割时间、联同分割距离与时间),并审视了亚历山大的排序及其补充命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.34#2

λαμβάνει δὲ τὴν μὲν κινοῦσαν δύναμιν τὸ Α, τὸ δὲ κινούμενον ὑπ’ αὐτῆς βάρος τὸ Β, τὸ δὲ μῆκος καὶ διάστημα τῆς κινήσεως, ὃ κεκίνηκεν ἡ Α δύναμις τὸ Β βάρος, τίθησι τὸ Γ, χρόνον δὲ ἐν ᾧ τὴν Δ. τούτων δὲ κειμένων τὸ βάρος πρῶτον διελών φησι τὴν ἴσην δύναμιν ἢ τὴν αὐτὴν τὸ ἥμισυ τοῦ βάρους διπλάσιον διάστημα κινεῖν ἐν τῷ αὐτῷ χρόνῳ. εἶτα καὶ τὸν χρόνον διελὼν ἐν τῷ ἡμίσει τοῦ χρόνου φησὶ τὸ ἥμισυ τοῦ βάρους τὸ αὐτὸ τοῦ μήκους διάστημα τὸ ἐξ ἀρχῆς κινηθήσεσθαι τὸ Γ ὑπὸ τῆς αὐτῆς δυνάμεως· οὕτω γὰρ ἡ ἀναλογία σῴζεται. εἰ γάρ τι εἴη δεκατάλαντον βάρος κινοῦν ἐν ὥρᾳ σταδιαῖον διάστημα,1 τοῦτο τὸ πεντετάλαντον ἐν ὥρᾳ δύο στάδια κινήσει, ἐν ἡμιωρίῳ δὲ τὸ στάδιον μόνον. εἶτα τὸ διάστημα διελὼν τοῦ βάρους τοῦ ἐξ ἀρχῆς μένοντος συνδιαιρεῖ τὸν χρόνον· τῶν γὰρ αὐτῶν ὑποκειμένων ἡ Α δύναμις τὸ Β βάρος τὸ ἥμισυ τοῦ Γ διαστήματος κινήσει ἐν τῷ ἡμίσει τοῦ Δ χρόνου· εἰ γάρ τις δύναμις πάλιν δεκατάλαντον βάρος κινεῖ σταδιαῖον διάστημα ἐν ὥρᾳ μιᾷ, τὸ αὐτὸ βάρος ἡμιστάδιον κινήσει ἐν ἡμιωρίῳ. αἱ δὲ τρεῖς ἀναλογίαι αὗται οὕτω σῴζονται. ἐν τῷ αὐτῷ χρόνῳ ἡ αὐτὴ δύναμις τὸ ἔλαττον φορτίον μεῖζον διάστημα κινεῖ, καὶ τοσούτῳ μεῖζον, ὅσῳ ἔλαττον τὸ βάρος. ὡς οὖν τὸ ἥμισυ τοῦ βάρους πρὸς τὸ ὅλον βάρος, οὕτω τὰ δύο στάδια πρὸς τὸ ἕν, εἴπερ τοσούτῳ μεῖζον τὸ διάστημα, ὅσῳ ἔλαττον τὸ βάρος. καὶ ἐναλλὰξ2 οὖν ὡς τὸ ὅλον βάρος πρὸς τὸ στάδιον, οὕτω τὸ ἥμισυ τοῦ βάρους πρὸς τὸ διπλάσιον τοῦ διαστήματος. ἡ δὲ δευτέρα ἀναλογία ἡ τὸ ἥμισυ τοῦ βάρους τὸ σταδιαῖον διάστημα λέγουσα ἐν τῷ ἡμίσει χρόνῳ κινεῖσθαι οὕτως ἔχει τὸ ἀναγκαῖον· ὡς τὸ ὅλον βάρος πρὸς τὸ ἥμισυ, οὕτως ὁ ὅλος χρόνος πρὸς τὸν ἥμισυν, καὶ ἐναλλὰξ ὡς τὰ δέκα τάλαντα πρὸς ὥραν, οὕτω τὰ πέντε πρὸς ἡμιώριον. Ταύτην ὁ Ἀλέξανδρος πρώτην τέθεικε τὴν ἀναλογίαν, τὴν πρώτην οἶμαι παρείς. δευτέραν δὲ τέθεικε τὴν λέγουσαν· εἰ ἡ ὅλη δύναμις τὸ ἥμισυ τοῦ βάρους ἐν τῷ ἡμίσει χρόνῳ τὸ σταδιαῖον ἐκίνησε διάστημα, ἐν τῷ ὅλῳ χρόνῳ διπλάσιον κινήσει τοῦ σταδιαίου διαστήματος. καὶ ἡ ἀναλογία δήλη· ὡς γὰρ τὸ ἡμιώριον πρὸς τὴν ὥραν, οὕτω τὸ στάδιον πρὸς τὰ δύο, καὶ ἐναλλὰξ ὡς τὸ ἡμιώριον πρὸς τὸ στάδιον, οὕτω τὰ δύο στάδια πρὸς τὴν ὥραν· καὶ ἔστι μὲν τῇ πρὸ αὐτῆς ἀκόλουθός πως αὕτη τὸ μὲν διάστημα φυλάττουσα τὸ αὐτό, τὸν δὲ χρόνον μερίζουσα, οὐ μέντοι αὐτὴν οἶμαι παρὰ τῷ Ἀριστοτέλει κεῖσθαι. ἡ δὲ τρίτη ἀναλογία ἡ τὸ διάστημα διαιροῦσα τοῦ βάρους τοῦ ἐξ ἀρχῆς μένοντος λέγει, ὅτι ὡς τὸ διάστημα τὸ σταδιαῖον πρὸς τὸ ἡμιστάδιον, οὕτως ἡ ὥρα πρὸς τὸ ἡμιώριον, καὶ ἐναλλὰξ ὡς ἡ ὥρα πρὸς τὸ στάδιον, τὸ ἡμιώριον πρὸς τὸ ἡμιστάδιον. ὥστε εἰ ἡ ὅλη δύναμις τὸ ὅλον βάρος τὸ στάδιον ἐν ὥρᾳ ἐκίνει, τὸ ἡμιστάδιον ἐν ἡμιωρίῳ κινήσει.

他将推动的力量设为Α,将由其推动的重量设为Β,并将力量Α推动重量Β所经历的运动长度与距离设为Γ,而经历的时间设为Δ。在确立了这些之后,他首先分割重量,说相等的或相同的力量在相同的时间内将一半的重量推动双倍的距离。接着,他也分割时间,说在时间的一半内,一半的重量将由相同的力量推动最初相同的长度距离Γ;因为这样比例便得以保持。因为若有某物在一小时内将十塔兰同的重量推动一斯塔狄翁的距离,此物将在一小时内将五塔兰同推动两斯塔狄翁,而在半小时内则仅推动一斯塔狄翁。接着,他在最初的重量保持不变的情况下分割距离,并一同分割时间;因为在相同的设定下,力量Α将在时间Δ的一半内把重量Β推动距离Γ的一半;因为若某种力量再次在一小时内将十塔兰同的重量推动一斯塔狄翁的距离,它将在半小时内将相同的重量推动半斯塔狄翁。而这三种比例以此方式得以保持。在相同的时间内,相同的力量将较小的负荷推动较大的距离,且重量减小多少,距离就增大多少。因此,正如一半的重量相对于整个重量,两斯塔狄翁亦相对于一斯塔狄翁,如果距离确实随着重量的减小而相应增大。因此,更替而言,正如整个重量相对于一斯塔狄翁,一半的重量亦相对于双倍的距离。而那主张一半的重量在半数的时间内被推动一斯塔狄翁距离的第二种比例,具有如下的必然性:正如整个重量相对于一半,整个时间亦相对于一半,且更替而言,正如十塔兰同相对于一小时,五塔兰同亦相对于半小时。 亚历山大将这一比例定为第一种,我想他是遗漏了第一种。而他定为第二种的是这样说的:“若整个力量在半数时间内将一半的重量推动了一斯塔狄翁的距离,在整个时间内它将推动两倍于一斯塔狄翁的距离。”这一比例也是显明的;因为正如半小时相对于一小时,一斯塔狄翁亦相对于两斯塔狄翁,且更替而言,正如半小时相对于一斯塔狄翁,两斯塔狄翁亦相对于一小时;这一比例在某种程度上顺承于其前的那种,它保持距离相同而分割时间,然而我想它并没有出现在亚里士多德那里。而第三种在最初重量保持不变时分割距离的比例则说,正如一斯塔狄翁的距离相对于半斯塔狄翁,一小时亦相对于半小时,且更替而言,正如一小时相对于一斯塔狄翁,半小时亦相对于半斯塔狄翁。因此,如果整个力量在一小时内将整个重量推动了一斯塔狄翁,它将在半小时内推动半斯塔狄翁。

语法注2 条
  1. 7.34εἰ γάρ τι εἴη δεκατάλαντον βάρος κινοῦν ἐν ὥρᾳ σταδιαῖον διάστημα

    τι 为中性主格不定代词(“某物”),与分词 κινοῦν 呼应构成 εἴη 的主语。δεκατάλαντον βάρος 为 κινοῦν 的宾格宾语。后文的 τοῦτο 指代这一中性主语 τι(“此推动者”)。

  2. 7.34καὶ ἐναλλάξ

    欧几里得比例论中的专门术语“更替地”(alternando / permutando),指从 A:B = C:D 推出 A:C = B:D 的运算。在此用于引入在不同种类量(如重量与距离、重量与时间)之间交替项的比例陈述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1104.1-1105.6