← 辛普里丘

亚里士多德《物理学》注释

§1102.27-1104.1

运动诸要素与比例关系的公理前提

辛普里丘阐释了亚里士多德在阐明推动者、被推动者、时间与距离之间的比例关系(运动法则)时,将推动者必然推动某物、在确定时间内且经过确定距离这一根本前提作为公理预先确立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.34#1

" Ἐπεὶ δὲ τὸ κινοῦν κινεῖ τι αἰεὶ καὶ ἔν τινι ἕως τοῦ καὶ τὴν ἡμίσειαν τῆς Γ ἐν τῷ ἡμίσει τοῦ Δ χρόνου κινήσει." Οἰκεῖος καὶ αὐτὸς ὁ λόγος ἐστὶ τῷ περὶ τῆς τῶν κινήσεων συγκρίσεώς τε καὶ παραβολῆς· καὶ γὰρ ἐνταῦθα παραβάλλων τό τε κινοῦν καὶ τὸ κινούμενον τὰς πρὸς ἄλληλα αὐτῶν ἀναλογίας ἐπιζητεῖ ἐπί τε φορᾶς καὶ ἀλλοιώσεως καὶ αὐξήσεως καὶ μειώσεως. ζητεῖ γὰρ εἰ, ὥσπερ ἡ πολλαπλασία δύναμίς τινος δυνάμεως κινούσης τι πολλαπλάσιον κινεῖ ἐκείνου, οὕτω καὶ τὸ πολλοστημόριον τῆς κινούσης τι δυνάμεως πολλοστημόριον κινήσει τοῦ ὑπ’ ἐκείνης κινουμένου. οἷον εἰ οἱ ἑκατὸν ἄνθρωποι τὴν ναῦν κινοῦσιν, εἰ καὶ ὁ εἷς τὸ ἑκατοστὸν τῆς νεὼς κινήσει.1 παραβάλλει δὲ καὶ πρὸς τὸν χρόνον καὶ πρὸς τὸ τῆς κινήσεως διάστημα τήν τε κινοῦσαν δύναμιν καὶ τὸ κινούμενον· οἷον εἰ ἡ κινήσασα δύναμις τόδε τι, οἷον τήνδε τὴν ναῦν, ἐν τοσῷδε χρόνῳ τοσόνδε διάστημα, τὸ ἥμισυ τῆς νεὼς ἐν τῷ αὐτῷ χρόνῳ διπλάσιον διάστημα κινήσει· καὶ εἰ ἡ ἡμίσεια δύναμις τὸ αὐτὸ διάστημα ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἥμισυ τοῦ κινηθέντος ὑπὸ τῆς ὅλης κινήσει· ἔτι δὲ εἰ ὡς ἡ ὅλη δύναμις τὸ ἥμισυ τοῦ ὑπ’ αὐτῆς κινηθέντος ἔν τινι χρόνῳ διάστημά τι ἐν ἡμίσει τοῦ χρόνου τὸ αὐτὸ διάστημα κινεῖ, οὕτω καὶ τὸ ἥμισυ τῆς δυνάμεως ὅλον τὸ ὑπὸ τῆς ὅλης κινηθὲν ἔν τινι χρόνῳ ἐν διπλασίῳ τούτου τοῦ χρόνου κινήσει. ταῦτα γὰρ φαντασίαν μέν τινα παρέχεται ὡς ἀναλογίαν διασῴζοντα, οὐχ οὕτω δὲ ἔχει, ὡς φαίνεται. πρῶτον δὲ ἐπὶ τῆς φορᾶς τὸν λόγον ποιεῖται, καὶ οὕτω τὰ ἐπὶ ταύτης δεικνύμενα καὶ ἐπὶ τῶν ἄλλων κοινοποιήσει κινήσεων. Προλαμβάνει δὲ ὡς ἐναργῆ τὸ πᾶν τὸ κινοῦν τὶ κινεῖν· οὐ γὰρ οἷόν τε κινεῖν μέν, μηδὲν δὲ κινεῖν, ἀλλ’ ὥσπερ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, οὕτω καὶ πᾶν τὸ κινοῦν τὶ κινεῖ. καὶ ὅτι ἔν τινι χρόνῳ κινεῖ τὸ κινοῦν· οὐ γὰρ οἷόν τε κίνησιν ἄνευ χρόνου γενέσθαι. καὶ ἔτι μέντοι μέχρι του κινεῖ· τοσονδὶ γὰρ μῆκος κινεῖ τὸ κατὰ φορὰν κινοῦν. καὶ τὰ μὲν ἄλλα ὡς ἐναργῆ παρέλαβεν, τούτου δὲ καὶ ἀπόδειξιν ἐπήγαγεν ἐκ τῶν πρότερον δεδειγμένων αὐτὴν ὑπομιμνήσκων. εἰ γὰρ πᾶν τὸ κινούμενον κεκίνηται ἤδη2 καὶ τὸ κινοῦν κεκίνηκεν ἤδη διὰ τὸ ἐπ’ ἄπειρον τεμνομένης τῆς κινήσεως μὴ οἷόν τε εἶναι ἀρχὴν κινήσεως λαβεῖν, εἰ δὴ τὸ κινοῦν κεκίνηκε, τὸ δὲ κεκινηκὸς ποσόν τι διάστημα κεκίνηκε, τὸ κινοῦν ἂν εἴη πᾶν ποσόν τι διάστημα κεκινηκὸς ἤδη· οὐ γὰρ δύναται κεκινῆσθαι μέν τι, μὴ τοσόνδε δέ. ὥστε πᾶν τὸ κινοῦν τί τε κινεῖ καὶ ἐν χρόνῳ τινὶ καὶ διαστήματι. Ταῦτα προλαβὼν ὡς ἀξιώματα ἐπὶ τὰς ἀναλογίας ἔρχεται λοιπὸν τοῦ τε κινοῦντος κατὰ φορὰν καὶ τοῦ κινουμένου ὑπ’ αὐτοῦ καὶ τοῦ χρόνου καὶ τοῦ διαστήματος.

“既然推动者总是在推动某物且在某物之中,直到‘且将在时间Δ的一半中推动Γ的一半’为止。” 这一论述本身也切合于关于运动之比较与对照的讨论;因为在这里,他同样对照推动者与被推动者,探求它们在位移、质变、生长与减少中相互之间的比例。因为他探究的是:正如推动某物的某种力量的倍数力量会推动该物的倍数那样,推动某物的力量的分数部分是否也会推动被该力量所推动之物的分数部分——例如,如果一百个人推动一艘船,那么一个人是否也会推动该船的百分之一。他也将推动的力量与被推动者同时间以及同运动的距离相对照——例如,推动了某个特定之物(比如这艘船)在如此多的时间内经过如此多的距离的力量,是否会在相同的时间内将这艘船的一半推动双倍的距离;以及半数的力量是否会在相同的时间内将整个力量所推动之物的一半推动相同的距离;此外,正如整个力量将由它在某时间内推动了某一距离之物的一半在时间的一半内推动相同的距离那样,半数的力量是否也会将整个力量在某时间内所推动之物的全体在这一时间的两倍内推动。因为这些预设虽然呈现出某种保持比例的外表,但实际情况并非如其所显现的那样。但他首先在位移上进行论述,并以这种方式将在此情形中被表明的道理共通地应用于其他运动。 他预先设定为显然的是:凡推动者皆推动某物;因为不可能既推动却又什么都不推动,而是正如凡被推动者皆被某物所推动那样,凡推动者亦皆推动某物。并且[设定]推动者在某时间内推动;因为没有时间,运动是不可能发生的。而且进一步设定,它推动到某一界限;因为依位移而推动者推动如此多的长度。对于其他各点,他作为显明之事予以接受,但对于这一点,他也引入了论证,从先前已被证明的那些内容中提醒我们。因为,若由于运动可无限分割而不可能截取运动的开端,凡被推动者便已经运动了,且推动者亦已经推动了,那么,如果推动者确实已经推动了,而已经推动者已经推动了某种量态的距离,那么凡推动者就都已经是推动了某种量态的距离;因为某物不可能虽已被推动,却没有被推动如此多的量。因此,凡推动者皆推动某物,且既在某时间内,又在某一距离上进行推动。 在将这些作为公理预先确立之后,他接下来便进至依位移而推动者、被其推动者、时间以及距离之间的比例关系。

语法注2 条
  1. 7.34οἷον εἰ ἡ κινήσασα δύναμις τόδε τι, οἷον τήνδε τὴν ναῦν, ἐν τοσῷδε χρόνῳ τοσόνδε διάστημα, τὸ ἥμισυ τῆς νεὼς ἐν τῷ αὐτῷ χρόνῳ διπλάσιον διάστημα κινήσει

    此处的 εἰ 与前文的 ζητεῖ γὰρ εἰ 及后文的 καὶ εἰ ... κινήσει 一样,引导间接疑问从句(“是否会……”),承接 παραβάλλει 所隐含的探求之意。分词短语 ἡ κινήσασα δύναμις 支配宾语 τόδε τι 以及状语成分 ἐν τοσῷδε χρόνῳ 与 τοσόνδε διάστημα,整体直接充当限定动词 κινήσει 的主语。

  2. 7.34εἰ γὰρ πᾶν τὸ κινούμενον κεκίνηται ἤδη καὶ τὸ κινοῦν κεκίνηκεν ἤδη διὰ τὸ ἐπ’ ἄπειρον τεμνομένης τῆς κινήσεως μὴ οἷόν τε εἶναι ἀρχὴν κινήσεως λαβεῖν, εἰ δὴ τὸ κινοῦν κεκίνηκε, τὸ δὲ κεκινηκὸς ποσόν τι διάστημα κεκίνηκε, τὸ κινοῦν ἂν εἴη πᾶν ποσόν τι διάστημα κεκινηκὸς ἤδη

    这是一个带有嵌套条件句的复杂论证结构。首要条件由原因短语 διὰ τὸ...(由于运动无限可分因而无法截取开端)所支撑,即“被推动者已经运动,推动者已经推动”;随后由 εἰ δή 承接这一小前提(“如果推动者确实已经推动,而已经推动者推动了某种限度的距离”),最终导向主句结论 τὸ κινοῦν ἂν εἴη πᾶν... κεκινηκὸς ἤδη(带有 ἄν 的潜在希求法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1102.27-1104.1