← 辛普里丘

亚里士多德《物理学》注释

§1101.6-1102.26

产生与消灭中的等速性与可比较性

辛普里丘注解了亚里士多德将运动的可比较性讨论推进至产生与消灭,解释了为何生长与减少作为显而易见者被略过,探讨了为定义产生中的等速与不等速而引入的“数”,以及实体变化中缺乏成对特有名称的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.33

" Καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς τὸ αὐτὸ σκεπτέον ἕως τοῦ τὸ δὲ ποσὸν μεῖζον." Τὰς αἰτίας τῶν συμβλητῶν καὶ ἀσυμβλήτων μεταβολῶν ἐπί τε φορᾶς παραδοὺς καὶ ἐπὶ ἀλλοιώσεως τὴν αὔξησιν καὶ τὴν μείωσιν παρεὶς ἐπὶ τὴν γένεσιν μετέβη καὶ τὴν φθοράν, ὡς γνώριμον δὲ ὂν ἐκ τῶν προειρημένων παρῆκε τὴν αὔξησιν καὶ τὴν μείωσιν.1 ἡ γὰρ τοῖς ὁμοειδέσιν ἐν ἴσῳ χρόνῳ ἴση γινομένη προσθήκη δι’ ὅλου ἰσοταχὴς αὔξησις καὶ ἡ ἀφαίρεσις ἡ τοιαύτη μείωσις ἰσοταχής· τὸ γὰρ ἴσον καὶ ἐπὶ τῆς αὐξήσεως καὶ μειώσεως οὕτω λέγεται ὡς καὶ ἐπὶ τῆς φορᾶς. ἀλλὰ τοῦτο μὲν ὡς σαφὲς παρῆκε, ζητεῖ δὲ ἐπὶ γενέσεως καὶ φθορᾶς, πῶς γένεσις γενέσει καὶ φθορὰ φθορᾷ ἰσοταχὴς λέγεται. καὶ ὥσπερ διαπορῶν καὶ ἐρωτῶν· ἆρα, φησίν, ἰσοταχὴς λέγεται γένεσις, εἰ ἐν ἴσῳ χρόνῳ τὰ αὐτὰ τῷ εἴδει καὶ ἄτομα κατὰ τὸ εἶδος γίνοιτο οἷον ἄνθρωπος, ἀλλὰ μὴ κατὰ γένος τὸ αὐτὸ οἷον ζῷον; θάττων δὲ γένεσις, ὅταν ἐν τῷ αὐτῷ ἴσῳ χρόνῳ μὴ τὸ αὐτὸ ᾖ τὸ γεγονός, ἀλλὰ ἕτερον, οἷον εἰ ἀνθρώπων γινομένων ὁ μὲν ἤδη γεγονὼς εἴη ἄνθρωπος ἐν τῷ ἴσῳ ἢ τῷ αὐτῷ χρόνῳ, ὁ δὲ μηδέπω, ἀλλά τι μέρος εἴη τῶν ἐν αὐτῷ γεγονός, μηδέπω δὲ αὐτός. Εἰπὼν δὲ θάττω, εἰ ἐν ἴσῳ χρόνῳ ἕτερον εἴη γεγονός τι καὶ μὴ τὸ αὐτό, ἀπολογεῖται ὑπὲρ τοῦ ἕτερον εἰπεῖν καὶ μὴ θεῖναί τι ἴδιον ὄνομα. οὐ γὰρ ἔχομεν, φησί, τινὰ δύο, ἃ ἡ ἐπὶ τῆς κατ’ οὐσίαν μεταβολῆς ἑτερότης σημαίνει, ὥσπερ ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς ἡ ἀνομοιότης τὸ μᾶλλον καὶ τὸ ἧττον σημαίνει. καὶ ἐπὶ τῆς κατὰ ποσότητα κοινὸν μὲν ἡ ἀνισότης, δύο δὲ σημαίνει τὸ μεῖζον καὶ τὸ ἔλαττον. οὐχ οὕτω, φησίν, ἡ ἐπὶ τῆς γενέσεως κοινῶς λαμβανομένη ἑτερότης [ἔχομέν τινα] δύο σημαίνει. βουλόμενος δὲ καὶ ἐπὶ τῆς κατ’ οὐσίαν μεταβολῆς εὑρεῖν ὀνόματα οἰκεῖα· ἐπειδή, φησίν, ἡ οὐσία, ἧς ἡ γένεσίς ἐστιν, ἐξ ἀριθμῶν σύγκειται, θάττω γένεσιν ῥητέον καὶ βραδυτέραν καὶ ὅλως ἀνισοταχῆ, ὅταν ἐν τῷ αὐτῷ ἢ τῷ ἴσῳ χρόνῳ τοῦ μὲν πλείων τοῦ δὲ ἐλάττων ἀριθμὸς ὁμοειδὴς γίνοιτο, ὡς ὅταν ἀνθρώπων γινομένων ἐν τῷ αὐτῷ ἢ τῷ ἴσῳ χρόνῳ τοῦ μὲν πλείων ἀριθμὸς γίνηται, οἷον πλείονα τῷ ἀριθμῷ μόρια, τοῦ δὲ ἐλάττων· ὅταν δὲ συμπληρωθῶσιν, ἔσται ὁ μὲν θᾶττον γεγονώς, ὁ δὲ βραδύτερον, ἐκ τῶν ἴσων ἀριθμῶν τῶν ἀνθρωπείων ἄμφω συγκείμενοι.2 ἀλλ’ ἐπὶ μὲν τῆς κατὰ πάθος μεταβολῆς καὶ τὸ κοινὸν τῆς συγκρίσεως τῶν ἀνισοταχῶν ὠνόμασται ἀνομοιότης λεγόμενον καὶ ἑκάτερον τῶν ὑπὸ τὸ κοινὸν τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καὶ ἐπὶ τῆς κατὰ ποσὸν κοινὸν μὲν τὸ ἄνισον, τῶν δὲ ὑπ’ αὐτὸ τὸ μὲν μεῖζον τὸ δὲ ἔλαττον. αὐτὸς δὲ καίτοι ἑκάτερον προθεὶς εἰπεῖν ἠρκέσθη τὰ ὑπερέχοντα ὀνομάσαι τὸ μᾶλλον καὶ τὸ μεῖζον. ἀλλὰ πῶς καὶ τὸ κοινὸν ἀνώνυμον εἶπεν ἐπὶ τῆς γενέσεως, εἴπερ τὸ ἕτερον αὐτῷ ἁρμόττει; ἢ ὅτι κοινόν ἐστι τὸ ἕτερον. καὶ γὰρ τὸ ἀνόμοιον καὶ τὸ ἄνισον ἕτερά ἐστιν. ἀριθμὸν δὲ τὴν οὐσίαν εἶπεν ἢ τοῖς Πυθαγορείοις ἀκολουθῶν ἀρχὰς τῶν ὄντων λέγουσιν τοὺς ἀριθμούς κέκλυθι, κύδιμ’ ἀριθμέ, πάτερ μακάρων, πάτερ ἀνδρῶν καὶ ἀριθμῷ δέ τε πάντ’ ἐπέοικεν, ἢ ὅτι κατ’ ἀριθμούς τινας ὡρισμένους τῶν τε στοιχείων καὶ τῶν μερῶν ἁπάντων γενέσεις καὶ συστάσεις ἐπιτελοῦνται· διὸ οὐδὲ τῶν ἀνθρωπίνων τεχνῶν τῶν τὴν ὅλην δημιουργίαν μιμουμένων οὐδεμία δύναται χωρὶς ἀριθμοῦ συστῆναι.

“在产生和消灭上同样应当考察,直到‘而量是更大的’为止。” 他在阐明了位移与质变中可比较与不可比较的变化的原因之后,略过了生长与减少而过渡到产生与消灭;但他略过生长与减少,是因为它们根据前述内容是显而易见的。因为在相等时间内对同种之物全盘发生的相等增补是等速的生长,而这样的削减则是等速的减少;因为“相等”在生长与减少上正如在位移上一样被述说。但他把这作为明了之事略过,而在产生与消灭上探究:产生与产生、消灭与消灭如何被称为等速。他仿佛提出疑难并发问那样说:如果在相等时间内产生出在种上相同且在种上不可分割之物(例如人),而非在属上相同之物(例如动物),产生是否被称为等速?而当在相等的同一时间内生成之物不是相同而是不同时——例如在人类产生时,在相等或同一时间内一者已经生成为人,而另一者尚未生成,只是其内部的某个部分已经生成,但他自身尚未生成——此时产生便是较快的。 在说明了若在相等时间内生成的某物是不同的而非相同的便较快之后,他为自己使用了“不同”而未确立某种特有名称进行辩护。因为他说:我们并没有某两个特定之物是实体性变化中的相异性所意指的,正如在关于质的变化中非相似性意指“更多”与“更少”那样。而在关于量的变化中,不等性是共通的,且意指“更大”与“更小”这两个事物。他说:在产生上被共通理解的相异性并不以这种方式意指两个事物。但他希望在关于实体的变化中也找到本己的名称,便说:既然产生所属的实体是由数构成的,那么当在同一或相等时间内一者生成较多数目的同种部分而另一者生成较少数目时——例如在人类于同一或相等时间内产生时,一者生成了较多数目(例如在数目上更多的部分),而另一者生成了较少数目——就必须说产生是较快、较慢以及总体上不等速的;而当它们完成时,尽管二者皆由相等的属人成分之数构成,一者将是较快生成的,另一者将是较慢生成的。 然而,在依据受动状态的变化中,不等速者之比较的共通者亦已被命名,称为“非相似性”,且归于该共通者之下的各项,一者被称为“更多”,另一者被称为“更少”;在关于量的变化中,共通者是“不等”,其下各项一者是“更大”,另一者是“更小”。但他自己虽然原本打算述说每一项,却仅满足于命名超出的一方,即“更多”与“更大”。然而,若“不同”正适合于它,他又怎能说在产生中的共通者也是无名的呢?抑或因为“不同”是过于普遍的?因为非相似与不等皆是不同的事物。他说实体是数,或是追随那些把数说成存在者之本原的毕达哥拉斯学派(“请垂听,光荣的数啊,诸神之父,人类之父”以及“万物皆类于数”),或是因为根据元素以及一切部分的某些特定确定的数,产生与构成得以完成;因此,在模仿整个宇宙造化的人类技艺中,没有一种能够离开数而得以成立。

语法注2 条
  1. 7.33ὡς γνώριμον δὲ ὂν ἐκ τῶν προειρημένων παρῆκε τὴν αὔξησιν καὶ τὴν μείωσιν

    此处是由连词 ὡς 引导的宾格绝对结构(accusativus absolutus)。中性单数分词 ὄν 非人称地指代生长与减少的可比较性在前面的位移与质变讨论中已然显而易见这一事态。

  2. 7.33ἐκ τῶν ἴσων ἀριθμῶν τῶν ἀνθρωπείων ἄμφω συγκείμενοι

    主句的主语虽然是以单数相互对应的 ὁ μὲν ... ὁ δὲ,但分词短语却采用了阳性复数主格 ἄμφω συγκείμενοι,属于依据意义一致的语法配合(constructio ad sensum / synesis),用以总括性地说明两个生成者最终皆由同等数目的属人成分构成这一共同事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1101.6-1102.26