- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1099.14-1101.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了运动的可比较性由运动所据以发生之物在属、种与数上的差异层级所决定,并说明判定质变的等速性必须兼顾受动状态(同一或相似)与底层质料(相等)二者。
ἐὰν δὲ τὸ πάθος μὴ τὸ αὐτὸ ᾖ, ἀλλὰ τὸ μὲν ἄλλο τὸ δὲ ἄλλο, ὥστε τὸ μὲν λευκαίνεσθαι τὸ δὲ ὑγιάζεσθαι, οὐδέν ἐστιν ἐν τούτοις, καθ’ ὃ συγκριθήσονται· οὔτε γὰρ ἴσον ὡς ἐπὶ τῶν ποσῶν, οὔτε ὅμοιον ὡς ἐπὶ τῶν ποιῶν, οὔτε ταὐτόν, ὅπερ κοινῶς ἐπ’ ἀμφοῖν λέγεται. καὶ τὴν αἰτίαν ἐπήγαγεν· καθ’ ὃ γὰρ ἡ τῶν παθῶν διαφορά, καθ’ ἡ ἡ ἀλλοίωσις, εὐθὺς εἴδη ποιεῖ διάφορα ἀλλοιώσεως, κἂν περὶ ταὐτὸν ὑποκείμενον γίνηται. καὶ χρὴ ἐν τῷ ᾗ ἤδη ταῦτα τὸ ᾗ δασύνειν.1 ἐρρήθη γὰρ καὶ ἐπὶ τῆς φορᾶς, ὅτι αἱ ἀνομοειδεῖς κινήσεις οὐκ εἰσὶ συμβληταί· ὥστε οὐδὲ ἐπὶ ἀλλοιώσεως αἱ κατὰ τὰ διαφέροντα τῷ εἴδει πάθη γινόμεναι συμβληταί εἰσιν. Εἰ οὖν αἱ κατ’ εἶδος διαφοραὶ τῆς τε φορᾶς καὶ τῆς ἀλλοιώσεως αἴτιαι τοῦ ἀσυμβλήτου εἰσί, δεῖ διῃρηκέναι παρ’ ἑαυτῷ πόσα φορᾶς εἴδη καὶ πόσα ἀλλοιώσεως, ἵνα τὰς προτιθεμένας γνωρίζωμεν, πῇ τε διαφέρουσιν ἀλλήλων καὶ πῇ οὔ. ἀλλὰ τὴν μὲν εἰς τὰ ἄτομα εἴδη διαίρεσιν ἑκάστης τῶν κινήσεων νῦν παρατρέχει, κοινὴν δὲ μέθοδον παραδίδωσιν ἀπὸ τῆς τῶν διαφορῶν κοινότητος εἰλημμένην. τὰ γὰρ διαφέροντα, ὡς αὐτὸς ἐδίδαξεν, ἢ γένει διαφέρει ἢ εἴδει ἢ ἀριθμῷ. καθ’ ἣν οὖν διαφορὰν τὰ κινούμενα διαφέρει ἀλλήλων, οὐ κατ’ ἄλλο τι ἀλλὰ καθ’ ὃ κινεῖται (ταῦτα γὰρ εἶπεν, ὧν αἱ κινήσεις), εἰ μὲν κατὰ γένος εἴη αὕτη,2 καὶ αἱ κινήσεις κατὰ γένος διοίσουσιν ἀλλήλων· οἷον εἰ τὸ μὲν αὔξεται, τὸ δὲ λευκαίνεται, καὶ ἡ αὔξησις τῆς λευκάνσεως γένει διοίσει· καὶ γὰρ ἡ μὲν κατὰ τὸ ποσόν, ἡ δὲ κατὰ τὸ ποιόν, ἅπερ γένει διάφορά ἐστι τοῦ ὄντος. εἰ δὲ εἴδει διαφέρει τὰ κινούμενα, καθ’ ὃ κινοῦνται, εἴδει καὶ αἱ κινήσεις διοίσουσιν, ὡς ἡ λεύκανσις τῆς μελάνσεως. εἰ δὲ μὴ εἴδει ἀλλ’ ἀριθμῷ μόνῳ τοῖς κινουμένοις ἡ διαφορὰ καθ’ ὃ κινοῦνται, καὶ αἱ κινήσεις αὗται ἀλλήλων ἀριθμῷ διοίσουσι. καὶ αὗται μόναι ἔσονται συμβληταὶ αἱ ἀριθμῷ μόνῳ διαφέρουσαι ὁμοειδεῖς καὶ ὁμογενεῖς κινήσεις. ὥστε ὅπερ ἐπὶ τῆς φορᾶς οὐ διήθρωσε, τοῦτο νῦν σαφέστερον πεποίηκεν, ὅτι τῇ ἑτερότητι καὶ ταυτότητι τῶν καθ’ ἃ ἡ κίνησις γίνεται χρὴ κρίνειν τὰ ἀσύμβλητα καὶ τὰ συμβλητά. τὸ δὲ ὧν εἰσιν αἱ κινήσεις εἶπεν εἴδει διαφέρειν δεῖν3 ἐν τοῖς κινουμένοις καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, ἵνα τὰ κινούμενα κατ’ ἐκεῖνα καθ’ ἃ κινεῖται εἴδει διαφέρῃ, τὸ μὲν εἰ τύχοι λευκαινόμενον, τὸ δὲ ὑγιαζόμενον (τούτων γάρ εἰσιν αἱ κινήσεις τῆς λευκότητος καὶ τῆς ὑγείας) καὶ καθ’ αὑτὸ διαφέρῃ τούτοις εἴδει, τουτέστι κατὰ τὴν λεύκανσιν καὶ ὑγίανσιν, ἀλλὰ μὴ κατὰ συμβεβηκὸς τῷ τὴν μὲν εἰ τύχοι ἵππου εἶναι τὴν δὲ ἀνθρώπου. τοῦτο γὰρ οὐκ ἔστι καθ’ ὃ κινοῦνται εἴδει διαφέρειν, ἀλλὰ καθ’ ὃ εἰσί. διὸ καὶ δοκεῖ πολλάκις τῷ τὰ ὑποκείμενα τοῖς καθ’ ἃ ἡ κίνησις γίνεται εἴδει διαφέρειν καὶ αὐτὴ ἡ κίνησις εἴδει διαφέρειν οὐ διαφέρουσα τῷ μηδὲ ἐκεῖνα διαφέρειν καθ’ ἃ ἡ κίνησις γίνεται. Οὕτως τῇ διαφορᾷ καὶ ταυτότητι τοῦ πάθους τὸ ἀσύμβλητον καὶ συμβλητὸν ἐπὶ τῶν ἀλλοιώσεων χαρακτηρίσας, ὡς τῆς ἀλλοιώσεως κατὰ πάθος γινομένης, καὶ βουλόμενος προσθεῖναι καὶ τὴν κατὰ τὸ ὑποκείμενον διαφορὰν ἐρωτᾷ πάλιν πότερον, ἐὰν ἰσοταχεῖς αἱ ἀλλοιώσεις ὦσι, τὸ πάθος δεῖ μόνον αἰτιάσασθαι ὅτι τὸ αὐτὸ ἢ μᾶλλον ὅτι ὅμοιον (τοῦτο γὰρ οἰκειότερον ὄνομα τῆς ποιότητος καὶ τῆς ἀλλοιώσεως, ὥσπερ τὸ ταὐτὸν τῆς οὐσίας), ἢ καὶ τὸ ὑποκείμενον καὶ ἀλλοιούμενον, ὅταν ἐν ἑκάστῳ τῶν ἀλλοιουμένων ἴσον ᾖ τὸ ἀλλοιούμενον, οἷον τῆς ἐπιφανείας τὸ εἰς τὸ λευκὸν μεταβεβληκὸς ἴσον ᾖ ἐν τῷ ἴσῳ χρόνῳ. καὶ πρὸ ὀλίγου δὲ τοῦτο ἀπορήσας, ὅτε ἔλεγε πότερον οὖν ἐν ᾧ τὸ πάθος ἢ τὸ πάθος δεῖ συμβαλεῖν, καὶ τὸ πάθος αἰτιασάμενος, νῦν προστίθησι τὸ ἐν ᾧ τὸ πάθος πρὸς ἄμφω λέγων χρῆναι βλέπειν καὶ πρὸς τὸ πάθος εἰ ταὐτὸν ἢ ὅμοιον εἴη, καὶ πρὸς τὸ ὑποκείμενον ᾖ ἴσον· καὶ ἄμφω μὲν συμβλητὰ νομίζειν, ἀλλὰ κατὰ μὲν τὸ πάθος ὅμοια ἢ ἀνόμοια ἢ ταὐτὰ ἢ ἕτερα, κατὰ δὲ τὸ ὑποκείμενον ἴσα ἢ ἄνισα. οὕτω δὲ ἔσται τις ἀλλοίωσις ἡ αὐτὴ μέν, ἂν ᾖ κατὰ ταὐτὸν πάθος, ἄνισος δέ, ἂν ᾖ τὰ δεδεγμένα τὸ πάθος ἄνισα, καὶ ἀνάπαλιν ἴση μέν τις οὐχ ἡ αὐτὴ δὲ ἢ οὐχ ὁμοία.
但若受动状态并非相同,而是一者为此、另一者为彼,从而一者变白而另一者痊愈,那么在它们之中便没有任何可据以比较的东西;因为既不存在如在量上的相等,也不存在如在质上的相似,亦不存在共通地述说于二者的相同。他随即提出了原因:因为受动状态的差异所据以存在的当之物,即质变所据以发生的当之物,即使发生于相同的底层质料之中,也会立即造成质变的不同诸种。并且在“在这些已经……之点上”这一句中,必须对“在……之点上”标以粗气符号。因为在位移中也曾说明过,不同种的运动是不可比较的;因此在质变中,依据在种上相异的诸受动状态而发生的质变同样是不可比较的。 因此,若位移与质变在种上的差异是不可比较性的原因,人们就必须在自身中区分位移有多少种以及质变有多少种,以便我们能够认识所提出的运动彼此在何种方式上相异而在何种方式上不相异。然而,他现在略过了将每种运动划分为不可分割之种的划分,而是传授了一种取自诸差异之共通性的普遍方法。因为正如他自己所教导的那样,相异之物或在属上相异,或在种上相异,或在数目上相异。因此,被运动之物彼此相异所依据的差异,并非依据任何其他事物,而是依据它们所据以被运动的当之物(因为他说这些就是运动所属的事物),若这一差异是依据属的,诸运动彼此也将依据属而相异;例如,若一者生长而另一者变白,那么生长与变白就将在属上相异;因为一者依据量,另一者依据质,而量与质在存在者之中是属上相异的。但若被运动之物依据其所据以被运动的当之物在种上相异,诸运动也将依据种而相异,正如变白与变黑那样。而若对于被运动之物而言,在其所据以被运动的当之物上的差异并非在种上,而仅在数目上,那么这些运动彼此也将仅在数目上相异。唯有这些仅在数目上相异且同种同属的运动,才是可比较的。因此,他在位移中未能清晰界定的东西,如今阐发得更加明晰:人们必须通过运动所据以发生之物的相异性与同一性,来判定不可比较与可比较之物。 他说,“运动所属的事物”在被运动之物中必须是自身本质地而非偶性地在种上相异,以使被运动之物依据其所据以被运动的那些事物在种上相异——例如一者变白,另一者痊愈(因为运动属于这些:属于白与健康)——并且凭借这些事物自身本质地在种上相异,亦即依据变白与痊愈相异,而非偶性地由于一者碰巧属于马而另一者属于人。因为这并非依据它们所据以被运动之物在种上相异,而是依据它们所是之物相异。因此,往往由于运动所据以发生之物的底层质料在种上相异,便显得运动自身也在种上相异,尽管由于运动所据以发生之物本身并不相异,运动也并未相异。 由于质变是依据受动状态发生的,他这样通过受动状态的差异与同一性界定了质变中的不可比较性与可比较性,并希望进一步附加上依据底层质料的差异,于是他再次发问:若诸质变是等速的,究竟应当仅仅将受动状态归为原因——因为它是相同的,抑或宁可说因为它是相似的(因为这对于质和质变是更为本己的名称,正如“相同”对于实体那样)——还是连同作为被质变者的底层质料也归为原因,即当在每个被质变者中被质变的部分相等时(例如在相等时间内表面变化为白色的部分相等)。不久前他也曾提出这一疑难,当时他谈到究竟应当比较受动状态居于其中的事物还是受动状态本身,并将受动状态归为原因,而现在他把受动状态居于其中的事物也附加上去,指出必须同时关注二者:既要关注受动状态是相同还是相似,又要关注底层质料是否相等;并且应当认为二者皆是可比较的,但依据受动状态而言是相似或不相似、相同或相异,依据底层质料而言则是相等或不等。这样,某种质变若依据相同的受动状态,则将是相同的,但若容受该受动状态之物是不等的,则将是不等的;反之,某种质变将是相等的,但并非相同或并非相似。
- 7.32καὶ χρὴ ἐν τῷ ᾗ ἤδη ταῦτα τὸ ᾗ δασύνειν
注疏者针对亚里士多德正文读法所作的语文学说明。τὸ ᾗ 作为被提及的词,作 δασύνειν(加粗气符号)的直接宾语。此举旨在指导读者将其读作带粗气符号的关系副词 ᾗ(“在……之点上”),而非读作连词 ἤ(“或者”)。
- 7.32καθ’ ἣν οὖν διαφορὰν τὰ κινούμενα διαφέρει ἀλλήλων... εἰ μὲν κατὰ γένος εἴη αὕτη
前置主题化结构:关系从句 καθ’ ἣν οὖν διαφορὰν... 被倒装于句首作为论述主题,随后在条件从句中由指示代词 αὕτη(“若此[差异]是依照属的”)加以承接与呼应。
- 7.32τὸ δὲ ὧν εἰσιν αἱ κινήσεις εἶπεν εἴδει διαφέρειν δεῖν
冠词短语 τὸ ὧν εἰσιν αἱ κινήσεις(引用亚里士多德的词句“运动所属的事物”)实质化为一个中性单数短语,作为不定式 διαφέρειν 的宾格主语(逻辑主语),整体由主动词 εἶπεν 及 δεῖν 所统辖。
