- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:108.30-110.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过指出麦里梭将“生成者”与“具有起点者”视为外延等同的概念,化解了从前件进行换位的逻辑指责,论述了量度与时间有限性的对应关系,捍卫了麦里梭关于无限、不可分与单一的论证,并在末尾引用了欧德谟关于推导出一者的质疑。
καὶ οὕτως μὲν αἱ προτάσεις ἐλήφθησαν ἀληθῶς καὶ ἡ ἀντιστροφὴ δὲ ἐπὶ τῶν ἐξισαζόντων οὐ κωλύεται ἀπὸ τοῦ ἡγουμένου γίνεσθαι·1 ὡς ὅταν εἴπωμεν ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷον λογικὸν θνητόν ἐστι’, καὶ ‘εἰ μὴ ἔστιν ἄνθρωπος, οὐδὲ ζῷον λογικὸν θνητόν’. εἰ τοίνυν τὸ γενητὸν ἐξισάζει πρὸς τὸ ἀρχὴν ἔχον καὶ τέλος, οὐδὲν διαφέρει καὶ ἀπὸ τοῦ ἡγουμένου ἀντιστρέψαι. ἐξισάζει γὰρ καὶ τὸ ἀγένητον τῷ ἀρχὴν μὴ ἔχοντι, οὐκέτι τοῦ κατὰ τὸν οὐρανὸν καὶ ὅλως τὰ ἀΐδια σώματα παραδείγματος ἐνοχλοῦντος ἡμᾶς. ἀγένητα γὰρ ταῦτα οὐχ ὡς ἀμερῆ, ἀλλ’ ὡς μὴ ἀπ’ ἀρχῆς χρόνου γεγενημένα. Ἐγκαλεῖται δὲ ὁ Μέλισσος καὶ ὡς τῆς ἀρχῆς πολλαχῶς λεγομένης ἀντὶ τῆς κατὰ τὸν χρόνον ἀρχῆς, ἥτις ὑπάρχει τῷ γενητῷ, τὴν κατὰ τὸ πρᾶγμα λαβών, ἥτις καὶ τοῖς ἀθρόως μεταβάλλουσιν οὐχ ὑπάρχει. ἔοικε δὲ αὐτὸς καὶ πρὸ τοῦ Ἀριστοτέλους τεθεᾶσθαι καλῶς ὅτι πᾶν σῶμα, καὶ τὸ ἀΐδιον, πεπερασμένον ὑπάρχον πεπερασμένην ἔχει δύναμιν καὶ ὅσον ἐφ’ ἑαυτῷ ἀεὶ ἐν τέλει χρόνου ἐστί, διὰ δὲ τὴν ἀεικίνητον τοῦ παράγοντος ἐπιστασίαν καὶ ἐν ἀρχῇ ἀεί ἐστι καὶ ἀΐδιον ὑπάρχει, ὥστε τὸ κατὰ μέγεθος ἀρχὴν καὶ τέλος ἔχον καὶ κατὰ χρόνον ἔχει ταῦτα καὶ ἀνάπαλιν.2 τὸ γὰρ ἀρχὴν ἔχον χρόνου καὶ τέλος οὐχ ἅμα πᾶν ἐστι. διὸ ποιεῖται μὲν τὴν ἀπόδειξιν ἀπὸ τῆς κατὰ χρόνον ἀρχῆς καὶ τελευτῆς. ἄναρχον δὲ οὕτως καὶ ἀτελεύτητον οὔ φησιν εἶναι ὃ μὴ πᾶν ἐστι, τουτέστιν ὃ μὴ ἅμα ὅλον ἐστίν· ὅπερ τοῖς ἀμερέσιν ὑπάρχει καὶ τῷ ὄντι ἀπείροις, τῷ δέ γε ἁπλῶς ὄντι καὶ κυριώτατα· τῷ γὰρ ὄντι πᾶν ἐκεῖνό ἐστι. λέγει δὲ ταῦτα οὕτως ὁ Μέλισσος “ὅτε τοίνυν οὐκ ἐγένετο, ἔστι δέ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστιν. εἰ μὲν γὰρ ἐγένετο, ἀρχὴν ἂν εἶχεν (ἤρξατο γὰρ ἄν ποτε γινόμενον) καὶ τελευτήν (ἐτελεύτησε γὰρ ἄν ποτε γινόμενον)· εἰ δὲ μήτε ἤρξατο μήτε ἐτελεύτησεν ἀεί τε ἦν καὶ ἀεὶ ἔσται, οὐκ ἔχει ἀρχὴν οὐδὲ τελευτήν· οὐ γὰρ ἀεὶ εἶναι ἀνυστὸν ὅ τι μὴ πᾶν ἐστι”.3 καὶ ὅτι μὲν τὸ “ποτὲ” χρονικόν ἐστι, δῆλον· ὅτι δὲ “γινόμενον” τὸ κατ’ οὐσίαν γενητὸν εἶπεν, ὃ ἕως ἂν ᾖ γινόμενόν ἐστι καὶ οὐκ ὄν, δῆλον ἐκ τοῦ “ἐτελεύτησε γὰρ ἄν ποτε γινόμενον ὄν” καὶ ἐκ τοῦ “οὐ γὰρ ἀεὶ εἶναι ἀνυστὸν ὅ τι μὴ πᾶν ἐστι”, ὡς τοῦ ἀεὶ ὄντος, ὃ καὶ πᾶν ἐστιν, ἀντικειμένου τῷ γενητῷ. ὅτι δὲ ὥσπερ τὸ “ποτὲ γενόμενον” πεπερασμένον τῇ οὐσίᾳ φησίν, οὕτω καὶ τὸ ἀεὶ ὂν ἄπειρον λέγει τῇ οὐσίᾳ, σαφὲς πεποίηκεν εἰπών “ἀλλ’ ὥσπερ ἔστιν ἀεί, οὕτω καὶ τὸ μέγεθος ἄπειρον ἀεὶ χρὴ εἶναι”. μέγεθος δὲ οὐ τὸ διαστατόν φησιν· αὐτὸς γὰρ ἀδιαίρετον τὸ ὂν δείκνυσιν· “εἰ γὰρ διῄρηται, φησί, τὸ ἐόν, κινεῖται. κινούμενον δὲ οὐκ ἂν εἴη ἅμα.” μέγεθος τὸ δίαρμα αὐτὸ λέγει τῆς ὑποστάσεως. ὅτι γὰρ ἀσώματον εἶναι βούλεται τὸ ὄν, ἐδήλωσεν εἰπών “εἰ μὲν ὂν εἴη, δεῖ αὐτὸ ἓν εἶναι· ἓν δὲ ὂν δεῖ αὐτὸ σῶμα μὴ ἔχειν”. καὶ ἐφεξῆς δὲ τῷ ἀιδίῳ τὸ ἄπειρον κατὰ τὴν οὐσίαν συνέταξεν εἰπών “ἀρχήν τε καὶ τέλος ἔχον οὐδὲν οὔτε ἀΐδιον οὔτε ἄπειρόν ἐστιν” ὥστε τὸ μὴ ἔχον ἄπειρόν ἐστιν. ἀπὸ δὲ τοῦ ἀπείρου τὸ ἓν συνελογίσατο ἐκ τοῦ “εἰ μὴ ἓν εἴη, περανεῖ πρὸς ἄλλο”. τοῦτο δὲ αἰτιᾶται Εὔδημος ὡς ἀδιορίστως λεγόμενον γράφων οὕτως· “εἰ δὲ δὴ συγχωρήσειέ τις ἄπειρον εἶναι τὸ ὄν, διὰ τί καὶ ἓν ἔσται; οὐ γὰρ δὴ διότι πλείονα, περανεῖ πῃ πρὸς ἄλληλα.4 δοκεῖ γὰρ καὶ ὁ παρεληλυθὼς χρόνος ἄπειρος εἶναι περαίνων πρὸς τὸν παρόντα. πάντῃ μὲν οὖν ἄπειρα τὰ πλείω τάχα οὐκ ἂν εἴη, ἐπὶ θάτερα δὲ φανεῖται ἐνδέχεσθαι. χρὴ οὖν διορίσαι, πῶς ἄπειρα οὐκ ἂν εἴη, εἰ πλείω.”
这样一来,这些前提便是被真实地预设的,而在外延等同的事物上,从前件出发进行换位并不受阻碍——正如当我们说“如果是人,也就是理性的会死的动物”以及“如果不是人,也就不是理性的会死的动物”。因此,如果生成者与具有起点和终结者外延等同,那么从前件进行换位也就毫无不当。因为非生成者也与不具有起点者外延等同,关于天空以及一般而言的永恒物体的例子便不再困扰我们了。因为这些事物并非作为无部分者,而是作为并非从时间的起点生成者,才是非生成的。 麦里梭还受到指控,说因为起点有多重含义,他便取用了依事物而言的起点(这甚至不属于一下子变化的事物),而非取用属于生成者的依时间而言的起点。但他本人似乎甚至在亚里士多德之前就已妥当地看清:凡物体,即便永恒的物体,由于是有限的,都具有有限的能力,且就其自身而言始终处于时间的终结之中,但由于产出者的不断运动的统辖,它又始终处于起点之中并且永恒地存在;因此依量度而言具有起点和终结者,依时间而言也具有这些,反之亦然。因为具有时间的起点和终结者并非一下子是全体。因此他确实是从依时间而言的起点和终结出发进行证明的。但他指出,凡不是全体的——即不是一下子作为整体的——就不能如此既无起点又无终结;这属于无部分者以及真正无限者,并且最为严格、最为本质地属于单纯的存在;因为那〔单纯的存在〕真正是全体。麦里梭是这样叙述这些的:“因此,既然[存在]并未生成,而是存在着,它就过去始终存在,将来也始终存在,既无起点也无终结,而是无限的。因为如果它曾生成,它就会具有起点(因为在生成中它曾一度开始)和终结(因为在生成中它曾一度终结);但如果它既未开始也未终结,且过去始终存在并将始终存在,它就既无起点也无终结;因为凡不是全体的事物,不可能始终存在”。显然,“一度”是表示时间的;而他说“在生成中”,是指在实体上生成者(只要它存在着,它就是正在生成者而非存在者),这由“因为作为正在生成者它曾一度终结”以及由“凡不是全体的事物,不可能始终存在”即可明了,因为始终存在者(它也是全体)是与生成者相对立的。而正如他称“一度生成者”在实体上是有限的一样,他也称始终存在者在实体上是无限的,他说“正如它始终存在,它的量度也必须始终是无限的”,这就使这一点清楚明白了。但他所说的量度并不是指有广延者;因为他自己证明了存在是不可分的,他说:“因为如果存在被分割,它就在运动;而运动着的事物不可能一下子[全体地]存在”。他将实存本身的伸展称为量度。因为他意图使存在成为非物体性的,他说“如果是存在,它就必须是一;但作为一,它必须没有物体”,这就表明了这一点。紧接着他又将依实体而言的无限与永恒联系在一起,说“具有起点和终结的事物既非永恒亦非无限”,因此不具有它们的事物便是无限的。他又根据“如果不是一,它就会相对于另一事物而被限定”,从无限推论出一。但欧德谟指责这一说法未加界定,他这样写道:“然而,即便有人承认存在是无限的,为什么它还会是一呢?因为并不是由于它们较多,就必然在某方面相对于彼此而被限定。因为过去的时间虽然相对于现在被限定,似乎也是无限的。因此,多个事物要在一切方向上都是无限的,或许是不可能的,但在一个方向上看来是可能的。所以应当界定:如果它们较多,如何就不能是无限的”。
- 1.17ἡ ἀντιστροφὴ δὲ ἐπὶ τῶν ἐξισαζόντων οὐ κωλύεται ἀπὸ τοῦ ἡγουμένου γίνεσθαι
“从前件出发进行换位”(ἀπὸ τοῦ ἡγουμένου ἀντιστρέψαι)在形式逻辑上指否定前件(“如果A则B,所以如果非A则非B”),但在词项外延等同(ἐπὶ τῶν ἐξισαζόντων)的情形下构成充要条件,因而是有效的推论。理解句法所表达的这一限定条件是读解的关键。
- 1.17ὥστε τὸ κατὰ μέγεθος ἀρχὴν καὶ τέλος ἔχον καὶ κατὰ χρόνον ἔχει ταῦτα καὶ ἀνάπαλιν
在表示结果的 ὥστε 从句中,主语是分词短语 τὸ κατὰ μέγεθος ἀρχὴν καὶ τέλος ἔχον,谓语动词是 ἔχει,指示代词 ταῦτα 指代前文的 ἀρχὴν καὶ τέλος。καὶ ἀνάπαλιν(“反之亦然”)则简洁地补充了逆命题,即依时间而言具有起点和终结者,依量度而言亦具有这些。
- 1.17οὐ γὰρ ἀεὶ εἶναι ἀνυστὸν ὅ τι μὴ πᾶν ἐστι
中性无人称形容词 ἀνυστόν(是可能的)统辖不定式 ἀεὶ εἶναι,不定关系从句 ὅ τι μὴ πᾶν ἐστι 充当该不定式的逻辑主语(“凡不是全体的事物始终存在是不可能的”)。否定词 οὐ 否定整个述谓词 ἀνυστόν。
- 1.17οὐ γὰρ δὴ διότι πλείονα, περανεῖ πῃ πρὸς ἄλληλα
在欧德谟的引文中,οὐ γὰρ δὴ(“因为绝非……”)否定了整个复合句。在原因从句 διότι πλείονα [ἐστί](“由于较多”)之后,主句动词 περανεῖ(第三人称将来时主动语态,与中性复数主语搭配)表示“将以某种方式相对于彼此被限定/限定彼此”。
