← 辛普里丘

亚里士多德《物理学》注释

§1097.20-1099.14

种差的判定基准与质变的可比较性

针对亚里士多德的文本(249a25),辛普里丘探讨了作为可比较性标准的“种的差异”究竟取决于底层质料还是取决于种自身,并论证了应当以理性而非感觉作为判定标准。随后他将对可比较性的探究扩展至质变,指出质变中的等速性是由受动状态(质)在种上的同一性以及程度的一致性来界定的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.32#1

" Πότε οὖν ἕτερον τὸ εἶδος ἕως τοῦ ἴση δὲ ἢ ἄνισος, ᾗ ἐκεῖνο ἄνισον." Εἰπὼν τὰ μὲν διαφέροντα κατ’ εἶδος ἀσύμβλητα εἶναι, τὰ δὲ ἀδιάφορα συμβλητά, ζητεῖ λοιπὸν πότε ἕτερον τὸ εἶδος καὶ διάφορον. ἆρα ὅταν τὰ ὑποκείμενα διαφέρῃ καὶ τὸ εἶδος ἕτερόν ἐστι τὸ ἐν τοῖς διαφόροις ὑποκειμένοις; οἷον τὸ λευκὸν τό τε ἐν ἵππῳ καὶ ἐν ἀνθρώπῳ ἆρα ἕτερόν ἐστι κατ’ εἶδος διὰ τὴν τῶν ὑποκειμένων διαφορὰν ἢ οὐκ ἀρκεῖ τὸ ὑποκείμενον μόνον διαφορὰν ἔχειν, ἀλλὰ χρὴ πρὸς τῇ τοῦ ὑποκειμένου διαφορᾷ καὶ τὸ εἶδος αὐτὸ διάφορον εἶναι, ὥστε ἄλλο εἶδος ἐν ἄλλῳ ἔχειν ὑποκειμένῳ τὰ διαφέρειν κατ’ εἶδος λεγόμενα; καὶ γὰρ εἴρηται ἤδη, ὅτι ἓν ἑνὸς δεκτικόν ἐστι, καὶ ὅτι ἀντακολουθεῖ ἀλλήλοις τά τε ὑποκείμενα καὶ τὰ ἐν αὐτοῖς εἴδη. καὶ κἄν τε ἕτερα ᾖ τὰ δεκτικά, καὶ τὰ ἐν αὐτοῖς ἕτερά ἐστι· κἄν τε ὁμοειδῆ τὰ ὑποκείμενα, καὶ τὰ ἐν αὐτοῖς τῆς αὐτῆς ἐστι φύσεως. ὧν γὰρ ἡ ἐπιφάνεια ὁμοειδὴς οὖσα δεκτική ἐστι πρώτων,1 ταῦτα τῆς αὐτῆς ἐστι φύσεως ἀλλήλοις, κἂν μὴ ὁμοειδῆ τυγχάνῃ ὥσπερ τὰ χρώματα. Ζητεῖ οὖν τίς ὅρος καὶ τίνι κρινοῦμεν, πότε ταὐτὸν σημαίνει τὸ λευκὸν ἢ τὸ γλυκὺ ὡς μίαν καὶ τὴν αὐτὴν ἔχον φύσιν, οἷον ὅταν ἐν ἵππῳ καὶ κυνὶ τὸ λευκὸν θεωρῆται, ἢ ἕτερον καὶ ἕτερον, ὅταν ἐν ἐπιφανείᾳ καὶ ἐν φωνῇ καὶ τὸ γλυκὺ τὸ ἐν χυμῷ καὶ ἐν φωνῇ· ἵνα οὖν μὴ ἐν τοῖς κατὰ μέρος περιπλανώμεθα, τίς ὅρος καὶ κριτήριον ἂν εἴη τῆς τοιαύτης διακρίσεως; ἆρα οὖν, ὥσπερ ἐδόκει Πρωταγόρᾳ, ἡ αἴσθησις κριτήριον ἱκανὸν τῶν τοιούτων ἐστίν, ὥστε τὸ ἑκάστῳ φαινόμενον κατὰ τὴν αἴσθησιν τοῦτο καὶ ἀληθὲς νομίζειν, εἴτε ταὐτὸν εἴτε ἕτερον ἡ αἴσθησις ἀπαγγέλλει; ἢ οὐ χρὴ τῇ αἰσθήσει καὶ τῇ ἀπ’ αὐτῆς φαντασίᾳ τὴν κρίσιν ἐπιτρέπειν, πολλαχοῦ διαψευδομέναις, ἀλλὰ τῷ λόγῳ τὴν φύσιν καὶ τὴν ὕπαρξιν τῶν πραγμάτων ζητεῖν; ἐπεὶ ἥ γε αἴσθησις τὸ ταχὺ καὶ βραδὺ τῆς κινήσεως ἐπί τε τῆς εὐθείας καὶ ἐπὶ τοῦ κύκλου ὡς ὁμοφυῆ κρίνει. Ταῦτα ἐπὶ τῆς κατὰ τὴν φορὰν ἐννοίας ἀπορήσας, κἂν μὴ ὀνομάζῃ τὴν φοράν, ἀλλὰ λευκοῦ καὶ γλυκέος ἐμνημόνευσεν, ἐκτείνει τὴν ζήτησιν καὶ ἐπὶ τὰς ἄλλας κινήσεις καὶ μεταβολὰς ζητῶν, πῶς χρὴ καὶ ἐπ’ ἐκείνων εὑρίσκειν τὰ συμβλητὰ καὶ ἀσύμβλητα, τό ταὐτὸν καὶ μὴ ταὐτὸν διορίζοντας. καὶ πρῶτον τῆς ἀλλοιώσεως μνημονεύσας δείκνυσιν, ὅτι καὶ ἀλλοιώσεις εἰσὶ συμβληταί· ἔστι γὰρ τὸν μὲν ταχέως ἰαθῆναι τὸν δὲ βραδέως καὶ δηλονότι καὶ ἅμα τινάς. εἰ οὖν τὸ ὑγιάζεσθαι ἀλλοιοῦσθαί ἐστιν, ἔσται ἀλλοίωσις ἰσοταχὴς ἡ ἐν ἴσῳ χρόνῳ γινομένη. ἀλλ’ οὐκ ἦν ἁπλῶς ἰσοταχῆ ἐν φορᾷ τὰ ἐν ἴσῳ χρόνῳ κινούμενα, ἀλλ’ ὅταν τὸ ἴσον ἐν ἴσῳ κινῆται· ἴσα δέ ἐστι διαστήματα τὰ τῶν αὐτῶν ὄντα μέτρων. ἀλλ’ ἐπὶ ἀλλοιώσεως τί ἂν εἴη τὸ καθ’ ὃ ἀλλοιοῦται τὸ ἀλλοιούμενον; δηλονότι ποιότης· ἡ γὰρ κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσις λέγεται· τὸ δὲ ἴσον οὐκ ἔστιν ἐπὶ ποιότητος λεγόμενον, ἀλλ’ ὡς ἐν τῷ ποσῷ ἰσότης λέγεται, οὕτως ἐν τῷ ποιῷ ὁμοιότης, ὡς καὶ ἐν Κατηγορίαις διώρισται. τούτοις οὖν καλῶς ἐπιστήσας ἔστω, φησίν, ἰσοταχὲς εἶναι ἐπὶ ἀλλοιώσεως τὸ τὸ αὐτὸ μεταβάλλειν ἐν τῷ ἴσῳ χρόνῳ, κοινὸν ὄνομα τὸ τοῦ ταὐτοῦ καὶ τῆς ἰσότητος εὑρὼν καὶ τῆς ὁμοιότητος.2 καὶ ἀπορεῖ λοιπὸν τὸ ἐν ταῖς συμβληταῖς ἀλλοιώσεσι ταὐτὸν πότερον ἐν τῷ ὑποκειμένῳ δεῖ ζητεῖν, ἐν ᾧ τὸ πάθος ἢ ἐν αὐτῷ τῷ πάθει, τουτέστι ποτέρας ἰσοταχεῖς ῥητέον ἀλλοιώσεις τὰς ἐν τῷ ἴσῳ χρόνῳ τὰ αὐτὰ ὑποκείμενα ἐχούσας ἠλλοιωμένα, ἢ τὰς ἐν τῷ ἴσῳ χρόνῳ κατὰ τὰ αὐτὰ πάθη μεταβεβληκυίας. καί φησιν, ὅτι ἐπὶ μὲν τοῦ προτεθέντος παραδείγματος τοῦ τῆς ὑγείας ἰσοταχὴς ἡ ὑγίανσίς ἐστι τῷ πάθος, τουτέστι τὴν ὑγείαν καθ’ ἣν ἡ μεταβολὴ τοῖς ὑγιαζομένοις γίνεται, τὴν αὐτὴν εἶναι τῷ εἴδει (οἷον ὀφθαλμῶν φέρε εἰπεῖν καὶ μὴ ἄλλου μορίου) ἢ τῷ ὑγείαν ἁπλῶς ἀλλὰ μὴ ἄλλο πάθος εἶναι. Καὶ τοῦτο δὲ χρὴ προσεῖναι ταῖς ἰσοταχέσιν ὑγείαις τὸ μήτε μᾶλλον μήτε ἧττον ἀλλ’ ὁμοίως ὑπάρχειν. ὃ γάρ ἐστιν ἐπὶ τῶν μὴ ἰσοταχῶν φορῶν τὸ ποτὲ μὲν θᾶττον ποτὲ δὲ βραδύτερον φέρεσθαι, τοῦτο ἐπὶ τῶν μὴ ἰσοταχῶν ἀλλοιώσεων δοκεῖ τὸ ποτὲ μὲν μᾶλλον ποτὲ δὲ ἧττον ἀλλοιοῦσθαι.

“那么,种何时是相异的……直至‘在其不等之点上,或者相等或者不等’。” 在说明了在种上相异者不可比较而在种上无差异者可比较之后,他接下来探究种何时是另者和相异的。难道是当底层质料相异时,存在于不同底层质料中的种也是另者吗?例如,马中的白与人中的白是否由于底层质料的差异而在种上是另者,抑或仅是底层质料具有差异并不充分,而是除了底层质料的差异之外,种自身也必须是相异的,从而被称为在种上相异的事物是在不同的底层质料中具有不同的种?因为先前已经说过,一者是一者的容受者,且底层质料与存在于其中的诸种是相互伴随的。若容受者是另者,存在于其中的事物也是另者;而若底层质料同种,存在于其中的事物也具有相同的自然本性。因为表面作为同种之物所原初容受的那些事物,即使它们碰巧并非同种(如诸颜色),彼此之间也属于相同的自然本性。于是他探究,界说是什么以及我们以何物来判定,“白”或“甜”何时作为具有单一且相同的自然本性而意指相同之物(例如当白在马和狗中被观察到时),又何时意指不同的事物(如当它存在于表面中和声音中,以及甜存在于滋味中和声音中时);为了使我们不至于在个别事物中徘徊迷茫,这种区分的界说与标准会是什么?难道正如普罗泰戈拉所认为的那样,感觉是此类事物的充分标准,从而依据感觉向每个人显现的东西,无论感觉报告其为相同还是为另者,都应当被认为是真实的吗?抑或不应当把判断托付给在许多场合下产生欺骗的感觉及其引发的表象,而应当通过理性(逻各斯)来探究事物的自然本性与实存?因为感觉至少会将直线和圆上的运动的快慢判定为性质相同之物。 他在关于位移的概念上提出了这些疑难之后(即使他没有明确提到位移的名称,而是提及了白与甜),将探究扩展到了其他诸种运动与变化,探寻应当如何在那些运动与变化中也通过界定相同与不相同来发现可比较与不可比较之物。他首先提及质变,表明质变也是可比较的;因为一个人可能快速痊愈,另一个人可能缓慢痊愈,显然有些人也可以同时痊愈。因此,若恢复健康就是质变,那么在相等时间内发生的质变就是等速的质变。但对于位移而言,在相等时间内被运动的事物并不简单地就是等速的,而是当相等者在相等时间内被运动时才是等速的;而相等的间隔,就是具有相同度量的间隔。但在质变中,被质变者所依据而质变的那一事物会是什么呢?显然是质;因为依据质的变化被称为质变。但在质上并不述说“相等”,而是如同在量上被称为相等那样,在质上被称为相似,这正如在《范畴篇》中所界定的那样。因此,在妥善注意到这些之后,他说,姑且设定在质变中所谓等速就是在相等时间内使相同之物发生变化,他找到了“相同”作为相等与相似的共同名称。随后他提出了剩余的疑难:在可比较的质变中,人们究竟应当在受动状态(属性)所居的底层质料中探求相同之物,还是在受动状态自身中探求——也就是说,究竟应当将哪种质变称为等速的:是在相等时间内具有相同的被质变的底层质料的质变,还是在相等时间内依据相同的受动状态发生变化的质变?他说,在所提出的健康的例子中,痊愈之所以是等速的,是由于其受动状态,即在被治愈者身上发生变化所依据的健康本身,在种上是相同的(例如眼睛的健康而非其他部分的健康),或者是由于它单纯是健康而非其他受动状态。并且对于等速的健康而言,还必须具备这一点:既非更多亦非更少,而是同样地存在。因为在不等速的位移中所存在的时而运移得更快时而更慢,在不等速的质变中似乎正表现为时而质变得更多时而更少。

语法注2 条
  1. 7.32ὧν γὰρ ἡ ἐπιφάνεια ὁμοειδὴς οὖσα δεκτική ἐστι πρώτων

    关系代词 ὧν 是由形容词 δεκτική(“可容受……的”)支配的宾格性属格,其先行词是下文的 ταῦτα(指代颜色等性质)。πρώτων 在此作为谓词性成分与 δεκτική ἐστι 结合,意为“原初地容受”。

  2. 7.32κοινὸν ὄνομα τὸ τοῦ ταὐτοῦ καὶ τῆς ἰσότητος εὑρὼν καὶ τῆς ὁμοιότητος

    κοινὸν ὄνομα 是分词 εὑρών 的宾语,τὸ τοῦ ταὐτοῦ(“‘相同’的名”)作为同位语说明其具体内容。随后的连接属格 καὶ τῆς ἰσότητος … καὶ τῆς ὁμοιότητος 则依附于 κοινόν 的共通含义,表示“对于相等与相似两者共同的名称”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1097.20-1099.14