← 辛普里丘

亚里士多德《物理学》注释

§1096.11-1097.19

同属异种的不可比较性与同名异义的类型

辛普利丘根据亚里士多德在249a21中的论述解释道,由于属并非单一自然本性,同属异种的事物是不可比较的;并阐明了因偶发相似、类比以及源于或朝向一者的同名异义性所引发的可比较性错觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.31

" Καὶ σημαίνει ὁ λόγος οὗτος, ὅτι τὸ γένος οὐχ ἕν τι ἕως τοῦ διὸ οὐ δοκοῦσιν ὁμωνυμίαι εἶναι οὖσαι." Δείξας ὅτι αἱ μὲν ὁμοειδεῖς κινήσεις, ὧν τὸ εἶδος οὐκέτι διαιρεῖται εἰς ἄλλα εἴδη, διὰ τὸ μία φύσις εἶναι συμβληταί εἰσιν, αἱ δὲ διαφέρουσαι κατ’ εἶδος ἀσύμβλητοι, ὥσπερ πόρισμα ἐκ τῶν εἰρημένων συνάγει, ὅτι τὰ ὁμογενῆ οὐκ ἔστι συμβλητά, διότι οὐκ ἔστιν ἓν τῷ εἴδει ἀλλὰ τῷ γένει. τὸ δὲ γένος οὐκ ἔστιν ἕν τι εἶδος ὥσπερ τὸ ἔσχατον εἶδος, ὃ μηκέτι διαιρεῖται εἰς εἴδη (γένος γάρ ἐστι τὸ εἰς πλείονα εἴδη διαιρούμενον), ὥστε τὰ ὁμογενῆ καὶ μὴ ὁμοειδῆ οὐκ ἔστι συμβλητά. καὶ παρὰ τοῦτο, φησί, πολλὰ λανθάνει μὴ ὄντα μέν, νομιζόμενα δὲ συμβλητά· ὡς ἡ εὐθεῖα καὶ ἡ περιφερής, ὅτι1 γένος οὖσαν τὴν γραμμὴν καὶ διαιρουμένην εἰς ταύτας ὡς μίαν τινὰ φύσιν ἔχον τὸ γένος λαμβάνοντες καὶ τὴν εὐθεῖαν καὶ περιφερῆ ὡς ὁμοφυεῖς συμβλητὰς νομίζουσιν. Εἰπὼν δὲ αἴτιον εἶναι τοῦ τὰ ὁμογενῆ τινας συμβλητὰ νομίζειν τὸ ἕν τι ἡγεῖσθαι τὸ γένος, ἐπάγει καὶ τὴν περὶ τὰ ὁμώνυμα συμβαίνουσαν ἀπάτην, δι’ ἥν, καίτοι πάντων τῶν ὁμωνύμων ἑτεροφυῶν ὄντων, εἴπερ ὄνομα μόνον κοινὸν ἔχουσι τὴν δὲ οὐσίαν διάφορον, καὶ ἀσυμβλήτων ὄντων, τινὰ ὅμως αὐτῶν συμβλητὰ δοκεῖ. τῶν γὰρ ὁμωνύμων, φησί, πολλή τίς ἐστι διαφορά· καὶ γὰρ αἱ μὲν πολὺ ἀπέχουσιν ὥσπερ αἱ ἀπὸ τύχης, αἱ δὲ ἔχουσί τινα ὁμοιότητα ὡς αἱ εἰκόνες πρὸς τὰ πρωτότυπα, αἱ δὲ ἐγγύς εἰσιν ἢ γένει ἢ ἀναλογίᾳ, γένει μὲν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα·2 κοινὸν γάρ τι αὐτοῖς τό τε ἀφ’ οὗ καὶ τὸ πρὸς ὃ φαντασίαν ἀποτελοῦν γένους. ἀναλογίᾳ δὲ ὁμώνυμά ἐστι τὰ τὴν ἐν τῷ λόγῳ καὶ τῇ χρείᾳ ὁμοιότητα σῴζοντα ὡς ἡ ἀρχή· καὶ γὰρ ἡ πηγὴ καὶ ἡ καρδία καὶ μονὰς καὶ σημεῖον καὶ τὸ ἡγούμενον ἐν πόλει ἀρχὴ λέγεται τοσοῦτον ἀλλήλων τῇ φύσει διαφέροντα. τὰ οὖν ἐγγὺς ὄντα καὶ ὅμοια ὡς ὁμοφυῆ λαμβάνοντες συμβλητὰ ἡγοῦνται, ὡς τὸ πολὺ καὶ διπλάσιον ἐπὶ ὕδατος καὶ ἀέρος. δύναται δὲ τὸ καὶ σημαίνει ὁ λόγος οὗτος ὅτι τὸ γένος οὐχ ἕν τι ἐπὶ τῆς κινήσεως εἰρῆσθαι. καὶ γὰρ εἶπεν πρότερον, ὅτι αἴτιον τοῦ μὴ συμβλητὰς εἶναι τήν τε φορὰν καὶ τὴν ἀλλοίωσιν κινήσεις οὔσας τὸ τὴν κίνησιν ἔχειν εἴδη καὶ μὴ εἶναι ἕν τι αὐτὴν εἶδος μηδὲ μίαν φύσιν ὥσπερ οὐδὲ ἡ γραμμή. ὁ δὲ ἕν τι νομίζων τὴν κίνησιν εἶδος ἄτομον καίτοι γένος οὖσαν κατὰ ἀλήθειαν, ὁμοφυεῖς πάσας τιθεὶς τὰς κινήσεις, συμβλητὰς πάσας νομίζει καὶ τὰς οὐ συμβλητὰς νομιζομένας. ἔοικε δὲ τὴν κίνησιν γένος οὕτω λαμβάνειν ὡς3 κοινότητα ὁμωνύμως κατηγορουμένην τῶν διαφόρων κινήσεων, διότι ἄλλη μὲν ἡ κατὰ τόπον, ἄλλη δὲ ἡ κατὰ ποιότητα, καὶ ἄλλη ἡ κατὰ ποσότητα τῷ καὶ τὰ γένη ταῦτα διαφέρειν ἀλλήλων. καὶ διὰ τοῦτο ἐπιφέρει τὴν τῶν ὁμωνυμιῶν διαφορὰν αἰτίαν τῆς πλάνης τῆς περὶ τὰς συμβλητὰς καὶ ἀσυμβλήτους κινήσεις λέγων τὸ τινὰς τῶν ὁμωνύμων κινήσεων δι’ ὁμοιότητα ὁμοφυεῖς δοκεῖν καὶ διὰ τοῦτο συμβλητάς.

“并且这一论证意味着,属并非某种单一之物……直至‘因此,它们虽是同名异义的,却显得并非如此’。” 在表明了同种的运动(其种不再被划分为其他诸种)由于是单一自然本性因而可比较,而在种上不同的运动不可比较之后,他从前述内容中如同引出推论一般得出结论:同属的事物是不可比较的,因为它们不是在种上[为一],而是在属上[为一]。但属并非像不再被划分为诸种的最下种那样是某种单一的种(因为属是被划分为更多种的事物),因此同属而不同种的事物是不可比较的。他说,正因如此,有许多实际上不可比较却被认为可比较的事物未被察觉;例如直线与圆周[未被察觉]那样,因为对于线——它是一个属并被划分为这两者——人们把该属当作具有某种单一的自然本性来把握,便将直线与圆周当作性质相同之物而认为是可比较的。在指出了某些人认为同属之物可比较的原因在于把属当作某种单一之物之后,他又补充了关于同名异义之物所产生的欺骗,通过这种欺骗,尽管一切同名异义之物都是异质的(既然它们仅仅共有名称,而实体却相异)并且是不可比较的,但它们之中的某些事物却仍然显得是可比较的。因为他说,同名异义之物有着极大的差异;有些相去甚远,如出于偶然的同名异义之物;有些具有某种相似性,如画像之于原型;有些则通过属或通过类比而相近:通过属相近的,是那些被称为源于一者以及朝向一者之物;因为在它们之中存在着某种共通的东西,即“所由之物”和“所向之物”,从而产生了属的表象。而通过类比同名异义的,则是那些在定义和功用上保持相似性的事物,例如“始基”;因为泉水、心脏、单子、点以及城邦中的掌权者都被称为“始基”,尽管它们在自然本性上彼此差异如此巨大。于是,人们把相近且相似的事物当作性质相同之物来把握,便认为它们是可比较的,例如在水与空气上的“多”与“双倍”。此外,“并且这一论证意味着,属并非某种单一之物”这句话也可以理解为是关于运动而说的。因为他此前说过,位移与质变虽然同为运动却不可比较的原因,在于运动具有诸种,且其本身并非某种单一的种,亦非单一的自然本性,正如线也不是一样。而将运动认为是某种单一的不可分之种的人(尽管依真理而言它是一个属),把一切运动都设定为同质的,便认为一切运动都是可比较的,甚至包括那些被认为不可比较的运动。他[亚里士多德]似乎是这样把运动理解为属的,即作为同名异义地述说于不同运动的共通性,因为依位置的运动是一回事,依质的运动是另一回事,依量的运动又是另一回事,这是由于这些属彼此之间也存在差异。正因如此,他提出同名异义性的差异,指出关于可比较与不可比较之运动的迷误的原因在于某些同名异义的运动由于相似性而显得是同质的,并因此显得是可比较的。

语法注3 条
  1. 7.31ὡς ἡ εὐθεῖα καὶ ἡ περιφερής, ὅτι

    承接前句主要动词 λανθάνει 的省略结构,即“正如直线与圆周[虽不可比较却被认为可比较而未被察觉]那样”。其后的 ὅτι 从句解释了为何会产生这种疏忽,其中分词 λαμβάνοντες 修饰 νομίζουσιν。

  2. 7.31γένει μὲν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα

    在同名异义词的分类中,“源于一者与朝向一者”的表达虽非严格意义上的单义属,但因其呈现出属的假象(φαντασίαν γένους),故被称为“在属上(γένει)”相近。γένει 在此充当表示限定或方面的与格。

  3. 7.31ἔοικε δὲ τὴν κίνησιν γένος οὕτω λαμβάνειν ὡς

    动词 ἔοικε 在此作人称用法,以亚里士多德为隐含主语,支配补足不定式 λαμβάνειν(带双宾格 τὴν κίνησιν γένος)(“他[亚里士多德]似乎把运动理解为……”)。随后的 ὡς 引出不定式的补足成分:“作为同名异义地述说的共通性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1096.11-1097.19