- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1094.21-1096.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于依据器官差异而区分运动(如步行与飞行,乃形态之别而非种差)的讨论(249a17),并考察了运动的可比较性与种差的判定标准究竟在于轨道主体还是在于运动本身。
" Ὅτι δὲ ἐὰν δι’ οὗ. οἷον, εἰ πόδες, βάδισις ἕως τοῦ ὥστε σκεπτέον, τίς διαφορὰ κινήσεως." Εἰπὼν διάφορον γίνεσθαι κατ’ εἶδος φοράν, ὅταν τὸ ἐφ’ οὗ ἡ φορὰ διάφορον ᾖ κατ’ εἶδος, προστίθησιν ὅτι κἂν τὸ δι’ οὗ ἡ φορὰ γίνεται διάφορον ᾖ κατ’ εἶδος, διάφορον καὶ ἡ φορὰ κατ’ εἶδος ἔσται· οἷον ἐὰν τὸ μὲν διὰ ποδῶν κινῆται τὸ δὲ διὰ πτερύγων, καὶ τῶν κινήσεων γίνεται διαφορά· καὶ γὰρ ἡ μὲν διὰ ποδῶν βάδισίς ἐστιν. ἡ δὲ διὰ πτερύγων πτῆσις· καίτοι ἐπ’ εὐθείας γίνεσθαι δυνατὸν ἄμφω. τοῦτο δὲ εἰπὼν ἐπιφέρει· ἢ οὔ, ἀλλὰ τοῖς σχήμασιν ἡ φορὰ ἄλλη. οὐ βουλόμενος διάφορον κατ’ εἶδος γίνεσθαι κίνησιν, ἂν τὰ ὄργανα δι’ ὧν ἡ κίνησις κατ’ εἶδος διαφέρῃ, μηκέτι δὲ τὰ ἐφ’ ὧν γίνεται.1 τῷ γὰρ σχήματι μόνῳ, φησίν, ἕτεραί εἰσι κινήσεις ἥ τε πτῆσις καὶ ἡ βάδισις καὶ οὐ τῷ εἴδει, ὅταν ἀμφότεραι ἐπ’ εὐθείας γίνωνται. διὸ καὶ συμβληταὶ αὗται· καὶ γὰρ θᾶττον κινεῖσθαι τοῦ βαδίζοντος τὸ ἱπτάμενόν φαμεν καὶ τὴν οὐριοδρομοῦσαν ναῦν. ἀλλὰ πῶς οὐ μᾶλλον κατ’ εἶδος διαφέρει πτῆσις βαδίσεως ἢ βάδισις ἡ ἐπ’ εὐθείας τῆς ἐπὶ κύκλου; ἢ κατ’ ἄλλο μὲν ἴσως μᾶλλον διαφέρει, κατὰ δὲ τὸν νῦν διορισμὸν οὐ διαφέρει. εἰ γὰρ αἱ κατ’ εἶδος διαφέρειν ἐλέγοντο, ἐὰν τὰ ἐφ’ ὧν διάφορα εἴδη γραμμῆς ᾖ, τὸ μὲν εὐθεῖα τὸ δὲ κύκλος, δῆλον ὅτι ἐὰν μὴ διάφορα ᾖ τὰ ἐφ’ ὧν ἡ φορά, οὐδὲ ἡ φορὰ διάφορος ἔσται κατὰ τὴν νῦν ζητουμένην διαφοράν, καθ’ ἣν ἀσύμβλητοί εἰσιν αἱ κινήσεις. καὶ γὰρ τὴν ἀρχὴν προθέμενος ζητῆσαι, τίνες τῶν κινήσεων συμβληταί εἰσι κατὰ τὸ θᾶττον καὶ βραδύτερον καὶ ἴσον καὶ τίνες οὔ, τὰς κατ’ εἶδος διαφόρους ἔλεγε μὴ εἶναι συμβλητὰς καὶ κατ’ εἶδος διαφέρειν τὰς ἐπὶ διαφερόντων κατ’ εἶδος γινομένας. ἡ δὲ πτῆσις καὶ ἡ βάδισις οὐκ ἐπὶ διαφερόντων κατ’ εἶδος γίνεται· δύνανται γὰρ ἄμφω ἐπ’ εὐθείας καὶ ἄμφω ἐπὶ κύκλου γίνεσθαι. συμπεραίνεται δὲ λοιπόν, τίνα ἐστὶ τὰ ἰσοταχῆ καὶ συμβλητὰ ὅλως, ὅτι τὰ ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα κινούμενα κατὰ φοράν, δηλονότι ταῦτα ἰσοταχῆ ἐστι. τὸ αὐτὸ δὲ μέγεθος οὐ τῷ ἀριθμῷ πάντως, ἀλλὰ τῷ εἴδει. ὥστε εἴδει ἀδιάφορον αὐτὸ εἶναι. τοιοῦτον δὲ τὸ εὐθὺ πρὸς τὸ εὐθὺ καὶ τὸ περιφερὲς πρὸς τὸ περιφερές. εὐθὺς μέντοι τὸ τῷ μεγέθει ἀδιάφορον εἴδει καὶ τῇ κινήσει ἀδιάφορον κατ’ εἶδός ἐστιν. Εἰπὼν δὲ πρότερον μὲν ὅτι ‘ἐὰν ἔχῃ εἴδη τὸ ἐφ’ οὗ κινεῖται, καὶ ἡ φορὰ εἴδη ἔχει’ τουτέστι διαφορὰς κατ’ εἶδος, νῦν δὲ ὅτι, ἐὰν τὸ ὑποκείμενον ἀδιάφορον ᾖ τῷ εἴδει, καὶ ἡ κίνησις ἀδιάφορός ἐστι, συντομωτέραν ποιῶν τὴν θεωρίαν· ὅταν, φησί, ζητῶ μὲν ποῖαι κινήσεις συμβληταὶ καὶ ποῖαι ἀσύμβλητοι, οὐκ ἀνάγκη τὸ ὑποκείμενον σκοπεῖν, ἀλλ’ ἀρκεῖ τὴν κίνησιν αὐτήν, περὶ ἧς ζητοῦμεν, ἢ συμβλητὴν ἢ οὐ πρόχειρον ἡμῖν οὖσαν σκοπεῖν, εἰ ἔχει διαφορὰς κατ’ εἶδος· πάντως γὰρ ὁμοίως ἔχει καὶ τὸ ὑποκείμενον, καὶ οὐδὲν δεόμεθα εἰς ἄμφω βλέπειν. ὥστε καὶ ὅτε ἐζητοῦμεν, πότερον αἴτιόν ἐστι τοῦ διαφορὰς ἔχειν, ἆρα ὅτι ἡ φορὰ γένος ἢ ὅτι ἡ γραμμὴ γένος, μάτην ἐζητοῦμεν. οὐ γὰρ διαφωνεῖ τὸ ὑποκείμενον τῇ κινήσει τῇ ἐπ’ αὐτοῦ, ὡς τὸ μὲν διαφορὰς ἔχειν, τὸ δὲ ἀδιάφορον εἶναι· καὶ γὰρ εἴρηται ὅτι “οὐ τὸ τυχὸν τοῦ τυχόντος δεκτικόν, ἀλλ’ ἓν ἑνὸς τὸ πρῶτόν.” ἢ τὸ ὥστε σκεπτέον, τίς διαφορὰ κινήσεως ἐπήγαγεν, ὡς δέον ὂν τὸν μέλλοντα γινώσκειν, ποία κίνησις συμβλητὴ καὶ ποία ἀσύμβλητος, τὰς διαφορὰς τῶν κινήσεων πρότερον παρ’ ἑαυτῷ διῃρηκέναι.2 αἱ γὰρ τῶν γραμμῶν διαφοραὶ πρόδηλοι καὶ τοῖς ἰδιώταις. Πλείονα δέ φησιν αὐτὸν ὁ Ἀλέξανδρος εἰρηκέναι περὶ τῆς ἀσυμβλήτου κινήσεως, διότι οὔπω δέδεικται ὅτι οὐκ ἔστιν εὐθεῖα ἴση περιφερείᾳ, ἀλλὰ μεμένηκε ζητούμενον. διὸ καθόλου λέγει τῇ κατ’ εἶδος διαφορᾷ τῶν γραμμῶν τὴν κατ’ εἶδος διαφορὰν τῶν κινήσεων ἀκολουθεῖν.
“并且如果运动所借以进行之物,例如若是脚则是步行……直至‘因此必须考察运动的差异是什么’。” 在谈到位移在运动所依之物于种上不同时就在种上变得不同之后,他补充说,即使位移所借以进行之物在种上不同,位移在种上也将是不同的;例如若一物借助双脚运动,另一物借助翅膀[运动],诸运动的差异也会产生;因为借助双脚的是步行,而借助翅膀的是飞行;尽管两者都可以在直线上发生。但在说了这话之后,他接着说道:“或者并非如此,而是位移因其形态而不同”,这是因为他不希望在运动所借以进行的器官于种上不同、而运动所依之物不再不同的情况下,运动就在种上变得不同。因为他说,当飞行与步行两者都在直线上发生时,它们仅仅在形态(样式)上是相异的运动,而不是在种上。因此它们也是可比较的;因为我们的确说飞行的东西和顺风行驶的船比步行的东西运动得更快。然而,飞行与步行的种差,怎能不比直线上的步行与圆周上的[步行]的种差更大呢?或者说,在其他方面也许差异更大,但根据当前的界定,它并不不同。因为如果此前说的是,当运动所依之物是线的不同种(一为直线,一为圆周)时,诸运动就在种上不同,那么显然,若位移所依之物没有差异,位移依照当下所探究的差异(即依据其诸运动不可比较的差异)也将是没有差异的。因为在最初提出探究哪些运动在较快、较慢和相等上是可比较的,而哪些不是时,他确实说过在种上不同的运动是不可比较的,而在种上不同的事物上发生的运动在种上也是不同的。然而飞行与步行并不是在种上不同的事物上发生的;因为两者都可以在直线上发生,两者也都可以在圆周上发生。接下来得出的结论是,究竟什么是等速之物以及总括而言的可比较之物:即在位移中于相等时间内运动了相同间隔的事物,显然这些是等速的。但这“相同的大小”不一定是在数目上,而是在种上,以至于它自身在种上是无差别的。而直线相对于直线、圆周相对于圆周便是如此的。不过,在大小上于种上无差别的,在运动上也立刻在种上是无差别的。 他此前先说了“如果运动所依之物具有诸种,那么位移也具有诸种”,即具有种上的差异;现在又说“如果基础主体在种上无差别,运动也是无差别的”,从而使这一考察更为简要。他说:“当我探究何种运动是可比较的、何种是不可比较的时,没有必要去考察基础主体,而只需考察我们所探究的运动本身——它摆在我们面前以便考察其是否可比较——它是否具有种上的差异;因为在任何情况下基础主体都处于同样状态,我们根本不需要两面兼顾。因此,甚至当我们探究具有差异的原因究竟是位移为一个属还是线为一个属时,我们也是徒劳地探究。因为基础主体与其上的运动绝不相悖,以至于一者具有差异而另一者无差别;因为确实说过‘并非任意事物都能接受任意事物,而是一者最初接受一者’。”或者,他加上“因此必须考察运动的差异是什么”这句话,是因为将要认识何种运动可比较、何种不可比较的人,应当预先在自身中区分运动的诸差异;因为线的诸差异甚至对行外人也是一目了然的。 亚历山大则说,他关于不可比较的运动讲得较多,是因为尚未证明直线不等于圆周,而是仍为一个悬而未决的问题。因此他普遍地宣称,运动在种上的差异伴随着线在种上的差异。
- 7.30οὐ βουλόμενος διάφορον κατ’ εἶδος γίνεσθαι κίνησιν, ἂν τὰ ὄργανα δι’ ὧν ἡ κίνησις κατ’ εἶδος διαφέρῃ, μηκέτι δὲ τὰ ἐφ’ ὧν γίνεται.
现在分词 βουλόμενος 表示主句动词 ἐπιφέρει 的主语(亚里士多德)的意图或原因(“因为不希望……因而接着补充道”)。在条件从句 ἂν... διαφέρῃ 中,随后的 μηκέτι δὲ τὰ ἐφ’ ὧν γίνεται 是带有对比主语的省略结构,需补出 διαφέρῃ 或 διάφορα ᾖ,理解为“如果运动所依之物不再[在种上相异]”。
- 7.30ὡς δέον ὂν τὸν μέλλοντα γινώσκειν, ποία κίνησις συμβλητὴ καὶ ποία ἀσύμβλητος, τὰς διαφορὰς τῶν κινήσεων πρότερον παρ’ ἑαυτῷ διῃρηκέναι.
短语 ὡς δέον ὄν 是由 ὡς 连同非人称动词 δεῖ 的中性单数宾格分词构成的独立宾格结构,表示主观理由或意图(“基于应当……的缘由”)。它支配着一个宾格加不定式结构:宾格主语为 τὸν μέλλοντα γινώσκειν,不定式为 διῃρηκέναι,其宾语为 τὰς διαφοράς。
