← 辛普里丘

亚里士多德《物理学》注释

§1092.31-1094.20

线的种差所致运动差异与异文考察

辛普利丘阐明了亚里士多德将运动的差异归因于线的属种差异的论点,考察了不同抄本的异文以及亚历山大对源自《物理学》第七卷另一版本的文句所作的解释,并探讨了长度的一部分发生变质而另一部分发生位移这一例证在句法与涵义上的晦涩之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.29#2

ἀλλ’ ἔοικεν τὴν τῶν γραμμῶν διαφορὰν αἰτιᾶσθαι τῆς τῶν κινήσεων διαφορᾶς·1 τὸ γὰρ ἂν δὲ τῷ εἴδει ᾖ ἄλλα περὶ τῶν γραμμῶν εἰπὼν ἐπήνεγκε κατ’ ἐκεῖνα εἴδει διαφέρει ἥ τε ἐπ’ εὐθείας φορὰ καὶ ἡ ἐπὶ κύκλου ὡς δηλοῖ τὰ ἐφεξῆς· καὶ γὰρ ἡ φορά, φησίν, εἴδη ἔχει, ἂν ἐκεῖνο εἴδη ἔχῃ ἐφ’ οὗ κινεῖται. ὁ δὲ Ἀλέξανδρος εὑρὼν γεγραμμένον ἂν δὲ τῷ εἴδει ᾖ, καὶ ἐπ’ ἐκεῖνα εἴδει διαφέρει ἐλλείπειν φησὶ τῷ ἂν δὲ τῷ εἴδει ᾖ τὸ ‘ἕτερα’. ἐγὼ μέντοι ἐν διαφόροις ἀντιγράφοις οὕτως ηὗρον τὴν γραφήν· ἄν δὲ τῷ εἴδει ᾖ ἄλλα, καὶ ἐκεῖνα εἴδει διαφέρει. Καὶ ἄλλην δὲ γραφὴν φέρεσθαί φησιν ὁ Ἀλέξανδρος ἔχουσαν οὕτως· ὁ μὲν γὰρ χρόνος ὁ αὐτὸς ἀεὶ ἄτομος τῷ εἴδει. ἢ ἅμα κἀκεῖνα εἴδει διαφέρει, ἀλλὰ τὴν μὲν γραφὴν ταύτην ἐκ τοῦ ἑτέρου ἑβδόμου βιβλίου ἐνταῦθά τις μετατέθεικε, καὶ οὐδὲν ἔδει πολυπραγμονεῖν αὐτὴν νῦν ὥσπερ οὐδὲ τὰ ἄλλα τὰ ἐκεῖ γεγραμμένα. πλὴν ἐπειδὴ ἀσαφῶς προῆκται, οὐδὲν κωλύει τὴν ἐπ’ αὐτῇ τοῦ Ἀλεξάνδρου ἐξήγησιν παραγράψαι. “παρεμβεβλημένου, γάρ φησι, τοῦ πάντα χρόνον, ἐν ᾧ τὰ ἅμα κινούμενα κινεῖται, τὸν αὐτὸν τῷ ἀριθμῷ καὶ ἄτομον εἶναι συναπτέον τῷ πότερον οὖν αἴτιον, ὅτι ἐστὶν ἡ φορὰ γένος ἢ ὅτι ἡ γραμμὴ γένος· τὸ ἢ ἅμα κἀκεῖνα εἴδει διαφέρει·2 τῇ γὰρ ἀπορίᾳ ὑποφέρει τὸ ἢ ἅμα κἀκεῖνα εἴδει διαφέρει, τουτέστιν ἀκολουθεῖ θατέρῳ θάτερον. πόθεν δὲ ἀρχομένης τῆς διαφορᾶς ἀκολουθεῖ ἡ τοῦ ἑτέρου διαφορά, ἐδήλωσε προσθεὶς καὶ γὰρ ἡ φορὰ εἴδη ἔχει, ἂν ἐκεῖνο ἔχῃ εἴδη. ἄν μὲν γὰρ τὰ ὑποκείμενα ᾖ τῷ εἴδει διαφέροντα, ἀνάγκη καὶ τὰς ἐν αὐτοῖς κινήσεις εἴδει διαφέρειν. οὐ μὴν ἀνάπαλιν, φησὶν ὁ Ἀλέξανδρος, ἐπὶ πάντων ἀληθές· οὐ γὰρ αἱ κατ’ εἶδος διαφέρουσαι κινήσεις ἀεὶ ἐπὶ διαφόρων κατ’ εἶδος ὑποκειμένων γίνονται. αἱ γοῦν κατὰ τὰ χρώματα μεταβολαὶ αἱ κατ’ εἶδος διαφέρουσαι ἐπὶ ὁμοειδοῦς ὑποκειμένου γίνονται τῆς ἐπιφανείας· ὁμοίως δὲ κἂν αἱ γραμμαὶ εἴδει διαφέρωσιν, ἀκολουθεῖ καὶ τὴν ἐπ’ αὐτῶν κίνησιν εἴδει διαφέρειν. μήποτε δέ, φησὶν ὁ Ἀλέξανδρος, ἐπὶ τῆς φορᾶς καὶ ἀντιστρέφει· καὶ γὰρ τῶν φορῶν εἴδει διαφερουσῶν καὶ τὰ ὑποκείμενα εἴδει διοίσει. ἢ ὁ αὐτός, φησί, λόγος καὶ ἐπὶ ἀλλοιώσεως καὶ ἐπὶ φορᾶς. ὃν γὰρ ἔχει λόγον ἐπὶ τῆς φορᾶς τὰ ὑποκείμενα καθ’ ἃ ἡ φορά, τοῦτον ἐπὶ ἀλλοιώσεως τὰ χρώματα, καθ’ ἃ ἡ κατὰ ἀλλοίωσιν μεταβολὴ ἡ ἐν τῇ ἐπιφανείᾳ· ὡς καὶ τῇ φορᾷ κατὰ τὰ ὑποκείμενα καθ’ ἃ ἡ φορά, ἐπεὶ καὶ ἐπὶ τῆς φορᾶς ἡ εὐθεῖα καὶ ἡ περιφερὴς ἐν ἐπιφανείᾳ ὡς ἐκεῖ τὸ λευκὸν καὶ μέλαν. ἐρεῖ δέ, φησίν, καὶ αὐτὸς προελθὼν περὶ τούτου· καὶ γὰρ τῷ ὄντι, ὥσπερ τὰ ἀλλοιούμενα τὴν διαφορὰν ἔχει κατὰ τὴν τῶν χρωμάτων διαφορὰν καθ’ ἃ ἀλλοιοῦται, οὕτω καὶ τὰ φερόμενα διαφέρει κατὰ τὴν διαφορὰν τῶν διαστάσεων καθ’ ἃς φέρονται.” Ἐν δὲ τῇ λέξει ταύτῃ ἀσάφειαν ἔχειν ἐκεῖνό μοι δοκεῖ τὸ ῥητόν εἰ δὴ τοῦ μήκους ἐν τῳδὶ τὸ μὲν ἠλλοιώθη τὸ δὲ ἠνέχθη.3 πῶς γὰρ λέγεται ἀλλοιωθῆναί τι ἐν τῷ ἡμίσει εἰ τύχοι τῆς εὐθείας; εἰ μὴ ἄρα τὸ φερόμενον ἐν μὲν τῷ ἡμίσει τῆς εὐθείας φερόμενον ἅμα καὶ ἀλλοιοῖτο, ἐν δὲ τῷ ἡμίσει φέροιτο μόνον ἢ αὐτὸ ἢ ἄλλο· ἢ εἴ τι σῶμα συμπαρατεταμένον τῷ ἡμίσει τοῦ μήκους, κατὰ μὲν τὸ τοσοῦτον μῆκος ἠλλοιώθη, κατὰ δὲ τὸ ἕτερον ἥμισυ ἠνέχθη ἐν τῷ ἴσῳ χρόνῳ ἑκάτερον. οὐ γὰρ ἔστιν εἰπεῖν τότε, ὅτι ἡ ἀλλοίωσις ὁμοταχής ἐστι τῇ φορᾷ, κἂν ὁ χρόνος ἴσος ᾖ, κἂν τὰ διαστήματα ἴσα ᾖ τοῦ μήκους τό τε καθ’ ὃ ἀλλοιοῦται καὶ τὸ καθ’ ὃ φέρεται. καὶ ἴσως διὰ τοῦτο εἶπεν τοῦ μήκους ἐν τῳδὶ τὸ μὲν ἀλλοιοῦσθαι τὸ δὲ φέρεσθαι, ἵνα δείξῃ ὅτι, κἂν τὸ μῆκος ἴσον τις ὑποθῆται τῆς ἀλλοιώσεως, οὐδὲ οὕτως συμβληταί εἰσιν αἱ κινήσεις.

但他似乎将诸线的差异归为诸运动差异的原因;因为在关于诸线说了“但如果在种上是其他的”之后,他接着补充道“依那些[线],直线上的位移与圆周上的[位移]在种上是不同的”,正如接下来的文辞所表明的;因为他说:“因为如果运动所依之物具有诸种,那么位移也具有诸种。”而亚历山大发现文本写作“但如果在种上是,且在那些之上在种上不同”,便说在“但如果在种上是”中缺少了“不同的”一词。然而,我在各种不同的抄本中发现的异文却是这样:“但如果在种上是其他的,那些在种上也是不同的。”亚历山大还说流传着另一种异文,其文如下:“因为时间总是相同的,在种上是不可分的;或者同时,那些在种上也是不同的。”但这一异文是某人从另一本第七卷移置于此的,现在完全没有必要去探究它,正如没有必要探究那里写下的其他内容一样。不过,既然它的提出显得晦涩,抄录亚历山大对它的解释亦无妨。“因为,”他[亚历山大]说,“既然已插入了‘同时被运动之物在其中运动的全部时间在数目上为同一且不可分’,就必须将‘或者同时那些在种上也是不同的’与‘那么究竟哪一个是原因:是位移为一个属,还是线为一个属?’连接起来。因为对于这个难题,他补充了‘或者同时那些在种上也是不同的’,也就是说,一者伴随着另一者。但差异始于何处以至于伴随着另一者的差异,他通过加上‘因为如果它具有诸种,那么位移也具有诸种’而表明了。因为若基础主体在种上是不同的,其中的运动在种上也是不同的,这乃是必然的。然而反过来,”亚历山大说,“却并非在一切事物上都是真的;因为在种上不同的运动并不总是发生在种上不同的主体上。无论如何,依颜色而在种上不同的变化发生在同种的主体即表面之上;但同样地,如果线在种上也是不同的,就会得出它们之上的运动在种上不同的结论。但也可能,”亚历山大说,“在位移的情况下这甚至是可以换位的;因为在位移于种上不同的情况下,基础主体在种上也将不同。或者,”他[亚历山大]说,“同样的论据既适用于变质,也适用于位移。因为位移所依的基础主体在位移中所具有的关系,表面中依变质发生的变化所依的诸颜色在变质中也具有这一关系;正如对位移而言依位移所依的基础主体一样,因为在位移中直线和圆周也是在表面中,正如在变质中白与黑在表面中一样。而且,”他[亚历山大]说,“他[亚里斯多德]自己进一步论述时也会谈到这一点;因为实际上,正如变质之物依其变质所依之颜色的差异而具有差异,被运送之物也依其被运送所依之间隔的差异而具有差异。” 但在这段文辞中,那个词句在我看来是具有晦涩之处的:“如果确实在长度中在此〔时间〕中一部分变质了,而另一部分被运送了。”因为怎么能说在直线的例如一半中某物发生了变质呢?除非在直线的一半中被运送之物于运送的同时也发生了变质,而在另一半中它自身或另一物仅仅被运送;或者,如果有某种与长度的一半共同延展的物体沿着如此多的长度变质了,而沿着另一半被运送,各自都在相等的时间内。因为那时不可能说变质与位移是等速的,即使时间相等,即使长度的间隔(变质所依的间隔与位移所依的间隔)也是相等的。也许正因如此,他才说“在长度中在此〔时间〕中一部分变质而另一部分被运送”,以便表明:即使有人假设变质的长度相等,诸运动即便如此也是不可比较的。

语法注3 条
  1. 7.29ἀλλ’ ἔοικεν τὴν τῶν γραμμῶν διαφορὰν αἰτιᾶσθαι τῆς τῶν κινήσεων διαφορᾶς

    动词 αἰτιᾶσθαι 在此支配宾格(τὴν τῶν γραμμῶν διαφορὰν)作为直接宾语,支配属格(τῆς τῶν κινήσεων διαφορᾶς)表示归因的对象,意为“将线的差异归为诸运动差异的原因”。未明示的主语在语境中指亚里士多德。

  2. 7.29παρεμβεβλημένου, γάρ φησι, τοῦ πάντα χρόνον, ἐν ᾧ τὰ ἅμα κινούμενα κινεῖται, τὸν αὐτὸν τῷ ἀριθμῷ καὶ ἄτομον εἶναι συναπτέον τῷ πότερον οὖν αἴτιον, ὅτι ἐστὶν ἡ φορὰ γένος ἢ ὅτι ἡ γραμμὴ γένος· τὸ ἢ ἅμα κἀκεῖνα εἴδει διαφέρει

    该复杂长句的骨干由独立属格从句(παρεμβεβλημένου τοῦ ... εἶναι,“由于……被插入”)引出,主谓语为动形容词 συναπτέον(“必须连接”)。该动词将宾格短语 τὸ ἢ ἅμα κἀκεῖνα εἴδει διαφέρει(“‘或者同时……’这一子句”)作为宾语连接到由 τῷ πότερον... 引出的与格成分上。

  3. 7.29εἰ δὴ τοῦ μήκους ἐν τῳδὶ τὸ μὲν ἠλλοιώθη τὸ δὲ ἠνέχθη

    引自亚里士多德原文(249a15–16)。τοῦ μήκους 是部分属格,修饰分配主语 τὸ μέν ... τὸ δέ(“一部分……另一部分”),而 ἐν τῳδὶ 意为“在此[时间]中”。辛普利丘针对将变质归于长度之上这一表达在句法与涵义上的晦涩性进行了辨析。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1092.31-1094.20