- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1091.16-1092.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在《物理学》第七卷第四章(249a8)中将可比较性的一般规则应用于运动,探讨直线上的位移与圆周上的位移不可比较(不能等速)的原因究竟在于位移作为运动一侧的属,还是在于线作为轨道一侧的属。
" Οὕτω καὶ περὶ κίνησιν ὁμοταχὲς ἕως τοῦ καὶ γὰρ ἡ φορὰ εἴδη ἔχει ἂν ἐκεῖνο ἔχῃ εἴδη, ἐφ’ οὗ κινεῖται." Διαρθρώσας οὕτω τὸν λόγον καὶ δείξας ὅτι, εἰ μέλλοι τινὰ συμβλητὰ εἶναι, οὐ μόνον χρὴ αὐτὰ μὴ εἶναι ὁμώνυμα, ἀλλὰ μηδὲ κατ’ εἶδος ἔχειν διαφορὰν μήτε αὐτὰ καθ’ ἃ ἡ σύγκρισις γίνεται (οἷον τὰ λευκὰ μήτε ἐν οἷς ἐστι ταῦτα οἷον αἱ ἐπιφάνειαι αἱ κατὰ τὰ λευκὰ συγκρινόμεναι),1 ἀλλ’ ἓν εἶναι τῷ εἴδει καὶ τὸ λευκὸν καὶ τὴν ἐπιφάνειαν, ἐπάνεισι λοιπὸν ἐπὶ τὸν προκείμενον λόγον τὸν περὶ κινήσεως, οὗ χάριν αἱ προειρημέναι ζητήσεις ἐκινήθησαν. προθέμενος γὰρ δεῖξαι ὅτι οὐ πᾶσα κίνησις πάσῃ συμβλητή ἐστιν (οὐδὲ γὰρ ἡ ὁμοειδὴς πᾶσα· οὐδὲ γὰρ ἡ φορὰ ἡ ἐπὶ κύκλου τῇ ἐπ’ εὐθείας), ἵνα μὴ ἀδύνατον ἀκολουθήσῃ τι τὸ εἶναι εὐθεῖαν ἴσην περιφερείᾳ, καὶ διορίσας ἐπ’ ἄλλων παραδειγμάτων τὸ ζητούμενον, ὁμοίως ἔχειν φησὶ καὶ ἐπὶ τῶν κινήσεων. τῷ γὰρ πλείω εἴδη κινήσεως εἶναι οὐ μόνον τὰ κοινὰ οἷον φορὰν ἀλλοίωσιν αὔξησιν μείωσιν, ἀλλὰ καὶ καθ’ ἑκάστην τούτων, οὐ πᾶσα πάσῃ ἐστὶ συμβλητή, ἀλλὰ μόναι αἱ κατὰ τὸ αὐτὸ εἶδος τὸ ἔσχατον γινόμεναι· ὃ οὐκέτι καὶ γένος ἐστί. καὶ τοῦτο δὲ ὁδῷ προϊὼν διαρθροῖ. τὰ γὰρ ἐν ἴσῳ χρόνῳ ἴσα μήκη κινηθέντα ἰσοταχῆ ῥηθήσεται καὶ συμβλητὰ ἔσται· τὰ γὰρ μήκη ἓν εἶδός ἐστιν ἐπ’ εὐθειῶν λεγόμενα. καὶ οὐκ ἔχει εἴδη πλείω ἡ εὐθεῖα οὐδὲ ἡ ἐπ’ εὐθείας κίνησις, ὥσπερ οὐδὲ τὸ λευκὸν χρῶμα, εἰ ἔσχατον εἶδος εἴη, καὶ ἡ ἐπιφάνεια. εἰ μέντοι ἐν τῷ αὐτῷ χρόνῳ τὸ μὲν ὑποκείμενον ἓν εἴη ἡ εὐθεῖα, αἱ δὲ κινήσεις διάφοροι, ὥστε κατὰ μὲν τὸ ἥμισυ τοῦ μήκους, τουτέστι τῆς εὐθείας, παρατεταμένον τι ἢ αὐτὸ τὸ ἥμισυ τοῦ μήκους ἀλλοιωθῆναι,2 κατὰ δὲ τὸ λοιπὸν ἐνεχθῆναί τι κατὰ φορὰν κινούμενον, οὐκέτι ἰσοταχὴς ῥηθήσεται ἡ ἀλλοίωσις τῇ φορᾷ, κἂν ἄμφω κινήσεις, κἂν ἐν τῷ αὐτῷ χρόνῳ, διότι ἡ κίνησις ἡ ἐπὶ τῆς εὐθείας διάφορα εἴδη ἔχει· ἄλλο γὰρ ἀλλοίωσις καὶ ἄλλο φορά. κἂν ταὐτὸν οὖν ᾖ τὸ μῆκος ἢ ἴσον ἐφ’ οὗ ἡ κίνησις, ἀλλὰ δεῖ καὶ τὴν κίνησιν τὴν ἐπὶ τῶν ἴσων εὐθειῶν ἐν τῷ αὐτῷ χρόνῳ γινομένην τὸ αὐτὸ εἶδος ἔχειν τῆς κινήσεως, εἰ μέλλοι ἰσοταχῆ εἶναι τὰ κινούμενα. ὡς δὲ αἱ διαφέρουσαι τῷ εἴδει κινήσεις ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου γινόμεναι οὐ συμβληταί, οὐδὲ αἱ ἀδιάφοροι κατ’ εἶδος κινήσεις συμβληταὶ ἔσονται, ἂν ᾖ τὰ ὑποκείμενα αὐταῖς κατ’ εἶδος διάφορα. ὥστε τὰ ἐν ἴσῳ χρόνῳ ἴσον μῆκος κατὰ φορὰν ἄμφω κινηθέντα ἰσοταχῆ ἂν εἴη καὶ συμβλητά. εἰ οὖν λέγοι τις ἰσοταχῆ τὰ ἐπὶ εὐθείας καὶ περιφερείας, ἴση ἔσται ἡ εὐθεῖα τῇ περιφερεῖ. εἰ οὖν τοῦτο ἀδύνατον, τί τὸ αἴτιον τοῦ ἀδύνατον ἀκολουθῆσαι τῷ λέγοντι συμβλητὰς εἶναι ταύτας τὰς κινήσεις; ἆρα ὅτι ἡ φορὰ οὐκ ἔστιν ἔσχατον εἶδος ἀλλ’ ἔτι γένος ἐστὶν ὡς διαιρεῖσθαι εἰς εἴδη τήν τε ἐπ’ εὐθείας καὶ τὴν ἐπὶ κύκλου, ἢ ἆρά ἐστιν ἡ γραμμὴ γένος διαιρούμενον εἰς εὐθεῖαν καὶ περιφερῆ; εἴτε γὰρ αἱ κινήσεις αὗται διάφοροι τῷ εἴδει, κἂν ἄμφω φοραί, εἴτε τὰ ἐφ’ ὧν αἱ κινήσεις διάφορα, κἂν ἄμφω γραμμαί, οὐκ ἂν εἶεν συμβληταὶ αἱ κινήσεις· ἔδει γὰρ ἐπὶ τῶν συμβλητῶν τήν τε κίνησιν ὁμοειδῆ εἶναι καὶ τὰ ἐν οἷς ἡ κίνησις. Πλὴν αὐτὸς ζητεῖ, πότερον ἄρα τῷ ἑτέρῳ τῆς διαφορᾶς αἴτιόν ἐστιν3 ἡ φορὰ γένος ἔτι οὖσα ἢ ἡ γραμμὴ γένος οὖσα· ὁ μὲν γὰρ χρόνος ὁ αὐτὸς ὤν, οὐ τῷ εἴδει μόνον ὁ αὐτὸς ἀλλὰ τῷ ἀριθμῷ, οὐκ ἂν εἴη ταύτης τῆς διαφορᾶς αἴτιος.
“同样,关于运动,等速就是……[至]……因为如果运动所依之物具有诸种,那么位移也具有诸种。” 在如此清晰地阐明了这一论据,并表明如果某些事物要是可比较的,不仅它们自身必须不是同名异义的,而且无论比较所依据的事物本身(例如各种白),还是这些事物存在于其中的基体(例如依据各种白而被比较的各个表面),都必须不具有属种上的差异,而白和表面在种上都必须为一之后,[亚里士多德]最终回到了关于运动的预设论题,此前所述的诸种探究正是为了该论题而被引发的。因为他的目的在于表明并非任何运动都与任何运动可比较(因为甚至并非所有同种的运动都可比较;在圆周上的位移就不可与直线上的位移相比较),以免产生直线等于圆周这一不可能的推论;并且他在其他例子上限定了所探求的问题之后,便指出在诸运动上情况也是相同的。因为由于运动存在较多的种,不仅有共同的类(如位移、变质、增长、减少),而且在它们每一类之下也存在较多的种,所以并非任何运动都与任何运动可比较,而唯有那些在不再也是属的同一个最底层的种上发生的运动才是可比较的。而他循序渐进地阐明了这一点。因为在相等时间内运动了相等长度的事物将被说成是等速的,并且将是可比较的;因为长度在直线上被言说时乃是一个种。而直线并不具有较多的种,直线上的运动也不具有较多的种,正如白色(若它是最底层的种的话)和表面并不具有较多的种一样。然而,如果在同一时间内,基础主体虽为一个即直线,但运动却是不同的,以至于沿着长度的一半(即直线的一半)某延展之物或长度的一半自身发生了变质,而沿着其余部分依位移运动的某物被运送,那么变质就不再会被说成与位移具有相等的速度,即便两者都是运动,即便在同一时间内,乃是因为直线上的运动具有不同的种;因为变质是一回事,位移是另一回事。因此,即使运动所依的长度是同一的或相等的,但如果被运动之物要是等速的,那么在相等的直线上于同一时间内发生的运动也必须具有运动的同一属种。而正如在同一主体上发生、但在种上不同的运动是不可比较的,若运动的基础主体在种上是不同的,那么在种上没有差异的运动也将不是可比较的。因此,在相等时间内依位移运动了相等长度的两物当是等速的且可比较的。那么,如果有人主张在直线上和在圆周上的事物是等速的,直线就将等于圆周。如果这是不可能的,那么主张这些运动是可比较的人所面临不可能后果的原因是什么呢?是因为位移不是最底层的种、而是仍为一个属,以至于被划分为直线上的运动与圆周上的运动之种吗?还是因为线是一个划分为直线与曲线的属呢?因为无论这些运动在种上是不同的(即使两者都是位移),还是运动所依之物是不同的(即使两者都是线),这些运动都将不是可比较的;因为在可比较的事物上,运动本身与运动存在于其中的事物都必须是同种的。不过,他自己探讨的是,究竟是位移仍为一个属、还是线为一个属,构成了另一方之所以存在差异的原因;因为时间既然是同一的——不仅在种上同一而且在数目上同一——便不可能是这一差异的原因。
- 7.29μήτε αὐτὰ καθ’ ἃ ἡ σύγκρισις γίνεται (οἷον τὰ λευκὰ μήτε ἐν οἷς ἐστι ταῦτα οἷον αἱ ἐπιφάνειαι αἱ κατὰ τὰ λευκὰ συγκρινόμεναι)
相关联词 μήτε αὐτὰ καθ' ἃ... 与 μήτε ἐν οἷς ἐστι ταῦτα... 构成并列结构,充当受 χρή 支配的不定式 ἔχειν 的宾格主语(“无论比较所依据的事物本身……还是这些事物存在于其中的基体”)。印刷本中括号插入在举例处,但句法骨架是 μήτε αὐτά 与 μήτε ἐν οἷς 的直接对应。
- 7.29παρατεταμένον τι ἢ αὐτὸ τὸ ἥμισυ τοῦ μήκους ἀλλοιωθῆναι
在 ὥστε 引导的“宾格加不定式”结构(ὥστε... ἀλλοιωθῆναι)中,παρατεταμένον τι(“某种延展之物”)与 αὐτὸ τὸ ἥμισυ τοῦ μήκους(“长度的一半自身”)是由 ἤ 连接的并列宾格主语。前者指延伸于其上的物体发生变质,后者则将长度区间本身视为变质的受体。
- 7.29πότερον ἄρα τῷ ἑτέρῳ τῆς διαφορᾶς αἴτιόν ἐστιν
与格 τῷ ἑτέρῳ 是关系或关涉与格(“对另一方而言”)。属格 τῆς διαφορᾶς 依附于 αἴτιον(“差异的原因”)。此处是在追问两个可能选项(位移是一个属,或者线是一个属)中,究竟哪一方对于另一方而言是造成其属种差异的原因。
