- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1090.1-1091.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对通过接纳者的差异来解释同名同义者不可比较性的做法进行反驳,指出第一接纳者与被接纳之性质是一对一对应的,因而第一接纳者的差异表明性质本身就是同名异义的。进而他阐明,可比较性不仅要求非同名异义,而且要求不仅在属上一致,还必须在不可再分的种上完全同一。
Ἀλλ’ ἥ γε τοῦ Ἀριστοτέλους ἀγχίνοια καὶ πρὸς τοῦτον ἐνίσταται τὸν λόγον ἐντρεπτικῶς. τούτῳ γὰρ χρώμενον, φησίν, ἔστιν ἀναιρεῖν ἐκ τῶν ὄντων τὴν τῶν ὁμωνύμων φύσιν λέγοντα καὶ τὰ ὁμολογουμένως ὁμώνυμα1 μὴ εἶναι ὁμώνυμα, ἀλλ’ ἕν τι καὶ ταὐτὸ σημαίνειν. μὴ παραβάλλεσθαι δὲ πρὸς ἄλληλα διὰ τὸ ἐν διαφόροις εἶναι τοῖς δεκτικοῖς τὸ αὐτό. οἷον λευκὸν ταὐτὸν μὲν καὶ τὸ ἐν φωνῇ καὶ τὸ ἐν σώματι σημαίνειν, μὴ εἶναι δὲ συμβλητὰ τὴν φωνὴν καὶ τὸ σῶμα κατὰ τὸ λευκόν, διότι ἄλλο τῷ εἴδει ἑκάτερον τῶν δεδεγμένων αὐτό ἐστιν· ἄλλο γὰρ τῷ εἴδει φωνὴ καὶ ἄλλο σῶμα. ὁμοίως δὲ καὶ τὸ γλυκὺ ταὐτὸν μὲν ἐρεῖ τις σημαίνειν ἐν φωνῇ καὶ ἐν χυμῷ, μὴ συγκρίνεσθαι δὲ φωνὴν καὶ χυμὸν κατὰ τὸ γλυκύ, ὅτι τὰ δεκτικὰ αὐτῶν ἕτερα τὴν φύσιν ἀλλήλων ἐστίν. ὁμοίως δὲ καὶ τὸ ἴσον ταὐτὸν μὲν ἐπί τε ὕδατος καὶ ἀέρος, οὐ συμβλητὰ δὲ τὸ ὕδωρ καὶ ὁ ἀὴρ κατὰ τὸ ἴσον, ὅτι διαφέροντα ὄντα τὸ αὐτὸ δέδεκται. Προστίθησι δὲ καὶ ἄλλο ἐπιχείρημα τοῦ αὐτοῦ δεικτικόν, ὅτι οὐκ ὀρθῶς λέγει ὁ λέγων τὰ αὐτὰ τῇ φύσει μὴ συγκρίνεσθαί ποτε διὰ τὸ ἐν διαφόροις εἴδεσιν εἶναι, καὶ φησὶν ὅτι οὐκ ἔστι τὸ τυχὸν τοῦ τυχόντος δεκτικὸν καὶ μάλιστα τὸ πρῶτον, ἀλλ’ ἓν ἑνὸς φύσει δεκτικὸν καὶ τοῦ αὐτοῦ τῷ εἴδει, ὡς χρωμάτων ἐπιφάνεια, χυμῶν γεῦσις. καὶ ἀδύνατον ἢ τὰ αὐτὰ ὄντα ἐν διαφέρουσιν εἶναι πρώτως ἢ διαφέροντα ἐν τῷ αὐτῷ. ὥστε ὅταν ἐν διαφέρουσιν ᾖ τι πρώτως, ὁμώνυμόν ἐστι, καὶ οὐ παρὰ τὸ ἄλλο εἶναι τὸ ὕδωρ καὶ ἄλλο τὸν ἀέρα ἄλλο ἔσται τὸ πολὺ καὶ τὸ διπλάσιον τὸ ἐν ἑκατέρῳ αὐτῶν τὰ αὐτὰ ὄντα τὴν φύσιν, ὡς φησιν ὁ ἀπορήσας, ἀλλὰ καὶ αὐτὰ διάφορα τὴν φύσιν ἐστὶ καὶ ὁμώνυμα· διὸ ἐν διαφόροις τῷ εἴδει δεκτικοῖς ἐνεγένετο. ἀσφαλῶς δὲ καὶ ἐνταῦθα τὸ πρῶτον προσέθηκεν εἰπὼν ἀλλ’ ἓν ἑνὸς τὸ πρῶτον· δύναται γάρ τινα δευτέρως ὄντα δεκτικά τινος διαφέροντα ἀλλήλων κατ’ εἶδος συμβλητὰ ἀλλήλοις εἶναι κατ’ ἐκεῖνο, ὃ δευτέρως ἐδέξατο, διότι τὸ πρώτως αὐτὸ δεδεγμένον ἕν τι ὂν αὐτὸ τὴν φύσιν τῶν διαφερόντων ἐστί. καὶ γὰρ ἄνθρωπος καὶ ἵππος ἕτερα τῷ εἴδει ὄντα συγκρίνεται κατὰ τὸ λευκὸν τὸ ἐν αὐτοῖς, ὅτι τὸ πρῶτον αὐτὸ δεδεγμένον ἐν ἀμφοτέροις ἓν τὴν φύσιν ἡ ἐπιφάνεια. εἰπὼν δὲ ἓν ἑνὸς δεκτικὸν τὸ πρῶτον καὶ διὰ τοῦτο συγκρίνεσθαι ἀλλήλοις ὡς μὴ ὄντα ὁμώνυμα τὰ ἑνὸς εἴδους ὄντα, ἐπέστησεν ὅτι οὐκ ἀρκεῖ τὸ μὴ ὁμώνυμα εἶναι πρὸς τὸ συμβλητὰ εἶναι· ἡ γὰρ ἐπιφάνεια χρωμάτων ἐστὶ δεκτικὴ πρώτως λευκοῦ καὶ μέλανος, ἀλλ’ οὐ τῶν ὁμωνύμως λεγομένων χρωμάτων· οὐ γὰρ δὴ καὶ τῶν ἐν μουσικῇ. καὶ ὅμως οὐκ ἔστι συμβλητὸν τὸ λευκὸν τῷ μέλανι κατὰ τὸ χρῶμα. οὐ γὰρ λέγει τις μᾶλλον εἶναι χρῶμα ἢ ἧττον τὸ ἕτερον τοῦ ἑτέρου, ἀλλὰ δεῖ πρὸς τῷ μὴ εἶναι ὁμώνυμα τὰ συμβλητὰ ὁμογενῆ ὄντα μηδὲ τὴν κατ’ εἶδος ἔχειν διαφοράν, ἀλλ’ ἓν εἶναι καὶ τῷ εἴδει ἀτόμῳ ὄντι, καὶ μὴ μόνον τῷ γένει καὶ ἐν ἑνὶ τῷ εἴδει δεκτικῷ· τοῦτο γὰρ σημαίνει τὸ μὴ ἔχειν διαφοράν, μήτε ὃ μήτε ἐν οἷς·2 τὸ μὲν γὰρ ὃ τὸ εἶδος αὐτὸ τὸ συγκρινόμενον λέγει οἷον τὸ πολὺ ἢ τὸ διπλάσιον, τὸ δὲ ἐν οἷς τὸ ἐφ’ οὗ τὸ καθ’ ὃ ἡ σύγκρισις οἷον ὕδωρ ἢ ἀέρα ἢ ὄγκον ἢ δύναμιν. τὰ γὰρ κατὰ τὸ γένος τὰ αὐτὰ καὶ οὕτω συνώνυμα, διαφορὰς δὲ ἔχοντα οὐκ ἔστι συμβλητά. πότερον μᾶλλον χρῶμά ἐστι τὸ λευκὸν ἢ τὸ μέλαν ἢ τὸ φαιόν; ἢ πότερον τῶν ἐχόντων αὐτὰ μᾶλλον κέχρωσται; τὰ μέντοι τοῦ λευκοῦ χρώματος μετέχοντα συγκρίνεται ἀλλήλοις, πότερον αὐτῶν μᾶλλον λευκὸν χιὼν ἢ κύκνος.
然而,亚里士多德的敏锐心智对这一论据也进行了反驳性的抗辩。因为他说,若使用这一论据,就可以把同名异义者的本性从实在中取消,主张甚至公认同名异义的事物也不是同名异义的,而是意指某一个且相同的事物;而仅仅是因为同一事物存在于各不相同的接纳者之中,它们才不相互比较。例如,主张“白”在声音中和在物体中意指同一事物,但声音和物体在“白”上是不可比较的,乃是因为接纳它的每一方在种上是别异的;因为声音在种上不同于物体。同样,有人会说“甜”在声音中和在滋味中意指同一事物,但声音和滋味在“甜”上不被比较,乃是因为它们的接纳者在本性上彼此不同。同样,主张“相等”在水和空气上是同一的,但水和空气在“相等”上不可比较,乃是因为它们作为不同之物接纳了同一事物。他又补充了另一证明同一结论的论证,即主张在本性上同一的事物由于存在于不同种中而绝不被比较的人所说是不正确的;并且他说,并非随便什么事物都能成为随便什么事物的接纳者,尤其是作为第一接纳者,而是一物依本性是一物以及种上同一者的接纳者,正如表面是诸颜色的接纳者,味觉是诸滋味的接纳者。而同一的事物首先存在于不同事物之中,或者不同的事物存在于同一事物之中,都是不可能的。因此,当某物首先存在于不同事物中时,它是同名异义的;并不是由于水是一回事而空气是另一回事,它们各自之中的“多”和“倍”才在本性同一的同时成为不同的(正如提出疑难者所说的那样),而是它们自身在本性上就是不同的且是同名异义的;因此它们才生成于在种上不同的接纳者之中。在这里,他也谨慎地加上了“第一”,说“而是一物作为第一接纳者接纳一物”;因为某些作为某物的第二接纳者之物,即使在种上彼此不同,也能够在它们第二性地接纳的东西上彼此比较,乃是因为首先接纳该物的东西在不同事物中在本性上是一个。因为人和马虽然在种上是别异的,却依据它们之中的白而被比较,乃是因为在两者之中首先接纳白的东西在本性上是一,即表面。在指出一物是一物的第一接纳者、并且因此同一属种的事物作为非同名异义者而相互比较之后,他注意到,仅仅非同名异义对于可比较而言是不够的;因为表面虽然首先接纳各种颜色,即白和黑,却不接纳同名异义被言说的颜色;因为它绝不接纳音乐中的颜色。然而,白和黑在“颜色”上是不可比较的。因为没有人会说其中一者比另一者更是或更不是颜色;相反,可比较者除了同属且非同名异义之外,还必须不具有属种上的差异,而必须即使在不可再分的种上也为一个,而不仅仅是在属上为一个且处于种上为一的接纳者之中。因为“既不在其自身亦不在其存在于其中的事物上具有差异”正是意指这一点:因为“其自身”指被比较的种本身,例如“多”或“倍”;而“其存在于其中的事物”指比较所依据的东西所在的那一事物,例如水或空气,或者体积或能力。因为在属上同一并因此同名同义、却具有差异的事物是不可比较的。白、黑或灰哪一个更是颜色?或者拥有它们的事物中哪一个更被着色了?然而,分有白色者却可以彼此比较,即在它们之中雪和天鹅哪一个更白。
- 7.28τούτῳ γὰρ χρώμενον, φησίν, ἔστιν ἀναιρεῖν ἐκ τῶν ὄντων τὴν τῶν ὁμωνύμων φύσιν λέγοντα καὶ τὰ ὁμολογουμένως ὁμώνυμα μὴ εἶναι ὁμώνυμα
由非人称动词 ἔστιν(“可能……”)支配,分词 χρώμενον 和 λέγοντα 作不定词 ἀναιρεῖν 的逻辑主语(泛指“某人”),故使用宾格。其后的不定词 μὴ παραβάλλεσθαι 同样从属于分词 λέγοντα,构成间接引语的延续。
- 7.28μήτε ὃ μήτε ἐν οἷς
中性关系代词 ὃ 和 ἐν οἷς 被实体化使用,分别指称“其自身”(被比较的种自身)与“其存在于其中的事物”(比较所基于的主体或接纳者)。后文紧接着以 τὸ μὲν γὰρ ὃ ... τὸ δὲ ἐν οἷς 对两者作了分别解释。
