- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1088.7-1089.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德在248b15处就水与空气之间“多”与“倍”不可比较所作的解答:其一,它们的定义本身就是同名异义的;其二,即便它们是同名同义的,首先接纳它们的基础载体在种上亦属不同。
" Ἢ καὶ ἐπὶ τούτων ὁ αὐτὸς λόγος ἕως τοῦ ἀλλὰ κατὰ τὸ λευκόν." Συγκρούσας τοὺς δύο λόγους τόν τε λέγοντα τὰ ὁμώνυμα πάντα μὴ εἶναι συμβλητὰ καὶ τὸν λέγοντα τὰ συνώνυμα συμβλητὰ εἶναι, καὶ δείξας ὅτι ἐπὶ ἀέρος καὶ ὕδατος τὸ πολὺ καίτοι συνωνύμως ἀμφοῖν κατηγορεῖσθαι δοκοῦν ὅμως οὐκ ἔστι συμβλητόν, εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τό γε διπλάσιον ἐναργέστερον καὶ λόγον ἔχει τὸν αὐτὸν ἐν ἀμφοτέροις καὶ ὅμως οὐκ ἔστι συμβλητὸν διὰ τὴν παράλλαξιν τοῦ ὄγκου πρὸς τὰς δυνάμεις, καὶ ποιήσας οὕτως ἀπορώτερον τὸν λόγον λέγει, ὅτι καὶ ἐπὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ὀρθῶς ἔχει ὁ πρότερον ἀποδοθεὶς διορισμός, ὅτι τὰ μὲν ὁμώνυμα οὐ συμβλητά, τὰ δὲ συνώνυμα συμβλητά. καὶ γὰρ τὸ πολὺ καὶ τὸ διπλάσιον ἀσύμβλητά ἐστιν ἐπὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος, διότι καὶ αὐτὰ ὁμωνύμως κατὰ ἀλήθειαν κατηγορεῖται· οὐ δοκεῖ δέ, ἐπειδὴ καὶ ὁ λόγος αὐτῶν ὁμώνυμος ὢν κατ’ ἀμφοτέρων λέγεται, καθ’ ὧν καὶ τὸ ὄνομα. ὁ γὰρ λόγος τοῦ πολλοῦ ὁ λέγων ὅτι πολύ ἐστι τὸ τοσοῦτον καὶ ἔτι1 ὁμώνυμος καὶ αὐτός ἐστιν. ἄλλο γὰρ τῷ εἴδει τὸ ἐν ὕδατι τοσοῦτον καὶ ἔτι ἄλλο τὸ ἐν ἀέρι. καὶ τῶν ἴσων δὲ λόγος τὸ τῶν αὐτῶν μέτρων ἢ τῶν αὐτῶν ἀριθμῶν εἶναι, ἀλλὰ καὶ τούτων καὶ τὸ ὄνομα καὶ ὁ λόγος ὁμωνύμως κατηγορεῖται, ὧν κατηγορεῖται. διὸ οὐ συμβλητὰ οὐδὲ κατὰ τὸ ἴσον τὸ ὕδωρ καὶ ὁ ἀήρ. οὐδὲ γὰρ εἰ τοῖς ὄγκοις ἴσα, καὶ ταῖς δυνάμεσιν ἴσα ἐστίν. καὶ ὁ τοῦ διπλασίου δὲ λόγος ὁ λέγων δύο πρὸς ἓν ὁμώνυμός ἐστι. καὶ γὰρ καὶ τὸ ἓν αὐτὸ ὁμώνυμόν ἐστιν, εἴπερ ἄλλως μὲν κατηγορεῖται κατὰ οὐσίας ἄλλως δὲ κατὰ ποιότητος. εἰ δὲ τὸ ἓν ὁμώνυμον, καὶ τὰ δύο. ὁ δὲ ἐξ ὁμωνύμων συγκείμενος λόγος καὶ αὐτὸς ὁμώνυμός ἐστιν. ὡς οὖν εὐλόγως εἰπὼν καὶ ταῦτα ὁμωνύμως κατηγορεῖσθαι ἐπήνεγκε τὸ ἐπεὶ διὰ τί τὰ μὲν συμβλητὰ τὰ δὲ οὔ, εἴπερ ἦν μία φύσις; εἰ γὰρ τὸ διπλάσιον τὸ αὐτὸ ἦν ἐπί τε ἀέρος καὶ ὕδατος, ὡς ἔστιν ἐπὶ ἀέρος καὶ ἀέρος καὶ ὕδατος καὶ ὕδατος, διὰ τί ἀὴρ μὲν ἀέρος διπλάσιος καὶ ἥμισυς καὶ συμβλητοὶ καὶ ὕδωρ ὕδατι, ἀὴρ δὲ ὕδατι οὐκέτι συμβλητός, ὥστε τὸν τοσόνδε ἀέρα τοῦ τοσοῦδε ὕδατος εἶναι διπλάσιον, εἴπερ ἦν μία φύσις τοῦ διπλασίου ἐν ἀέρι καὶ ὕδατι, ὡς ἐν ἀέρι καὶ ἀέρι καὶ ὕδατι καὶ ὕδατι; ἀπορήσας δὲ οὕτω πρὸς τὴν συνώνυμον ῥηθεῖσαν εἶναι τοῦ πολλοῦ καὶ τοῦ διπλασίου κατηγορίαν ἐπὶ ἀέρος καὶ ὕδατος καὶ διὰ τοῦτο ὁμώνυμον αὐτὴν εἰπὼν ἐπάγει καὶ ἄλλην αἰτίαν τοῦ, κἂν συνωνύμως κατηγορῆται, μὴ εἶναι αὐτὰ συμβλητὰ τὸ ἄλλο καὶ ἄλλο εἶναι τὰ πρῶτα δεδεγμένα αὐτὰ σώματα·2 ἄλλο γὰρ ὕδωρ καὶ ἄλλο ἀήρ, κἂν τὸ πολὺ καὶ τὸ διπλάσιον ταὐτὸν ἐφ’ ἑκατέρου σημαίνει ὡς συνωνύμως κατηγορούμενα. ἐπεὶ ὅπου τὸ πρῶτον δεδεγμένον τὰ συνωνύμως κατηγορούμενα ταὐτόν ἐστι τῷ εἴδει, κἂν τὰ ἐν οἷς ἐστι διαφέρῃ, συμβλητά ἐστιν ἐκεῖνα. καὶ δῆλον ἐκ τοῦ τὸν ἵππον καὶ τὸν κύνα καίτοι διαφέροντα κατ’ εἶδος συμβλητὰ ὅμως εἶναι κατὰ τὸ λευκόν. λέγομεν γὰρ πότερον λευκότερον ὁ ἵππος ἢ ὁ κύων ἐπὶ ἀτόμων ζητοῦντες, ἢ τὸ ψιμύθιον καὶ τὴν χιόνα παραβάλλομεν, διότι τὸ πρώτως δεξάμενον τὸ λευκὸν ἐν ἀμφοτέροις ταὐτόν ἐστιν, ἡ γὰρ ἐπιφάνεια. ὁμοίως δὲ καὶ κατὰ τὸ μέγεθος συμβλητά ἐστιν ἵππος καὶ κύων συνωνύμως αὐτῶν κατηγορούμενον καὶ τὴν αὐτὴν ἔχον ἐν ἑκατέρῳ φύσιν, διότι τὸ ἐν αὐτοῖς πρῶτον δεκτικὸν τοῦ μεγέθους ταὐτόν ἐστι τῷ εἴδει τὸ σῶμα. ὕδωρ δὲ καὶ φωνὴ οὐ συμβλητὰ οὔτε κατὰ τὸ λευκὸν οὔτε κατὰ τὸ μέγεθος, ὅτι ἐν μὲν ὕδατι τοῦ λευκοῦ ἡ ἐπιφάνειά ἐστι δεκτική, τοῦ δὲ μεγέθους τὸ σῶμα· ἐν δὲ φωνῇ οὔτε ἐπιφάνειά ἐστιν οὔτε σῶμα. ὡς εἴ γε καὶ τὸ πολὺ καὶ τὸ διπλάσιον μὴ τοῦ ὕδατος καὶ τοῦ ἀέρος κατηγοροῖτο πρώτως, ὧν ἑκάτερον καὶ κατὰ τὸν ὄγκον ἅμα καὶ κατὰ τὴν δύναμιν εἰδοποιεῖται, ἀλλ’ ἢ κατὰ τοῦ ὄγκου ἀμφοῖν λέγοιτο τὸ πολὺ ἢ τὸ διπλάσιον ἢ κατὰ τῆς δυνάμεως, συμβλητὰ ἂν εἴη, πότερος πλείων ἢ μείζων ὄγκος ὁ τοῦ ἀέρος ἢ ὁ τοῦ ὕδατος, καὶ ὅτι διπλάσιος καὶ ἥμισυς, καὶ ἐπὶ τῆς δυνάμεως ὁμοίως.
“或者在这些事例上同样的论据也成立……直至‘而是在白上。’” 在使这两种论据相互冲突——即主张同名异义者全都不可比较的论据,与主张同名同义者是可比较的论据——并表明在空气与水的情形中,“多”虽然看似同名同义地述说于两者,却依然不可比较,或者即使不是如此,至少“倍”更为显著且在两者之中具有相同的定义,然而由于体积对能力的分歧依然不可比较,并且以此方式使论证变得更为疑难之后,[亚里士多德]说,在水和空气的情形中,先前给出的区分也是正确的,即同名异义者不可比较,而同名同义者可比较。因为“多”与“倍”在水和空气上是不可比较的,乃是因为它们自身事实上也是同名异义地被述说的;但它们并不显现为如此,乃是因为它们的定义本身也是同名异义的,却述说于其名称所述说的同一双方之上。因为说“多是这般多且更多”的“多”的定义本身也是同名异义的。因为水中的“这般多且更多”与空气中的在种上是不同的。而“相等”的定义是具有相同的度量或相同的数目,但在这些事物上,名称与定义两者亦是同名异义地述说于它们所述说的事物之上。因此水和空气即便依照“相等”亦不可比较。因为即使它们在体积上相等,在能力上也不相等。而说“二比一”的“倍”的定义也是同名异义的。因为“一”本身也是同名异义的,只要它述说于实体是一回事,述说于性质又是另一回事。而如果“一”是同名异义的,“二”也是如此。由同名异义者构成的定义本身也是同名异义的。因此,在合乎情理地指出这些也是同名异义地被述说之后,他补充道:“否则,如果真有一种本性,为什么有些是可比较的而另一些不是?”因为如果“倍”在空气与水的情形中是同一的,正如在空气与空气、水与水的情形中那样,为什么空气是空气的两倍和一半并且它们是可比较的,水对水亦是如此,而空气与水却不再是可比较的,以至于这般多的空气不能成为这般多的水之两倍——如果空气与水中的“倍”真的具有单一的本性,正如在空气与空气、水与水之中那样?在如此对空气与水上“多”和“倍”被称为同名同义的述说提出疑难,并因此称其为同名异义之后,他又提出了另一个原因,说明即便它们是同名同义地被述说,它们也是不可比较的,即首先接纳它们的物体是各不相同的;因为水是一回事,空气是另一回事,即便“多”和“倍”作为同名同义被述说者在各自之上意指相同之事。因为凡首先接纳同名同义被述说者之物在种上是同一的,即便它们所存在于其中的事物有所差异,那些事物也是可比较的。而这从马和狗虽然在种上有所差异、却依然在“白”上是可比较的这一事实中是显然的。因为我们在具体个体上考察时会说马还是狗更白,或者将铅白与雪相对照,乃是因为在两者之中首先接纳白的是同一样东西,即表面。同样,马和狗在“大小”上也是可比较的,“大小”同名同义地述说于它们并且在各自之中具有相同的本性,乃是因为在它们之中首先接纳大小之物在种上是同一的,即物体。但水与声音无论在“白”上还是在“大小”上都不可比较,因为在水中接纳白的是表面,接纳大小的是物体,而在声音中既无表面亦无物体。因此,如果“多”与“倍”并非首先述说于水和空气(它们各自同时依据体积与能力被赋予形式),而是在两者之体积上说“多”或“倍”,或者在能力上说,那么它们就会是可比较的,即空气的体积与水的体积何者更多或更大,以及是两倍和一半这一点,在能力的情形中亦同样如此。
- 7.28ὁ λέγων ὅτι πολύ ἐστι τὸ τοσοῦτον καὶ ἔτι
在由分词短语“ὁ λέγων...”引导的 ὅτι 从句中,“τὸ τοσοῦτον καὶ ἔτι”(这般多且更多)构成了“πολύ”(多)的定义性主语部分。副词“ἔτι”被冠词短语包摄,起名词性作用以表示追加的量。
- 7.28τοῦ, κἂν συνωνύμως κατηγορῆται, μὴ εἶναι αὐτὰ συμβλητὰ τὸ ἄλλο καὶ ἄλλο εἶναι τὰ πρῶτα δεδεγμένα αὐτὰ σώματα
属格冠词不定式短语“τοῦ... μὴ εἶναι αὐτὰ συμβλητά”作为解释性属格依附于名词“αἰτίαν”,而其后的宾格冠词不定式短语“τὸ ἄλλο καὶ ἄλλο εἶναι τὰ πρῶτα δεδεγμένα αὐτὰ σώματα”则作为同位语,具体指明该原因的实际内容。
