← 辛普里丘

亚里士多德《物理学》注释

§1086.26-1088.6

基于体积与能力对同义词可比性的反驳

亚里士多德针对凡同名同义之词皆可比较的观点提出反驳,以水和空气为例表明“多”与“倍”由于体积与能力的偏差而是不可比较的,辛普里丘对此论证脉络作了注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.27

" Ἢ πρῶτον μὲν τοῦτο οὐκ ἀληθές ἕως τοῦ δύο γὰρ πρὸς ἓν καὶ οὐ συμβλητά." Εἰπὼν ὅτι τὰ μὲν μὴ ὁμώνυμα συμβλητά ἐστι, τὰ δὲ ὁμώνυμα οὐ συμβλητά, ἐνίσταται πρὸς τοῦτο παρατιθέμενος τὸ πολὺ συνωνύμως δοκοῦν κατηγορεῖσθαι ἐπί τε ὕδατος καὶ ἀέρος. οὐ γὰρ ὥσπερ τοῦ ὀξέος ἄλλος μὲν ἦν λόγος τοῦ ἐν χυμοῖς καὶ ἄλλος δὲ τοῦ ἐν ὄγκοις καὶ ἄλλος τοῦ ἐν φθόγγοις, οὕτω καὶ τοῦ πολλοῦ ἄλλος μὲν λόγος τοῦ ἐν ὕδατι, ἄλλος δὲ τοῦ ἐν ἀέρι, ἀλλὰ τὸ αὐτὸ σημαίνει τὸ πολὺ ἐν ἑκατέρῳ αὐτῶν. καὶ ὅμως οὐ συμβλητὰ τὸ ἐν ὕδατι πολὺ καὶ τὸ ἐν ἀέρι. τοῦτο δὲ λέγει ὅτι μὴ τοῖς ὄγκοις αὐτῶν καὶ αἱ δυνάμεις ἀκολουθοῦσιν,1 ἀλλ’ ἡ τοῦ τοσοῦδε ὕδατος δύναμις πολλαπλασία τῆς τοῦ τοσούτου ἀέρος. εἰ οὖν πολὺ ἦν τὸ τοσοῦτον ὕδωρ τῷ πολὺ δύνασθαι σὺν τῷ τηλικούτῳ ὄγκῳ (ἐν γὰρ τῇ δυνάμει μετὰ τοῦ ὄγκου ἦν τὸ ὕδατι εἶναι), οὐκέτι ὁ τοσοῦτος ἀὴρ πολὺς ἔσται, κἂν πλείων εἴη τοῦ κατὰ τὸν ὄγκον ἐλαττουμένου ὕδατος τῷ κατὰ τὴν δύναμιν ἐλαττοῦσθαι αὐτοῦ. ἀσύμβλητα ἄρα τό τε ἐν ὕδατι καὶ τὸ ἐν ἀέρι πολύ. ὁ γὰρ πλείων δοκῶν ἀὴρ τῷ ὄγκῳ ἐλάττων ἔσται τῇ δυνάμει, καίτοι τοῦ πολλοῦ συνωνύμως κατ’ ἀμφοῖν δοκοῦντος κατηγορεῖσθαι. ἢ φαίη τις ἂν καταλλήλως δεῖν τὸ πολὺ συγκρίνειν τὸν μὲν ὄγκον πρὸς τὸν ὄγκον παραβάλλοντα, τὴν δὲ δύναμιν πρὸς τὴν δύναμιν. ὁ δὲ τῇ παραλλαγῇ ταύτῃ ἀποχρησάμενός τι ἀσύμβλητον ἔδειξε, καίτοι τῆς συνωνυμίας κατὰ τὸ ἐν τοῖς ὄγκοις πολὺ καὶ ὀλίγον ληφθείσης,2 ὑπόπτου δὲ ὄντος τοῦ τὸ πολὺ συνωνύμως κατηγορεῖσθαι διὰ τὰ εἰρημένα τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος ‘εἰ δὲ μὴ τὸ πολύ, φησί, συνωνύμως κατηγορεῖται, ἐπὶ τοῦ διπλασίου ποιητέον τὸν λόγον.’ καὶ γὰρ καὶ ἐν ὕδατι καὶ ἐν ἀέρι τὸ αὐτὸ σημαίνει τὸ διπλάσιον ἑκατέρῳ, εἰ γὰρ διπλάσιόν ἐστι τὸ λόγον ἔχον ὃν τὰ δύο πρὸς ἕν, ὥστε καὶ λόγος ὁ αὐτὸς τοῦ διπλασίου ἐπ’ ἀμφοτέρων. καὶ ὅμως οὐκ ἔστι συμβλητὰ τὸ ὕδωρ καὶ ὁ ἀὴρ κατὰ τὸ διπλάσιον· οὐ γὰρ ὁ τοῦ τοσοῦδε ἀέρος διπλάσιος ἀὴρ ἔσται καὶ τοῦ τοσούτου ὕδατος διπλάσιος. τοῦτο δὲ πάλιν διὰ τὰς δυνάμεις, ἐν αἷς ἐστι τὸ εἶναι ὕδατι ἢ ἀέρι. εἰ γὰρ ὁ διπλάσιος ἀὴρ τοῦ ἡμίσεος τῷ ὄγκῳ ἀέρος πρὸς τῷ ὄγκῳ καὶ τὴν δύναμιν ἔχει διπλασίαν, ἐν τῷ λόγῳ τῷ δύο πρὸς ἕν ἐστιν· οὐκέτι δὲ τὸ τῷ ὄγκῳ ἥμισυ ὕδωρ τοῦ τοσούτου ἀέρος καὶ τῇ δυνάμει ἥμισύ ἐστιν οὐδὲ ἔλαττον ἴσως, ἀλλ’ ἐνίοτε καὶ ὑπερέχει τῆς ἐν τῷ διπλασίῳ ἀέρι δυνάμεως. οὐκ ἂν εἴη οὖν τὸ ἐν ἀέρι καὶ ὕδατι διπλάσιον συμβλητά. ἐὰν γὰρ πάλιν κατὰ τὴν δύναμιν ληφθῇ τὸ ἕτερον τοῦ ἑτέρου διπλάσιον, οὐκέτι κατὰ τὸν ὄγκον ἔσται διπλάσιον. ἄλλο οὖν τι τὸ διπλάσιον ἔσται, ὅταν ἀὴρ καὶ ὕδωρ συμβάλλωνται, ἀλλ’ οὐχ ὃ καθ’ ἑκατέρου αὐτῶν κατηγορεῖται. καίτοι ταὐτὸν ἐδόκει σημαίνειν ἐφ’ ἑκατέρου αὐτῶν. ὥστε οὐδὲ τὰ συνωνύμως κατηγορούμενα ἅπαντα συμβλητά· τοῦτο γὰρ βούλεται προσθεῖναι τοῖς ἐπὶ τῶν ὁμωνύμων εἰρημένοις, ἵνα κἂν φανῇ συνωνύμως κατηγορούμενον τὸ ταχὺ ἐπί τε τῆς κυκλοφορίας καὶ τῆς εὐθυφορίας, μὴ ἤδη ἀκολουθῇ τὸ καὶ συμβλητὰς εἶναι ταύτας τὰς κινήσεις.

“或者首先这并非真实……直至‘因为是二比一,且不可比较。’” 在说了非同名异义者是可比较的、而同名异义者是不可比较的之后,[亚里士多德]引证在水和空气上看似被同名同义地述说的“多”来反对这一点。因为并不像“锐”那样,在滋味中的定义是一种,在体积中的是另一种,在声音中的又是另一种;在“多”的情形中,在水中的定义并不是一种而在空气中的是另一种,相反,“多”在它们两者之中意指相同之事。然而,水中的“多”与空气中的“多”却不可比较。他之所以这样说,是因为它们的能力并不随着它们的体积而伴随发生,而是这般多的水所具有的能力是这般多的空气所具有的能力的许多倍。因此,如果这般多的水是由于与如此大的体积一道具有强大的能力而是“多”(因为水之为水是在伴随着体积的能力之中),那么这般多的空气即便在体积上多于缩减了的水,由于在能力上不及它,也将不再是“多”了。因此水中的“多”与空气中的“多”是不可比较的。因为在体积上看似更多的空气,在能力上却将更少,尽管“多”看似同名同义地述说于两者。或者有人会说,应当相应地比较“多”,将体积与体积相对照,将能力与能力相对照。但他利用这种差异显示了某种不可比较者,尽管这种同名同义性是依据体积中的“多”与“少”而被领会的;而由于所说的原因,在水和空气中“多”被同名同义地述说变得可疑,于是他说:“如果‘多’并非被同名同义地述说,那么就应当就‘倍’进行论述。”因为无论在水中还是在空气中,“倍”对两者都意指相同之事;因为如果“倍”是具有二比一比例的事物,那么“倍”的定义在两者之上亦是相同的。然而水与空气依照“倍”并不是可比较的;因为是这般多的空气的两倍的空气,并不会也是这般多的水的两倍。而这又是由于水或空气的存在所系之能力。因为如果按体积而言是一半空气的两倍的空气,除了体积之外还具有两倍的能力,它便处于二比一的比例之中;但在体积上是这般多的空气的一半的水,在能力上却不再是一半,或许也并不更少,有时甚至超过了两倍空气中的能力。因此空气中的“倍”与水中的“倍”不会是可比较的。因为如果再次依照能力将一者视为另一者的两倍,那么它在体积上将不再是两倍。因此,当空气与水进行比较时,“倍”将是某种别的事物,而不是分别述说于它们各自之上的那种[倍],尽管它在它们各自的情形中看似意指相同之事。所以,即便同名同义地被述说的事物,也并非全都是可比较的;因为他希望把这一点补充给就同名异义者所说的内容,以便即使“快”在圆周移动与直线移动之上显现为同名同义地被述说,也不至于立即由此推导出这些运动也是可比较的。

语法注2 条
  1. 7.27τοῦτο δὲ λέγει ὅτι μὴ τοῖς ὄγκοις αὐτῶν καὶ αἱ δυνάμεις ἀκολουθοῦσιν

    连词 ὅτι 引导原因从句(“因为……”)。否定词 μή 替代了通常用于陈述语气从句中的 οὐ,体现出给出主观根据或假设性前提而非纯客观陈述的色彩。

  2. 7.27ὁ δὲ τῇ παραλλαγῇ ταύτῃ ἀποχρησάμενός τι ἀσύμβλητον ἔδειξε, καίτοι τῆς συνωνυμίας κατὰ τὸ ἐν τοῖς ὄγκοις πολὺ καὶ ὀλίγον ληφθείσης

    主句的主语为 ὁ δέ(亚里士多德),谓语动词为 ἔδειξε,宾语为 τι ἀσύμβλητον。分词 ἀποχρησάμενος 表示手段或附带状况(“利用这种差异”),其后由 καίτοι 引导的属格独立结构(καίτοι τῆς συνωνυμίας... ληφθείσης)则补充了让步限定(“尽管同名同义性是依据……而被领会的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1086.26-1088.6