← 辛普里丘

亚里士多德《物理学》注释

§1085.15-1086.25

同名异义与运动可比性的判定标准

辛普里丘阐释了亚里士多德将同名异义与同名同义确立为运动可比性标准的论证(以“锐”和“快”为例),并梳理了该段文本的不同异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.26

" Ἀλλ’ ὅσα μὴ ὁμώνυμα, ἅπαντα συμβλητά ἕως τοῦ πολὺ δ’ ἔτι ἧττον ἐν ἀλλοιώσει καὶ φορᾷ.1" Ἀπορήσας ἐφ’ ἑκάτερα περὶ τοῦ συμβλητὰς εἶναι ἢ οὒ τάς τε γραμμάς, τήν τε εὐθεῖαν καὶ τὴν περιφερῆ, καὶ τὰς ἐπ’ αὐτῶν κινήσεις, βούλεται λοιπὸν φιλοσόφως κανόνα τινὰ εὑρεῖν, καθ’ ὃν δυνατὸν ἔσται τάς τε συμβλητὰς πάσας καὶ τὰς ἀσυμβλήτους διακρίνειν κινήσεις, κἂν ἐπὶ πασῶν κινήσεων τὸ ταχέως καὶ βραδέως κατηγορεῖται. καὶ πρῶτον λέγει, ὅτι τὰ μὴ ὁμωνύμως ἔχοντα τὸ αὐτὸ ὄνομα, τὸ ταχὺ καὶ βραδύ, ἀλλὰ δηλονότι συνωνύμως, ταῦτα συμβλητά ἐστι. τὰ δὲ ὁμωνύμως λεγόμενα οὐ συμβλητά, ὥσπερ τὸ ὀξὺ τῷ ὀξεῖ τὸ ὁμωνύμως λεγόμενον οὐ συμβλητόν· οὐ γάρ ἐστι συμβλητὰ τὸ ἐν χυμοῖς ὀξὺ καὶ τὸ ἐν ὄγκοις καὶ ἐν φθόγγοις οὐδὲ ἔστι συγκρίνοντα εἰπεῖν, πότερον ὀξύτερόν ἐστι τὸ γραφεῖον ἢ τὸ ὄξος ἢ ἡ νήτη· ἀλλὰ δῆλον ὅτι τὸ μὲν ἐν φθόγγοις ὀξὺ τῷ ἐν φθόγγοις συμβλητόν ἐστι, καὶ ἡ νήτη τῆς παρανήτης ἐστὶν ὀξυτέρα· ταὐτὸν γὰρ ἐπ’ ἀμφοῖν τὸ ὀξὺ σημαίνει. καὶ τὰ ἐν ὄγκοις ὁμοίως συμβλητὰ καὶ τὰ ἐν χυμοῖς. καὶ τὸ ταχὺ οὖν καὶ τὸ βραδύ, κἄν ἀμφοῖν κατηγορῆται τῶν κινήσεων, τῆς τε ἐπ’ εὐθείας καὶ τῆς ἐπὶ τοῦ κύκλου, οὐκ ἔσται συμβλητὸν διὰ τὸ ὁμωνύμως αὐτὰ κατηγορεῖσθαι· καὶ γὰρ ἐπὶ τῶν ἀνομοειδῶν κινήσεων κατηγορεῖται τὸ ταχύ· καὶ γὰρ ἀλλοίωσις ταχεῖα λέγεται καὶ φορά. ἀλλ’ οὐ διὰ τοῦτο συμβλητὸν τὸ ταχὺ τῷ ταχεῖ· ὁμώνυμον γὰρ ἐπ’ αὐτῶν τὸ ταχύ, εἴπερ καὶ τὰ ἐφ’ ὧν λέγονται μὴ ἔστι συμβλητὰ ἀλλήλοις· τὸ γὰρ ποιὸν οὐκ ἔστι τῷ ποῦ συμβλητόν. εἰ οὖν καὶ ἡ εὐθεῖα καὶ ὁ κύκλος, κἄν μᾶλλον ἐκείνων ἔχῃ τι κοινόν, ἀσύμβλητα ὅμως ἐστί· (τοῦτο γὰρ ὡς ἀξίωμα λαμβάνει), καὶ αἱ ἐπ’ αὐτῶν κινήσεις ἀσύμβλητοι ἂν εἶεν, ὡς ὁμωνύμως λεγομένου τοῦ ταχέος τούτου καὶ βραδέος. Εἰπὼν δὲ ὅτι ἡ νήτη τῇ παρανήτῃ συμβλητή, διότι τὸ αὐτὸ σημαίνει τὸ ὀξὺ ἐπ’ ἀμφοῖν, ἐπήγαγεν ἆρα οὖν οὐ ταὐτὸν τὸ ταχὺ ἐνταῦθα κἀκεῖ; ὡς εἰ ἔλεγεν ‘οὐ ταὐτὸν ἄρα τὸ ταχὺ ἐνταῦθα κἀκεῖ’,2 τουτέστιν ἐπί τε τῆς ἐπ’ εὐθείας καὶ τῆς ἐπὶ κύκλου κινήσεως. πολὺ δ’ ἔτι ἧττον, φησί, τὸ ταὐτὸν τοῦ ταχέος ἐν ἀλλοιώσει καὶ φορᾷ· πλείων γὰρ ἐνταῦθα ἡ διαφορά, εἴπερ ἡ μὲν ἀλλοίωσις ποιότητος, ἡ δὲ φορὰ τῆς ποῦ κατηγορίας ἐστίν, ἡ δὲ εὐθεῖα καὶ ἡ περιφερὴς ποσὰ ἄμφω καὶ ἄμφω συνεχῆ ποσὰ καὶ γραμμαὶ ἄμφω. τοῦτο δὲ προσέθηκε διὰ τὸ μετ’ ὀλίγον ῥηθησόμενον, ὅτι “εἰσὶ τῶν ὁμωνυμιῶν αἱ μὲν πολὺ ἀπέχουσαι, αἱ δὲ ἔχουσαί τινα ὁμοιότητα.” ἰστέον δὲ ὅτι ἡ γραφὴ τοῦ ῥητοῦ τούτου διάφορος φέρεται, ὅπου μὲν ἀλλ’ ὅσα μὴ ὁμώνυμα, ἅπαντα συμβλητά, ὡς καὶ ὁ Ἀλέξανδρος ἔγραψεν, ὅπου δὲ ἀλλ’ ὅσα μὴ συνώνυμα ἅπαντα ἀσύμβλητα. τινὲς δὲ τὴν ἐν τῷ ἑτέρῳ ἑβδόμῳ βιβλίῳ γραφὴν ἐνταῦθα μετατεθείκασιν ἔχουσαν οὕτω· ἀλλὰ ἆρά γε ὅσα μὴ ὁμώνυμα ἅπαντα συμβλητά. δῆλον δὲ ὅτι πάντα τὴν αὐτὴν ἔννοιαν ἔχει.

“然而凡非同名异义者,皆是可比较的……直至‘而在性质变化与位置移动中则更是少得多。’” 在就直线与圆周这些线及其上的运动究竟是否可比较而在两方面提出疑难之后,[亚里士多德]接下来希望以哲学的方式找到某种准则,依照该准则,即使在一切运动上都述说着“快”与“慢”,人们也将能够把一切可比较的运动与不可比较的运动区分开来。他首先说,凡非同名异义地——显而易见是同名同义地——具有“快”和“慢”这一相同名称的事物,这些事物是可比较的。而同名异义地被表述的事物则是不可比较的,正如被同名异义地表述的“锐”与“锐”不可比较一样;因为滋味中的“酸/锐”、体积中的“锐利”与声音中的“尖锐/高锐”是不可比较的,比较者也不能说铁笔、醋或最高弦音哪一个更锐;但显然声音中的“锐”与声音中的可比较,且最高弦音比次高弦音更锐,因为“锐”在这两者的情形中意指相同之事。体积中的事物同样是可比较的,滋味中的也是如此。因此,“快”与“慢”即使述说于直线上的运动与圆周上的运动这两种运动,由于它们是同名异义地被述说,也不会是可比较的;因为“快”也述说于不同种的运动上,性质变化被称为快的,位置移动亦被称为快的。但“快”并不因此就能与“快”相比;因为“快”在它们的情形中是同名异义的,只要它们所表述的承受者彼此不可比较;因为具有某种性质者与“在何处”是不可比较的。因此,如果直线与圆即使比那些事物具有更多共同之处,却仍然是不可比较的(因为他把这当作公理来接受),那么它们之上的运动也将是不可比较的,因为这“快”与“慢”是同名异义地被表述的。 而在说了最高弦音与次高弦音可比较是因为“锐”在两者之中意指相同之事之后,他接着提出:“那么,在此处与在彼处的‘快’难道不是同一的吗?”——这就像是在说“因此在此处与在彼处的‘快’不是同一的”,即在直线上的运动与在圆周上的运动中[不是同一的]。他说,在性质变化与位置移动中,“快”的同一性“更是少得多”;因为此处的差异更大,只要性质变化属于性质范畴,而位置移动属于“在何处”的范畴,而直线与圆周两者都是量,两者都是连续量,且两者都是线。他补充这一点,是因为稍后将会谈到:“在同名异义中,有些相隔甚远,有些则具有某种相似性。” 应当知道,这句经文的读法被传述得有所不同:在某些地方是“然而凡非同名异义者,皆是可比较的”,正如亚历山大所写的那样;在另一些地方则是“然而凡非同名同义者,皆是不可比较的”。有些人则把另一个第七卷中的读法移到了此处,其行文如下:“然而难道凡非同名异义者皆是可比较的吗?”但显而易见,所有这些都具有相同的含义。

语法注2 条
  1. 7.26πολὺ δ’ ἔτι ἧττον, φησί, τὸ ταὐτὸν τοῦ ταχέος ἐν ἀλλοιώσει καὶ φορᾷ

    谓词省略结构。对于亚里士多德的引文“πολὺ δ’ ἔτι ἧττον ἐν ἀλλοιώσει καὶ φορᾷ”(而在性质变化与位置移动中则更是少得多),辛普里丘明确补出了主语“τὸ ταὐτὸν τοῦ ταχέος”(“快”的同一性),并将省略的动词理解为“存在”(ἔστι)。

  2. 7.26ἆρα οὖν οὐ ταὐτὸν τὸ ταχὺ ἐνταῦθα κἀκεῖ; ὡς εἰ ἔλεγεν ‘οὐ ταὐτὸν ἄρα τὸ ταχὺ ἐνταῦθα κἀκεῖ’

    辛普里丘将亚里士多德原文中的修辞反问句(ἆρα οὖν οὐ...,“难道不是……吗?”)转述为断定句(οὐ ταὐτὸν ἄρα...,“因此……并不是同一的”)。语气词组合 ἆρα οὖν οὐ 在此处引出一个断定性的推论结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1085.15-1086.25