- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1083.26-1085.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德(248a18)提出了认为直线与圆周及其上的运动是可比较的反方论证(从较大和较小中推出相等,并通过字母Α、Β、Γ予以说明);辛普里丘阐释了该论证的展开及其用词上的晦涩,随后指明亚里士多德最终如何通过再次归谬彻底否定两者的可比较性。
" Ἐπὶ δὲ τοῦ κύκλου καὶ τῆς εὐθείας ἕως τοῦ ἀλλ’ οὐ συμβλητά· οὐδὲ ἄρα αἱ κινήσεις." Δείξας ὅτι οὔτε ἡ κύκλῳ τῇ ἐπ’ εὐθείας συμβλητὴ οὔτε ἡ ἀλλοίωσις τῇ φορᾷ, ἀπορεῖ διὰ τί οὐ συμβλητὴ ἡ κύκλῳ τῇ ἐπ’ εὐθείας καὶ αὐτὴ ἡ εὐθεῖα τῇ περιφερεῖ. πρῶτον μὲν γὰρ ἄτοπόν φησι τὸ ἀδύνατον νομίζειν ὁμοίως καὶ ἰσοταχῶς τοῦτο μὲν ἐπὶ τῆς εὐθείας κινεῖσθαι, τοῦτο δὲ ἐπὶ τοῦ κύκλου, ἀλλ’ εὐθὺς οἴεσθαι1 ἀνάγκη εἶναι θᾶττον κινεῖσθαι τὸ ἐπὶ τοῦ ἑτέρου αὐτῶν κινούμενον, παρὰ τοῦ ὑποκειμένου δηλονότι τὴν διαφορὰν λαμβάνον, ὡς ἄν εἰ τὸ μὲν ἐπὶ κατάντους ἐκινεῖτο, τὸ δὲ ἐπὶ ἀνάντους. ἐπὶ μὲν γὰρ τῶν οὕτως ἐχόντων οὐδὲν ἄτοπον καὶ τῶν φύσει ἰσοταχῶν ἀνισοταχῆ γίνεσθαι τὴν κίνησιν διὰ τὴν τῶν ὑποκειμένων διαφοράν. ὁ δὲ κύκλος καὶ ἡ εὐθεῖα τίνα ἔχει τοιαύτην πρὸς ἄλληλα διαφοράν; καὶ μάλιστα εἰ μὴ ὀρθὸς ὁ κύκλος ἑστήκοι, ὥστε δοκεῖν ἀναβαίνειν καὶ καταβαίνειν τὸ κινούμενον, ἀλλ’ ὕπτιος ἐν ἐδάφει κέοιτο. ἐφεξῆς δὲ πειρᾶται δεικνύναι ὅτι, κἄν ὑποτεθῇ ἐπὶ τῆς ἑτέρας αὐτῶν ἀεὶ θάττω γίνεσθαι τὴν κίνησιν εἴτε παρὰ τὰς ὑποκειμένας γραμμὰς εἴτε παρὰ ἄλλην αἰτίαν, καὶ εἴτε τὸ αὐτὸ εἴη τὸ ἐφ’ ἑκατέρας κινούμενον εἴτε ἕτερον καὶ ἕτερον, οὐδὲ οὕτως συμβαίνει τὸ ἀσυμβλήτους αὐτὰς εἶναι· ἔσται γὰρ ἡ μὲν μείζων αὐτῶν, ἐφ’ ἧς ἐν τῷ ἴσῳ χρόνῳ θᾶττον κινεῖσθαι τὸ κινούμενον ἐτέθη, ἡ δὲ ἐλάττων, ἐφ’ ἧς τὸ βραδύτερον. ἐν αἷς δὲ τὸ μεῖζον καὶ τὸ ἔλαττόν ἐστιν, ἐν ταύταις οἷόν τέ ἐστι καὶ τὸ ἴσον λαβεῖν, ὥστε ἔσται τις περιφερὴς εὐθείᾳ ἴση. τὸ δὲ ἔσται γὰρ μείζων καὶ ἐλάττων ἡ περιφερὴς τῆς εὐθείας εἶπεν ἀντὶ τοῦ ‘ἔσται γὰρ ποτὲ μείζων ποτὲ δὲ ἐλάττων’, μείζων μέν, ἂν τὸ ἐπ’ αὐτῆς κινούμενον θᾶττον ὑποτεθῇ κινεῖσθαι, ἐλάττων δέ, ἂν βραδύτερον· τὸ γὰρ θᾶττον κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον κινηθήσεται, καὶ τὸ βραδύτερον ἔλαττον. Δείκνυσι δὲ αὐτὸ καὶ δι’ ἐκθέσεως. εἰ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τῷ Α τὸ μὲν θᾶττον κινούμενον τὴν Β τὴν περιφερῆ διελήλυθε, τὸ δὲ βραδύτερον τὴν Γ τὴν εὐθεῖαν, δῆλον ὡς μείζων ἔσται ἡ Β περιφέρεια τῆς Γ εὐθείας, εἴπερ θᾶττον ὡριζόμεθα πρότερον τὸ ἐν ἴσῳ χρόνῳ μεῖζον κινούμενον. ἀλλὰ μὴν θᾶττόν ἐστι καὶ τὸ ἐν ἐλάττονι χρόνῳ ἴσον κινούμενον. ὥστε τὸ θᾶττον ἐν μέρει τινὶ τοῦ Α χρόνου μέρος τι τῆς Β περιφερείας κινήσεται ὃ ἴσον ἐστὶ τῇ Γ εὐθείᾳ, ἣν ἐν παντὶ τῷ Α χρόνῳ κεκίνηται τὸ βραδύτερον κινούμενον· ἴση ἄρα καὶ οὕτως ἔσται ἡ εὐθεῖα τῇ περιφερείᾳ, ὃ δεδήλωκεν διὰ τοῦ ἔσται τι μέρος τοῦ Α ἐν ᾧ τὸ Β τοῦ κύκλου δίεισι. λαμβάνει δὲ τὸ Β τὸ μέρος τοῦ κύκλου, ὃ ἴσον ἐστὶ τῇ Γ. τὸ δὲ καὶ τὸ Γ ἐν ὅλῳ τῷ Α τὴν Γ ἀσάφειαν ἔσχε,2 διότι καὶ τὸ κινούμενον κατὰ τῆς εὐθείας ἐκάλεσε νῦν Γ μὴ πρότερον καλέσας. παραστὰς δὲ οὕτω τῷ λέγοντι λόγῳ συμβλητὰ εἶναι καὶ τὴν εὐθεῖαν τῇ περιφερείᾳ καὶ τὰς ἐπ’ αὐτῶν κινήσεις (ἑκατέρῳ γὰρ θάτερον ἕπεται), τὸ μὲν ἐλέγξαι τὸν παραλογισμὸν τῆς συνηγορίας παρῆκε νῦν, ὡς τελειότερον μέλλων τὴν διακριτικὴν αἰτίαν ἐπάγειν τῶν τε συμβλητῶν καὶ τῶν μή, εἰς δὲ τὸ αὐτὸ ἀδύνατον ἀπαγαγὼν πάλιν ἀναιρεῖ τὸ εἶναι συμβλητὰς τὰς κινήσεις καὶ τὰς γραμμάς, τὴν εὐθεῖαν τῇ περιφερεῖ. εἰ γάρ εἰσι συμβληταὶ αἱ γραμμαί, φησί, συμβαίνει τὸ ἀρτίως ῥηθὲν ἀδύνατον τὸ ἴσην εἶναι εὐθεῖαν κύκλῳ. εἰ οὖν τοῦτο ἀδύνατον, οὐκ ἔστι συμβλητὰ ἥ τε εὐθεῖα καὶ ἡ περιφερής· εἰ δὲ μὴ ταῦτα συμβλητά, οὐδὲ αἱ ἐπ’ αὐτῶν κινήσεις· ἕπεται γὰρ ἀλλήλοις, ὡς καὶ ὁ τῶν ἰσοταχῶν ὁρισμὸς δηλοῖ, εἴ γε ἰσοταχῆ τὰ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενα. εἴτε γὰρ αἱ κινήσεις συμβληταί, καὶ τὰ διαστήματα ἐφ’ ὧν αἱ κινήσεις συμβλητὰ καὶ ἴσα· εἴτε ταῦτα ἴσα ἃ ἐν τῷ ἴσῳ χρόνῳ κινεῖται, καὶ αἱ κινήσεις ἰσοταχεῖς εἰσιν.
“关于圆周与直线……直至‘但并非可比较的;因此运动也不是。’” 在表明了既非圆周运动与直线上的运动可比较,性质变化与位置移动亦不可比较之后,[亚里士多德]提出疑难:为何圆周运动与直线上的运动不可比较,直线本身与圆周也不可比较。因为他首先说,认为一者在直线上运动而另一者在圆周上以类似且相等的速度运动是不可能的,却立刻认为在它们其中之一上运动的事物必然运动得较快——显而易见是从作为底层的基底中获得差异,就像一者在下坡上运动而另一者在上坡上运动那样——这是荒谬的。因为在处于这种情况的事物中,即使本来速度相等的事物,由于作为底层的基底的差异而使其运动变成不等速,这并不荒谬。然而圆周和直线彼此之间又有什么样的这种差异呢?尤其是如果圆周并非直立放置——以致移动之物看似在上升和下降——而是平铺在地面上,那就更是如此了。接着,他试图表明:即使假设在它们其中之一上的运动总是较快——无论是由于底层的线,还是由于某种其他原因,并且无论在各者之上运动的是相同事物还是相异事物——即便如此也不会得出它们不可比较的结论。因为其中一者将会较大(在相等时间内移动之物被设定为运动得较快的那条线),而另一者将会较小(运动得较慢的那条线)。而在存在较大和较小的事物中,在这些事物中也可能取相等者,从而将会存在某条与直线相等的圆周。至于他说“因为圆周将会大于且小于直线”,这是用来代指“因为它将有时较大而有时较小”——如果假定在其上运动之物较快,则较大;如果较慢,则较小;因为在相等时间内运动较快者将运动得较多,而较慢者将运动得较少。 他也通过设立各项来表明这一点。因为如果在相同的时间Α中,运动较快者穿越了圆周Β,而较慢者穿越了直线Γ,那么显而易见圆周Β将大于直线Γ,只要我们此前将运动较快者定义为在相等时间内运动较多者。然而,在更少时间内运动相等者同样是较快的。因此,较快者将在时间Α的某个部分中运动圆周Β的某个部分,而该部分与较慢之物在整个时间Α中所运动的直线Γ相等;因此,即使这样,直线也将与圆周相等,他通过“将存在Α的某个部分,在其中穿越圆的[部分]Β”表明了这一点。而他将Β取为圆周中与Γ相等的那一部分。至于“且Γ在整个Α中[运动]Γ”这一表述则带有晦涩之处,因为他现在将沿着直线运动的事物也称为Γ,此前却未曾如此称呼过。 在这样站在声称直线与圆周可比较且其上的运动亦可比较(因为一者伴随另一者)的论证一边之后,他暂时搁置了揭露这一辩护中的谬误推论,因为他打算随后更完备地引出区分可比较与不可比较事物的辨别原因;而通过再次引向同一个不可能的结论,他否定了运动以及线——直线与圆周——是可比较的。因为他说,如果这些线是可比较的,就会得出刚才所说的荒谬结论,即直线与圆相等。因此,如果这是不可能的,直线与圆周就不是可比较的;而如果这些不是可比较的,其上的运动也不是可比较的。因为它们彼此伴随,正如速度相等者的定义也指明的那样,如果确实在相等时间内运动相等者速度相等的话。因为如果运动是可比较的,运动在其上发生的间距也是可比较且相等的;又如果在相等时间内运动的这些间距是相等的,运动也必是速度相等的。
- 7.25πρῶτον μὲν γὰρ ἄτοπόν φησι τὸ ἀδύνατον νομίζειν... ἀλλ’ εὐθὺς οἴεσθαι
这是由 ἄτοπόν φησι 引出的宾格加不定式结构,名词化的不定式短语 τὸ ἀδύνατον νομίζειν... ἀλλ’ εὐθὺς οἴεσθαι 充当省略了的谓语不定式 [εἶναι](与 ἄτοπον 搭配)的主语。其内部又嵌套了依赖 νομίζειν 的宾格不定式(τοῦτο μὲν... κινεῖσθαι)以及依赖 οἴεσθαι 的宾格不定式(ἀνάγκη εἶναι θᾶττον κινεῖσθαι...)。
- 7.25τὸ δὲ καὶ τὸ Γ ἐν ὅλῳ τῷ Α τὴν Γ ἀσάφειαν ἔσχε
辛普里丘引用了亚里士多德原文中的短语“καὶ τὸ Γ ἐν ὅλῳ τῷ Α τὴν Γ”作为 ἀσάφειαν ἔσχε 的主语。他指出了这里句法与表述上的晦涩之处:字母 Γ 既被用来指称运动之物(τὸ κινούμενον),又以宾格 τὴν Γ 用来指称被移动的直线(τὴν Γ [γραμμήν])。
