← 辛普里丘

亚里士多德《物理学》注释

§1082.1-1083.25

运动的可比较性与不同种运动的不可比性

辛普利丘阐释了亚里士多德在《物理学》第七卷第四章(248a10)中提出的“是否一切运动皆可比较”的疑难,通过归谬法论证了直线运动与圆周运动、以及性质变化与位置移动之间皆不可比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.24

" Ἀπορήσειε δ’ ἄν τις πότερόν ἐστι κίνησις πᾶσα ἕως τοῦ ὥστε οὐ πᾶσα συμβλητή." Συμπερανάμενος τὸν ἐξ ἀρχῆς λόγον τὸν δεικνύντα, ὅτι τὸ πρώτως κινοῦν μὴ ὡς τὸ οὗ ἕνεκα ἀλλὰ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τὸ προσεχῶς ὑπ’ αὐτοῦ κινούμενον κατὰ πᾶν εἶδος κινήσεως ἅμα ἐστὶ καὶ οὐδέν ἐστι μεταξύ, καὶ ἕκαστον εἶδος κινήσεως μέχρι νῦν καθ’ ἑαυτὸ ἐπισκεψάμενος καὶ τὰ ὑπάρχοντα αὐτῷ παραδούς, ἀπορεῖ καὶ ζητεῖ ἐντεῦθεν εἰ πᾶσα κίνησις πάσῃ ἐστὶ συμβλητὴ κατὰ τὰς ἰδίας τῆς κινήσεως διαφοράς, τό τε θᾶττον καὶ τὸ βραδύτερον. ὥστε μὴ μόνον τὰς ὁμοειδεῖς ἀλλήλαις συμβάλλειν οἷον ἀλλοίωσιν ἀλλοιώσει, ὡς εἶναι αὐτῷ τὴν μὲν θάττω τινὸς ἀλλοιώσεως, τὴν δὲ βραδυτέραν, τὴν δὲ ἴσην· ἀλλ’ εἰ καὶ ἀλλοίωσιν φορᾷ συμβάλλειν δυνατόν ἐστιν ἢ αὐξήσει καὶ μειώσει, ὡς ἢ ἰσοταχεῖς αὐτὰς λέγειν ἢ τὴν μὲν θάττω, τὴν δὲ βραδυτέραν (ἰστέον δὲ ὅτι τὸ συμβάλλειν ταὐτὸν σημαίνει τῷ παραβάλλειν καὶ συγκρίνειν καὶ ὅλως συνεξετάζειν. ἀλλ’ οἱ μὲν ἀρχαῖοι παραβάλλεσθαι ταῦτα ἀλλήλοις ἔλεγον, οἱ δὲ νεώτεροι συγκρίνεσθαι, τῶν ἀρχαίων φυσικῶν τῷ τῆς συγκρίσεως ὀνόματι κεχρημένων ἐπὶ τοῦ συνάγοντος εἰς ταὐτὸ τὰ κεχωρισμένα). ἀπορήσας δὲ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἔστι πᾶσα κίνησις πάσῃ συμβλητή (οὐ γάρ ἐστι πασῶν κοινόν τι μέτρον), ἀλλ’ αἱ ὁμοειδεῖς μόνον ἀλλήλαις. δείκνυσι δὲ αὐτὸ δι’ ἀδυνάτου ἐπὶ δυεῖν φορῶν πρῶτον, τῆς τε ἐπ’ εὐθείας καὶ τῆς κύκλῳ, προλαβὼν τὸ ἤδη δεδειγμένον αὐτῷ τὸ ὁμοταχῆ εἶναι τὰ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενα καὶ ἐπιφέρων ἀδύνατον τῷ συμβλητὰς εἶναι τὸ ἴσην ἔσεσθαι εὐθεῖαν γραμμὴν περιφερεῖ.1 εἰ γὰρ εἴη ἰσοταχῆ τινα τὸ μὲν ἐπ’ εὐθείας τινὸς κινούμενον τὸ δὲ ἐπὶ περιφεροῦς (ἰσοταχῆ δέ ἐστι τὰ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενα), ἴση ἔσται ἡ εὐθεῖα τῇ περιφερεῖ. τοῦτο δὲ ἐζητεῖτο μὲν ἔτι, εἰ δυνατὸν εὐθεῖαν ἴσην εἶναι περιφερείᾳ, ἀπέγνωστο δὲ μᾶλλον· καὶ διὰ τοῦτο οὐδὲ ὁ τοῦ κύκλου τετραγωνισμὸς ηὕρητό πω, καὶ νῦν δὲ κἂν δοκῇ ηὑρῆσθαι, ἀλλὰ μετά τινων ὑποθέσεων ἀντιλεγομένων. αἴτιον δὲ τοῦ καίτοι μήπω εὑρεθέντα τὸν τοῦ κύκλου τετραγωνισμὸν ζητεῖσθαι ἔτι καὶ τὸ εἰ ἔστιν εὐθεῖα περιφερεῖ ἴση τὸ μηδὲ ὅτι ἀδύνατα ταῦτά ἐστιν ηὑρῆσθαί πω2 ὥσπερ τὸ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ. διὸ τοῦτο οὐδὲ ζητεῖται ἔτι. Δείξας δὲ τὰς ἐπὶ τῶν γραμμῶν τούτων κινήσεις ἀσυμβλήτους διὰ τὸ ἕπεσθαί τι ἀδύνατον δοκοῦν τῷ συμβλητὰς αὐτὰς ὑποτιθεμένῳ, δείκνυσιν ἐφεξῆς ἐπὶ τῶν ἀνομοειδῶν κινήσεων ἀλλοιώσεώς τε καὶ φορᾶς, ὅτι καὶ αὗται ἔτι μᾶλλον ἀσύμβλητοί εἰσι. δείκνυσι δὲ καὶ τοῦτο δι’ ἀδυνάτου. εἰ γάρ τις λέγοι ἴσην ἀλλοίωσιν φορᾷ, τουτέστιν ἰσοταχῆ, ὅταν ἐν ἴσῳ χρόνῳ τὸ μὲν ἀλλοιωθῇ τὸ δὲ ἐνεχθῇ, συμβήσεται ἴσον εἶναι τὸ πάθος τὸ κατὰ τὴν ἀλλοίωσιν τῷ μήκει τῷ κατὰ τὴν φοράν. ἰσοταχῆ γὰρ ἦν τὰ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενα. ἀλλὰ ἀδύνατον ἴσον εἶναι πάθος μήκει· ἀσύμβλητα γὰρ τὸ ποσὸν καὶ τὸ ποιόν, ὅτι τοῦ μὲν τὸ ἴσον, τοῦ δὲ τὸ ὅμοιον κατηγορεῖται. καὶ δῆλον ὅτι μὴ δυνατὸν τὸ ἴσον κατηγορῆσαι οὐδ’ ἂν τὰ κινούμενα κατ’ αὐτὰ ἰσοταχῆ λέγεσθαι δυνατόν. πῶς γὰρ οἷόν τε θερμότητα ἢ λευκότητα ἴσην λέγειν μήκει; εἰ οὖν μὴ ἔστιν ἴσον πάθος μήκει μηδὲ συμβλητὰ ταῦτα ἀλλήλοις, οὐδὲ αἱ κατ’ αὐτὰ κινήσεις ἴσαι ἔσονται οὐδὲ συμβληταί· εἰ γὰρ ἐκεῖναι, καὶ ταῦτα διὰ τὸ ἰσοταχῆ εἶναι τὰ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενα. εἰπὼν δὲ ὅτι ἔσται ἄρα ἴσον πάθος μήκει, τὴν αἰτίαν τούτου τὸ εἶναι ἀδύνατον ἐπήγαγεν. τότε γὰρ ἰσοταχῆ λέγομεν, ὅταν ἐν ἴσῳ χρόνῳ ἴσον κινηθῇ. τὸ δὲ ἢ ἐλάττων προσκείμενον τὸ ὅλως αὐτὰς εἶναι συμβλητὰς ἀναιρεῖ, εἰ μήτε ἴση μήτε ἐλάττων. δῆλον γὰρ ὅτι οὐδὲ μείζων· ὅπου γὰρ ἡ μείζων, καὶ ἡ ἐλάττων. δείξας δὲ ὅτι οὐδὲ φορὰ πᾶσα πάσῃ συμβλητὴ οὐδὲ ἡ ἀλλοίωσις ὅλως τῇ φορᾷ, εἰκότως συνεπεράνατο, ὅτι οὐ πᾶσα κίνησις πάσῃ συμβλητή.

“有人也许会疑难:是否一切运动……直至‘因此并非一切运动都是可比较的。’” 在终结了最初那个表明第一推动者(不是作为目的因,而是作为运动的本原由之而出的推动者)与直接被其推动的事物在每一种运动形式中都在一起且中间没有任何东西的论证,并且直至目前为止考察了运动的每一种形式自身并传授了属于它的属性之后,[亚里士多德]从这里开始提出疑难并探究:是否一切运动依照运动特有的差异,即较快与较慢,都与一切运动是可比较的。其结果在于,是否不仅能将同类的运动彼此比较,例如将性质变化与性质变化相比较——以致对他而言,某种性质变化比较另一种性质变化较快、较慢或相等——而且是否也可能将性质变化与位置移动相比较,或与增大和减小相比较,从而称它们速度相等,或是一者较快而另一者较慢(应当知道,“比较”与“对照”、“对比”以及总的来说“一同考察”意涵相同。但古人曾说这些事物是彼此对照,而较晚近的人则说它们是对比,古代自然哲学家曾把“对比”这个名称用于将分离的事物汇聚到同一事物上的过程)。在提出了这个疑难之后,他表明:并非一切运动都与一切运动是可比较的(因为一切运动并没有某种共同的尺度),而唯有同类的运动才能彼此比较。 他首先在直线运动和圆周运动这两种位置移动上通过归谬法表明这一点,预先假定了已被他证明的命题,即在相等时间内运动相等者速度相等,并针对它们是可比较的这一点引出直线将与圆周相等的荒谬结论。因为如果有些事物速度相等,一者在某条直线上运动而另一者在圆周上运动(而在相等时间内运动相等者速度相等),那么直线就将与圆周相等。而这一点虽然还在被探究,即直线是否可能与圆周相等,但毋宁说已被判定为不可能;正因如此,化圆为方也尚未被发现,即使现在似乎已被发现,也是带有某些有争议的假设的。而之所以尽管尚未被发现,化圆为方以及是否存在与圆周相等的直线却仍在被探究,其原因在于:甚至连这些事情是不可能的这一事实也尚未像对角线与边不可通约那样被发现。因此,后者已经不再被探究了。 在表明了由于设定这些线上的运动是可比较的人会伴随着某种看似不可能的结论,因而这些运动是不可比较的之后,他接着在性质变化与位置移动这两种不同类的运动上表明,它们更是不可比较的。他也通过归谬法表明了这一点。因为如果有人称性质变化与位置移动相等,即速度相等,每当在相等时间内一者发生性质变化而另一者发生移动时,就会得出依照性质变化的受动与依照位置移动的长度相等的结论。因为在相等时间内运动相等者原本就是速度相等的。然而受动不可能与长度相等;因为量和质是不可比较的,对前者述说“相等”,对后者则述说“相似”。显而易见,如果不可能述说“相等”,那么依照它们运动的事物也绝不可能被称为速度相等。因为怎能称热度或白度与长度相等呢?因此,如果受动与长度不相等,这些事物彼此也不可比较,那么依照它们的运动也不会是相等的,也不会是可比较的;因为如果那些〔运动〕是,由于在相等时间内运动相等者速度相等,这些事物也必将是。在说了“因此受动将与长度相等”之后,他补充了这之所以不可能的原因。因为每当在相等时间内运动相等时,我们才称之为速度相等。而“或更小”这一附加语,如果既不相等也不更小,就彻底否定了它们是可比较的。因为显然也不会是更大;因为凡有更大的地方,也有更小的。在表明了既非一切位置移动都与一切位置移动可比较,性质变化与位置移动也根本不可比较之后,他理所当然地得出结论:并非一切运动都与一切运动是可比较的。

语法注2 条
  1. 7.24ἐπιφέρων ἀδύνατον τῷ συμβλητὰς εἶναι τὸ ἴσην ἔσεσθαι εὐθεῖαν γραμμὴν περιφερεῖ

    ἐπιφέρων(引出、附加)的直接宾语是带有中性冠词的不定式短语 τὸ ἴσην ἔσεσθαι εὐθεῖαν γραμμὴν περιφερεῖ(“直线将与圆周相等”),ἀδύνατον 作为宾语补足语(“作为荒谬的结论”)。无介词的与格动名词短语 τῷ συμβλητὰς εἶναι 则表示归谬法所针对的假设前提(“针对它们是可比较的这一点”)。

  2. 7.24αἴτιον δὲ τοῦ καίτοι μήπω εὑρεθέντα τὸν τοῦ κύκλου τετραγωνισμὸν ζητεῖσθαι ἔτι καὶ τὸ εἰ ἔστιν εὐθεῖα περιφερεῖ ἴση τὸ μηδὲ ὅτι ἀδύνατα ταῦτά ἐστιν ηὑρῆσθαί πω

    该句的骨干为 αἴτιον(表语)+属格定冠词引导的不定式短语 τοῦ ... ζητεῖσθαι ...(“……仍在被探究的原因”)+作为主语的冠词短语 τὸ μηδὲ ὅτι ἀδύνατα ταῦτά ἐστιν ηὑρῆσθαί πω(“在于这些事情是不可能的这一事实甚至尚未被发现”)。在属格短语内部,让步分词 μήπω εὑρεθέντα 修饰宾格主语 τὸν τοῦ κύκλου τετραγωνισμὸν,并与另一主语从句 καὶ τὸ εἰ ἔστιν εὐθεῖα περιφερεῖ ἴση 共同作被动不定式 ζητεῖσθαι 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1082.1-1083.25