← 辛普里丘

亚里士多德《物理学》注释

§1080.1-1081.30

灵魂的偶性变化与形态的非性质变化

辛普里丘阐释了亚里士多德关于灵魂的平静与知识的恢复伴随肉体性质之变化而发生(248a2–248a6)的论述,确认灵魂自身并非性质变化而仅偶性地如此。他还探讨了亚历山大关于为何状态和形状的转变不属于性质变化的疑难及其解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.22

" Καθίσταται δὲ καὶ ἠρεμίζεται ἕως τοῦ ὅταν νήφων γένηται καὶ ἐγερθῇ." Εἰπὼν ὅτι καθισταμένης τῆς τῶν ἐμποδιζόντων ταραχῆς καὶ αἰσθητικοὶ γίνονται καὶ φρόνιμοι καὶ ἐπιστήμονες ἐπάγει ὅτι πρὸς ἔνια μὲν ὑπὸ τῆς φύσεως καθίσταται, τουτέστι πρὸς τὸ τὰς αἰσθήσεις ἀκριβέστερον ἐνεργεῖν, πρὸς ἔνια δὲ ὑπὸ ἐθῶν καὶ διδασκαλίας ὥσπερ πρὸς τὰς ὀρέξεις βοηθούσης καὶ πρὸς ταύτας τῆς φύσεως. μήποτε δὲ πρὸς μὲν τὰς φυσικὰς κινήσεις τάς τε αἰσθητικὰς καὶ τὰς ὀρεκτικὰς ὑπὸ τῆς φύσεως καθίστανται, πρὸς δὲ τὰς τεχνικὰς καὶ λογικὰς ὑπὸ τοῦ λόγου. καθίστανται δέ, φησίν, ἐν ἀμφοτέροις1 ἀλλοιουμένων τινῶν. ἐν ἀμφοτέροις δὲ ἂν λέγοι τοῖς τε ὑπὸ τῆς φύσεως ἔνδοθεν καθισταμένοις καὶ τοῖς ἔξωθεν ὑπὸ ἐθῶν καὶ διδασκαλίας. ἢ ἐν ἀμφοτέροις εἶπεν τοῖς τε ἐξ ἀρχῆς λαμβάνουσι τὴν ἕξιν καὶ τοῖς μετὰ μέθην ἢ ὕπνον ἢ νόσον ἀποκαθισταμένοις. ἀλλοιουμένων δέ τινων ἐν τῷ σώματι καθίστανται ἄμφω οἵ τε ἔνδοθεν καὶ ἔξωθεν καθιστάμενοι· ὑγροτέρων γὰρ ἢ ξηροτέρων ἢ θερμοτέρων ἢ ψυχροτέρων 〈τῶν〉 σωμάτων γινομένων, ὡς ἔχει ἐπὶ τοῦ ἐκ τοῦ μεθύειν εἰς τὸ νήφειν μεταβάλλοντος, ἐξ ὑγρότητος καὶ θερμότητος ἀσυμμέτρου εἰς τὸ κατὰ φύσιν ἀποκαθισταμένου τοῦ πνεύματος καὶ διὰ τοῦτο χρωμένου πάλιν τῇ ἐπιστήμῃ, τοῦ πρότερον ἀδυνατοῦντος χρῆσθαι διὰ τὴν μέθην καὶ τὴν ἀπ’ αὐτῆς δυσκρασίαν. ὥσπερ οὖν ἐπὶ τούτου οὐκ ἀναλαμβάνεται ἡ ἕξις, ὅταν νήψῃ, ἀλλὰ παυσαμένου τοῦ ἐνοχλοῦντος διὰ τῆς τινων ἐν τῷ σώματι ἀλλοιώσεως ἕτοιμος ἡ χρῆσις, οὕτω καὶ ἐπὶ τοῦ τὴν ἕξιν ἐξ ἀρχῆς ἀναλαμβάνειν δοκοῦντος.

“而它安定下来并平静……直至‘每当他变得清醒并醒来时。’” 在指出了随着阻碍因素的纷乱安定下来,人们不仅变得有感知能力,也变得有明智和有知识之后,[亚里士多德]接着补充说,对于某些事情而言,它是通过自然而安定下来的——即对于感觉更加精确地现实活动而言;而对于另一些事情而言,则是通过习惯和教导而安定下来的——犹如对于欲望而言,尽管对于欲望自然也有所协助。或者,也许对于感知和欲求等自然运动而言,它们是通过自然而安定下来的;而对于技艺和理性的运动而言,则是通过理性而安定下来的。他说,“在两种情况下,随着某些东西发生性质变化,它们安定下来。”他说“在两种情况下”,指的可能是既包括由自然从内部安定下来的那些人,也包括由习惯和教导从外部安定下来的那些人。或者他所说的“在两种情况下”,是指既包括从最初获得状态的人,也包括在醉酒、睡眠或患病之后恢复的人。无论是从内部安定下来的人,还是从外部安定下来的人,都是随着肉体中的某些东西发生性质变化而安定下来的;因为随着肉体变得更湿润、更干燥、更热或更冷〔,他们便安定下来〕——正如从醉酒向清醒转变的人那样,元气从不相称的湿润与热度恢复到合乎自然的状态,〔他〕因此再次运用知识,而他此前由于醉酒及其引起的失衡而无法运用。正如在这位清醒过来的人身上,状态并非重新获得,而是随着造成困扰的事物因肉体中某些东西的性质变化而停止,使用便已就绪;对于看似从最初获得状态的人来说,情况亦是如此。

§7.23

"Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ἕως τοῦ ἐν ἄλλῳ δὲ οὐδενὶ πλὴν κατὰ συμβεβηκός." Ὑπομιμνῄσκει λοιπὸν ἡμᾶς, οὗ χάριν ἐλέχθη πάντα τὰ προειρημένα. προὔκειτο γὰρ αὐτῷ δεῖξαι, ὅτι ἡ ἀλλοίωσις κατὰ τὰς παθητικὰς ποιότητας γίνεται· αὗται δέ εἰσιν αἱ αἰσθηταί, ὑφ’ ὧν ἡ αἴσθησις ἀλλοιοῦται· ὥστε τῆς ψυχῆς τὸ αἰσθητικὸν μόνον ἀλλοιοῦται καθ’ αὑτό, ἤτοι τὸ ἔχον τὴν ψυχὴν κατὰ τὸ αἰσθητικὸν ἀλλοιοῦται, οὐ μέντοι ὁ νοῦς οὐδὲ τὸ θεωρεῖν καὶ φρονεῖν δι’ ἀλλοιώσεως ἐπιτελεῖται πλὴν κατὰ συμβεβηκός· “ἀλλοιουμένων” γάρ “τινῶν 〈τῶν〉 ἐν τῷ σώματι” ὡς ἐπὶ τοῦ μετὰ μέθην νήφοντος εἴρηται, καὶ μέντοι τῷ εἶναι ἐν τῷ αἰσθανομένῳ καὶ ἀλλοιουμένῳ, κατὰ δὲ τὴν ἐπιστήμην αὐτὴν οὐκ ἔστιν ἀλλοίωσις. καὶ ὅτι τελειότης ἐστίν, ἡ δὲ εἰς τελειότητα μεταβολὴ γένεσις δοκεῖ μᾶλλον καὶ οὐκ ἀλλοίωσις. καὶ ὅτι τῶν πρός τι ἡ ἐπιστήμη, ἐν δὲ τοῖς πρός τι κίνησις οὐκ ἔστι καθ’ αὑτό. Ζητεῖ δὲ ὁ Ἀλέξανδρος· εἰ ἡ κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσίς ἐστι, ποιότητος δὲ πρῶτον μὲν εἶδος ἐν Κατηγορίαις ἕξις καὶ διάθεσις ἀπηρίθμηται, τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον μορφή, πῶς ἡ κατὰ τὴν ἕξιν καὶ τὸ σχῆμα μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις; καὶ λύει καλῶς ἐκ τῶν Ἀριστοτέλους· κατὰ γὰρ τὰς παθητικὰς μόνας ποιότητας τὴν ἀλλοίωσιν γίνεσθαί φησιν ὁ Ἀριστοτέλης, τὸν δὲ πρῶτον καὶ τέταρτον τρόπον τῆς ποιότητος ἐλέγχει ὡς οὐ ποιοῦντας ἀλλοίωσιν· ὅσαι γὰρ ποιότητες εἰς τὴν οὐσίαν καὶ τὴν τελειότητα συντελοῦσιν καὶ εἶδος γίνονται τοῦ μετέχοντος, οὐ ποιοῦσιν ἀλλοῖα τὰ κατ’ αὐτὰς μεταβάλλοντα, ἀλλὰ μᾶλλον ἄλλα.2 τοιαῦται δέ εἰσιν αἵ τε ἕξεις, τελειότητες οὖσαι καὶ εἶναι ποιοῦσαι τοῦτο ὅπερ λέγεται, καὶ τὰ σχήματα. διὸ τὸ σχηματισθὲν οὐκέτι λέγεται τῷ τῆς ὕλης ὀνόματι ξύλον ἢ χαλκός. ἀλλ’ οὐδὲ ἡ κατὰ θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα μεταβολὴ ἀεὶ ἀλλοίωσίς ἐστιν· ὅταν γοῦν ἐξ ὕδατος πῦρ γένηται μεταβαλούσης τῆς ὑγρότητος καὶ ψυχρότητος εἰς ξηρότητα καὶ θερμότητα, οὐ λέγεται ἀλλοίωσις ἡ τοιαύτη μεταβολή, ὅτι οὐσιώδης καὶ εἰδοποιός ἐστιν ἡ μεταβολή. καὶ αἱ κατὰ τὰς ἀρετὰς οὖν μεταβολαὶ τελειοῦσαι τὸ ὑποκείμενον καὶ εἰς τὸ τί ἦν εἶναι συντελοῦσαι οὐκ εἰσὶν ἀλλοιώσεις οὐδὲ αἱ κατὰ τὰ σχήματα καὶ τὰς μορφάς. ἀλλ’ ἐκεῖναι μόναι αἱ κατὰ τὰς συμβεβηκυίας ποιότητας, αἵτινες πάθη μόνον ἐμποιοῦσι τοῖς μετέχουσι καὶ οὐκ οὐσιοῦσιν οὐδὲ εἰδοποιοῦσιν αὐτά.

“因此,从所说的话中显而易见……直至‘而在其他任何事物中都不产生,除非偶性地。’” 最后,[亚里士多德]提醒我们,前面所说的一切是为了什么目的而说的。因为摆在他面前的课题乃是表明:性质变化是依照受动性质而发生的;而这些就是可感觉性质,感觉因它们而发生性质变化。因此,在灵魂中,唯有感知部分自身发生性质变化,或者说具有灵魂的事物依照感知部分发生性质变化;然而理智绝不发生性质变化,观照与思考也绝不是通过性质变化来完成的,除非偶性地。因为“随着肉体中的某些东西发生性质变化”,正如关于醉后清醒的人所说的那样,确实是由于处于那感知并发生性质变化的事物之中,而就知识本身而言并不存在性质变化。此外还因为知识是一种圆满,而向着圆满的转变似乎更是一种生成而非性质变化。又因为知识属于关系词,而在关系词中自身并不存在运动。 亚历山大则提出了疑难:如果依照性质的转变是性质变化,而在《范畴篇》中列举的性质的第一种是状态与情状,性质的第四类是形状以及属于各物的形态,那么依照状态和形状的转变何以不是性质变化呢?他依据亚里士多德的学说给出了很好的解决:因为亚里士多德说性质变化仅依照受动性质而发生,并将性质的第一种和第四种方式驳斥为不产生性质变化;因为凡是有助于本体与圆满、并成为分有者之形式的性质,并不会使依照它们转变的事物变成“另一性质的”,而是宁可使之变成“另一物”。而状态——作为圆满并使事物成为所说的正是这物——以及形状正是这样的性质。因此,被塑造成形之物不再用质料的名称被称为木头或青铜。但是,甚至依照冷热干湿的转变也并不总是性质变化;至少,每当由于湿与冷转变为干与热而从水生成火时,这样的转变并不被称为性质变化,因为这种转变是本体性的且赋形的。因此,依照使载体达至圆满并有助于本质的德性而发生的转变不是性质变化,依照形状和形态而发生的转变也不是性质变化。相反,唯有那些依照偶性性质而发生的转变才是性质变化,这些性质仅在分有者身上产生受动,而并不使它们本体化,也不赋形给它们。

语法注2 条
  1. 7.22ἐν ἀμφοτέροις

    对于亚里士多德原文中的词组 ἐν ἀμφοτέροις(“在两种情况下”)所指的对象,注解者提出了两种可能的解释:(1) 前文所区分的“由自然(从内部)安定者”与“由习惯和教导(从外部)安定者”;或 (2) 此前对比的“最初获得状态者”与“在睡眠、醉酒或疾病后恢复者”。译文直译以包容两种解读,并准确反映注解者并置两说的句法结构。

  2. 7.23οὐ ποιοῦσιν ἀλλοῖα τὰ κατ’ αὐτὰς μεταβάλλοντα, ἀλλὰ μᾶλλον ἄλλα

    此处运用了 ἀλλοῖος(“具有另一性质的”)与 ἄλλος(“在本体上是另一物的”)之间的哲学对比。性质变化(ἀλλοίωσις)在词源上意指“使之成为具有另一性质的”(ἀλλοῖον ποιεῖν),而本体变化(γένεσις)则是使事物本身成为“另一物”(ἄλλο)。因此,涉及本质和形式的变化不属于性质变化,而是生成为另一事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1080.1-1081.30