← 辛普里丘

亚里士多德《物理学》注释

§1078.11-1079.34

清醒的比喻与消除障碍的知识获得

辛普里丘针对亚里士多德所引从睡眠或醉酒中清醒的例子,阐明理智转变既非性质变化亦非生成,而是由于身体纷乱平静而消除阻碍。针对孩童最初获得知识的难题,他援引普罗提诺,通过区分状态在手头现成程度的不同层级予以解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.21

" Ἔτι δὲ ὥσπερ ἐκ τοῦ μεθύειν ἢ καθεύδειν ἕως τοῦ πολλὴ γὰρ ἡ ταραχὴ καὶ ἡ κίνησις." Δείξας ὅτι καὶ ἡ ἐξ ἀρχῆς λῆψις τῆς ἐπιστήμης, τουτέστι τοῦ δύνασθαι τὴν ἐπιστήμην ἔχειν καὶ ἐν ἕξει γίνεσθαι αὐτῆς, οὐ διὰ γενέσεως τῆς ἐπιστήμης οὐδὲ δι’ ἀλλοιώσεως τοῦ ἐπιστήμονος ἐσομένου γίνεται, εἴπερ διὰ τοῦ ἠρεμίζεσθαι τὴν ἐν τῷ σώματι ταραχὴν προσγίνεται, τὸ δὲ ἠρεμίζεσθαι οὐ διὰ κινήσεως, εἴπερ κίνησις μὲν τὸ ἠρεμίζεσθαι, κίνησις δὲ κινήσεως οὐκ ἔστι, καὶ διὰ παραδείγματος νῦν δείκνυσι τοῦ μεθύοντος1 ἢ καθεύδοντος ἢ νοσοῦντος, ὅτι οὐκ ἀλλοιουμένου τι τοῦ ἐπιστήμονος ἡ εἰς τὴν χρῆσιν καὶ ἐνέργειαν τῆς ἐπιστήμης μεταβολὴ γίνεται οὐδὲ γινομένου ἐπιστήμονος, κἂν ἀδύνατος ἦν τῇ ἐπιστήμῃ χρῆσθαι ἐν τῷ καθεύδειν ἢ μεθύειν ἢ νοσεῖν ὁ ἐπιστήμων· ἀρκεῖ γὰρ ἡ τοῦ ἐμποδίζοντος ἐξαίρεσις. οὕτω, φησίν, οὐδ’ ἐν τῷ ἐξ ἀνεπιστημοσύνης εἰς τὸ φρονεῖν μεταβάλλοντι ἐγγίνεταί τι ὃ μὴ πρότερον ἐνῆν, οὐδὲ ἀλλοιοῦται ὁ νοῦς, ἀλλὰ στάσις μόνη γίνεται τῆς φυσικῆς ταραχῆς καὶ γαλήνη· καὶ ἀρκεῖ τοῦτο πρὸς τὸ δύνασθαι φρονεῖν καὶ ἐπίστασθαι. διὰ γὰρ τὴν ταραχὴν ταύτην, φησί, καὶ τὰ παιδία οὔτε μανθάνειν δύναται οὔτε ὁμοίως τοῖς τελείοις αἰσθάνεσθαι καὶ κρίνειν ἀκριβῶς τὰ αἰσθητά. πολλὴ γάρ, φησίν, ἡ ταραχὴ καὶ ἡ κίνησις ἐν τοῖς παιδίοις διά τε τὴν τροφὴν καὶ τὴν αὔξην. ὡς οὖν πρὸς τὸ αἰσθάνεσθαι γίνεται ἐπιτήδεια τὰ παιδία παυομένης τῆς ταραχῆς, οὕτω καὶ πρὸς τὸ μανθάνειν καὶ τὸ φρονεῖν καὶ τὸ ἐπίστασθαι ἀρκούσης τῆς τῶν ταραττόντων ἠρεμίσεως. ἀλλ’ οἱ μὲν μεθύοντες καὶ καθεύδοντες καὶ νοσοῦντες τὴν ἕξιν ἔχοντες καὶ πρὸς μόνην τὴν ἐνέργειαν ἐμποδιζόμενοι εἰκότως οὔτε γίνεσθαι ἐπιστήμονες λέγονται οὔτε ἀλλοιοῦσθαι εἰς ἐπιστήμονας. Τὰ δὲ παιδία, εἰ λαμβάνει ποτὲ τὴν ἕξιν τῆς ἐπιστήμης καὶ φρονήσεως μὴ πρότερον ἔχοντα, πῶς οὐκ ἐπιστήμονα γίνεται ἐξ ἀνεπιστημόνων; ἢ πῶς ὅμοιον τὸ ἀπὸ τοῦ μεθύοντος καὶ καθεύδοντος καὶ νοσοῦντος παράδειγμα τοῖς τὴν ἕξιν, ἣν μὴ εἶχον, λαμβάνουσι; μήποτε οὖν, εἰ ὁμοίως ἔχει2 ὁ ἐξ ἀρχῆς λαμβάνων τὴν ἕξιν τῷ μεθύοντι καὶ καθεύδοντι, ἀεὶ ἡ ψυχὴ τὴν ἕξιν ἔχει καὶ αἱ μαθήσεις ὄντως ἀναμνήσεις εἰσίν, ὡς ὁ τοῦ Πλάτωνος βούλεται λόγος. ἀλλ’ ἔστι “καὶ ἔχειν,3 ὥς φησιν ὁ Πλωτῖνος, καὶ μὴ πρόχειρον ἔχειν”, καὶ τοῦ προχείρου καὶ τοῦ μὴ προχείρου πολλαὶ αἱ διαφοραί. καὶ τὰ μὲν παιδία οὕτως ἔχει τὴν ἕξιν τῆς ἐπιστήμης καὶ τῆς φρονήσεως ὡς ἐν τῇ οὐσίᾳ οὖσαν τέως ἀκίνητον. διὸ καὶ λήψεως ταῦτα δεῖσθαι δοκεῖ τῆς ἐπιστήμης. καὶ μανθάνειν αὐτά φαμεν τῆς μαθήσεως νύξεως οὔσης τινὸς καὶ τῆς λήψεως κινήσεως ἤδη καὶ παρασκευῆς εἰς ἐνέργειαν, ἅπερ οὐδὲ αὐτὰ ὑπάρχει τοῖς παισίν, ἀλλ’ ὅταν ἡ ταραχὴ τοῦ σώματος ἤδη παύηται, ὡς πρότερον ἔτι μᾶλλον κατακεχωσμένης τῆς ἕξεως καὶ πολλῆς βοηθείας δεομένης πρὸς ἔκφανσιν. ὁ δὲ μεθύων καὶ καθεύδων γραμματικὸς προκεχείρισται μέν πως τὴν ἕξιν, ἐμπεπόδισται δὲ ἔτι πως ὁ προκεχειρισμένος. ὁ δὲ νήφων καὶ ἐγρηγορὼς καὶ ὑγιαίνων προχειροτέραν μὲν καὶ ἑτοιμοτέραν ἔχει τὴν ἕξιν, ἔτι δέ πως καὶ οὗτος ἐπεχομένην, κἂν ἡ δύναμις ἐν τούτῳ παρεσκεύασται, πρὸς ἄλλοις δέ ἐστιν, ἡ τὸ γνωστὸν οὔπω πάρεστιν,4 ὡς ὅ γε ἐνεργῶν κατὰ τὴν ἕξιν ἤδη τελέως αὐτὴν καὶ εἰς ἐνέργειαν προκεχείρισται. ὁ δὲ Ἀριστοτέλης ἤρξατο μὲν ἀπὸ τοῦ πρόχειρον μὲν ἔχοντος τὴν ἕξιν, διὰ δὲ τὸ μὴ παρεῖναι τῇ αἰσθήσει τὸ γνωστὸν μὴ ἐνεργοῦντος, εἶτα ἐπήγαγεν τὸν χρώμενον καὶ ἐνεργοῦντα, εἶτα τὸν λαμβάνοντα τὴν ἐπιστήμην. καὶ ἴσως ἀπὸ τοῦ ἐναργεστέρου τὴν ἀρχὴν ἐποιήσατο. ὁ γὰρ τῷ τὸ ἐπιστητὸν γενέσθαι ἐπιστάμενος οὐδὲν αὐτὸς κινηθείς, ἀλλὰ τῷ ἄλλο τι γενέσθαι ἐπιστήμων γίνεται κατ’ ἐνέργειαν. καὶ ἡ ἐνέργεια δὲ ἡ κατὰ τὴν ἐπιστήμην οὐκ ἔστιν ἀλλοίωσις τοῦ ἐπιστήμονος οὐδὲ γένεσις, ἀλλ’ οὐδὲ ἡ λῆψις τῆς ἐπιστήμης δοκοῦσα ἀλλοιουμένου τοῦ λαμβάνοντος γίνεται.

“此外,正如从醉酒或睡眠中……直至‘因为纷乱与运动是巨大的。’” 在指出了知识的最初获得——即能够具有知识并处于其状态之中——既不是通过知识的生成,也不是通过将要成为有知识者的人的性质变化而发生,既然它是通过身体中的纷乱平静下来而附加发生的,而平静下来并非通过运动——倘若平静下来本身就是一种运动,而运动并没有运动——之后,[亚里士多德]现在又通过醉酒者、睡眠者或患病者的例子表明,向着知识的使用和现实活动的转变既不是由于有知识者发生任何性质变化而产生,也不是由于他变成了有知识者,即使该有知识者在睡眠、醉酒或患病时不可能运用知识;因为消除阻碍便已足够。他说,同样,在从无知向思想转变的人身上,也并没有产生任何先前不存在的东西,理智也并未发生性质变化,而只是发生了自然纷乱的止立与平息;这对于能够思考和认知来说便已足够。他说,正是由于这种纷乱,孩童们既不能学习,也不能像成年人那样感知并精确判断可感觉事物。他说,因为在孩童身上,由于滋养和生长,纷乱与运动是巨大的。因此,正如随着纷乱的停止,孩童们变得适于感知一样,由于造成纷乱之物的平静便已足够,他们也就变得适于学习、思考和认知。但是,醉酒者、睡眠者和患病者拥有该状态,仅仅是在现实活动上受到阻碍,因而他们理所当然既不被说成变成有知识者,也不被说成性质变化为有知识者。 然而,孩童们如果是在先前并不拥有的情况下最终获得了知识与明智的状态,他们岂非是从无知识者变成了有知识者?或者说,从醉酒者、睡眠者和患病者那里取来的例子,如何能与那些获得先前未曾拥有的状态的人相似呢?难道说,如果最初获得该状态的人与醉酒者和睡眠者处于相似的情状,灵魂就总是拥有该状态,而学习确实是回忆,正如柏拉图的学说所主张的那样?但是,“正如普罗提诺所说,既拥有,又非手头现成地拥有”是可能的,而在手头现成与不手头现成之间存在许多差别。孩童们拥有知识与明智的状态,乃是作为暂时在其本体中处于不动状态而拥有的。因此,他们似乎需要对知识的获得。我们说他们在学习,乃是因为学习是一种刺激,而获得已经是向现实活动的运动和准备;但就连这些在孩童身上也是不存在的,而只有当肉体的纷乱已经停止时才存在,因为此前该状态更加深埋,需要大量的协助才能显发。另一方面,醉酒或睡眠的文法学家虽然在某种程度上已将该状态准备在手,但已准备在手的他仍然在某种程度上受到阻碍。而清醒、警觉且健康的人,其状态更为现成且更为完备,但即便如此,即使其体内的潜能已经就绪,如果他专注于其他事物,或者可知对象尚未呈现,他所拥有的该状态也仍旧在某种程度上受到抑制;相比之下,依照状态正在进行现实活动的人,则已经完全将该状态调至手头并进入现实活动。亚里士多德首先从手头具有状态、但因可知对象尚未呈现在感觉中而不进行现实活动的人开始,随后引出了运用并现实活动的人,接着又引出了获得知识的人。他或许是从更为显明的事物开始的。因为由于可知对象生成而知晓的人,自身毫无动变,而是由于别的事物的生成而成为现实上的有知识者。依照知识的现实活动既不是有知识者的性质变化也不是生成,甚至那看似是知识的获得的事物,也不是由于接受者发生性质变化而产生的。

语法注4 条
  1. 7.21Δείξας ὅτι καὶ ἡ ἐξ ἀρχῆς λῆψις τῆς ἐπιστήμης... καὶ διὰ παραδείγματος νῦν δείκνυσι τοῦ μεθύοντος

    句首分词 Δείξας 概括了前一节(247b9以下)的论证内容,从属于主干动词 νῦν δείκνυσι。在分词从句内部嵌套了两个表示原因的条件句(由 εἴπερ 引导),主句则通过醉酒者等的例子(διὰ παραδείγματος... τοῦ μεθύοντος)展开补充论证。

  2. 7.21μήποτε οὖν, εἰ ὁμοίως ἔχει ὁ ἐξ ἀρχῆς λαμβάνων τὴν ἕξιν τῷ μεθύοντι καὶ καθεύδοντι, ἀεὶ ἡ ψυχὴ τὴν ἕξιν ἔχει

    小词组合 μήποτε 搭配直陈式,引出一种审慎的疑问或假设性推测(“难道……不成?”)。此处提出了一个看似会导向柏拉图回忆说的假定性难题。

  3. 7.21ἀλλ’ ἔστι “καὶ ἔχειν, ὥς φησιν ὁ Πλωτῖνος, καὶ μὴ πρόχειρον ἔχειν”

    带有重音的非人称动词 ἔστι 后接不定词 ἔχειν,表示“能够/可能做……”。引用句内部的 καί... καί 表示并列相容(“既拥有,又非手头现成地拥有”)。

  4. 7.21πρὸς ἄλλοις δέ ἐστιν, ἡ τὸ γνωστὸν οὔπω πάρεστιν

    抄本中的 ἡ 被视为并列连词 ἤ(“或者”)的讹误,用于并列能力受抑制的两种交替条件:要么心系他事,要么可知对象尚未呈现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1078.11-1079.34