- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:107.12-108.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘引用泰奥弗拉斯托斯补充前述论证,在承认亚里士多德表面反驳的同时,辩护麦里梭的真实意图是指可知敏实体而非物体,并结合欧德谟等人的观点予以阐释。
Καὶ ὁ Θεόφραστος δὲ ἐν τῷ ᾱ Περὶ κινήσεως ταὐτὰ περὶ τούτου δοξάζων φαίνεται. λέγει δὲ οὕτως. “ὑπὲρ δὲ τοῦ κινεῖσθαι τὸ κινούμενον καὶ κεκινῆσθαι τὸ κεκινημένον δεῖν ἄρα γε ἐνδέχεται λέγειν, ὃ καὶ ἐπὶ τῶν σωμάτων κατὰ τὴν ἀλλοίωσιν, ὡς οὐκ ἀεὶ τὸ ἥμισυ πρῶτον ἀλλ’ ἐνίοτε ἀθρόον γε”. διὰ δὴ ταῦτα πάντα δοκεῖ μὴ καλῶς εἰληφέναι τὸ γενόμενον πᾶν ἀρχὴν ἔχειν τὴν κατὰ τὸ πρᾶγμα· ὥστε οὐκ ἀληθὴς ἡ πρόσληψις ἡ λέγουσα ‘ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἔχει’, καὶ ἡ κατὰ τὴν ἀντιστροφὴν δὲ γινομένη πρότασις ἡ λέγουσα ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’· οὐ μόνον κατὰ τὸ εἶδος τῆς ἀντιστροφῆς ἡμαρτῆσθαι δοκεῖ ἀπὸ τοῦ ἡγουμένου γινομένη,1 ἀλλὰ καὶ αὐτὴ ψευδὴς εἶναι, εἴ τις πάλιν τὴν ἀρχὴν κατὰ τὸ πρᾶγμα λάβοι ἀλλὰ μὴ κατὰ τὸν χρόνον. ἥλιος γὰρ καὶ σελήνη καὶ οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ καὶ αὐτὸς ὁ ὅλος κόσμος, ἀγένητα ὄντα κατὰ τὸν χρόνον, ἔχει ὅμως ἀρχὴν τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένα ὄντα. καὶ Παρμενίδης δὲ ἀγένητον ἀποφαίνων τὸ ὂν μεσσόθεν ἰσοπαλὲς πάντῃ ποιεῖ· τὸ δὲ τοιοῦτον πεπερασμένον ὂν ἀρχὴν ἔχει τὴν κατὰ τὸ πρᾶγμα. ὥστε ἄμφω ψευδεῖς αἱ προτάσεις· δέδεικται δὲ καὶ τὸ σχῆμα ἀσυλλόγιστον. Καὶ ταῦτα μὲν καλῶς ὁ Ἀριστοτέλης ἀντείρηκε, πρὸς τὸ φαινόμενον ὑπαντῶν. ἐπεὶ δὲ σοφὸς ἀνὴρ Μέλισσος, ὡς τοιούτου χρὴ καὶ τῆς ἐννοίας στοχαζόμενον2 τὰ ἐπαχθέντα αὐτῷ ἐγκλήματα ἀπολύσασθαι. καὶ ὅτι μὲν οὐ σωματικὸν ἐλάμβανε τὸ ὄν, δῆλον ἐκ τοῦ ἀκίνητον καὶ ἀδιαίρετον αὐτὸ δεικνύναι τῶν σωμάτων ἐναργῆ τὴν κίνησιν καὶ τὴν διαίρεσιν ἐμφαινόντων. ἀλλ’ ἀντὶ μὲν τοῦ αἰσθητοῦ καὶ διαστατοῦ τὸ γενητὸν παραλαμβάνει, ὥσπερ καὶ ὁ παρὰ Πλάτωνι Τίμαιος λέγων “γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων”, ἀντὶ δὲ τοῦ νοητοῦ καὶ ἀμεροῦς τὸ ἀγένητον, ὡς καὶ τοῦτο πάλιν ὁ Πλάτων “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον”. ὅταν οὖν λέγῃ τὸ γενητὸν ἀρχὴν ἔχειν, τὸ αἰσθητόν φησι καὶ διαστατὸν ἅτε περανθὲν ἀρχὴν ἔχειν καὶ πέρας· οὐ γάρ ἐστιν ἄπειρον σῶμα. καὶ συντίθεται καὶ Εὔδημος, ὅτι κἂν ἐπ’ ἄλλων τινῶν ὀλίγων γενητῶν οὐκ εἰσὶν ἀρχαὶ αἱ κατὰ τὸ πρᾶγμα, ἀλλ’ ἐφ’ οὗ σημαινομένου λαμβάνει Μέλισσός εἰσι. γράφει δὲ οὕτως “ἀλλ’ ἴσως ὀλίγων μὲν οὔκ εἰσιν ἀρχαί, ἐφ’ ὧν δὲ λαμβάνει εὔλογον εἶναι. διὸ τοῦτο μὲν παραχωρητέον, τὴν δὲ ἀκολούθησιν ἐπισκεπτέον”. ὅταν δὲ ὁ Μέλισσος ἐπιφέρῃ “τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει”, τότε λέγει ὅτι τὸ ὄντως ὂν ἀμερές ἐστι καὶ οὔτε ἀρχὴν οὔτε τελευτὴν ἔχει· διὸ καὶ ἄπειρον. καὶ οὕτως οὐδέτερον τῶν ἀξιωμάτων ψευδῶς εἴληπται. κἂν γάρ ἐστιν ἀθρόως γινομένη ἀλλοίωσις, μάλιστα μὲν εἰ καὶ πάντα τὰ μέρη ἅμα ἀλλοιοῦται, ἀλλ’ οὐχ ἅμα πᾶσα ἡ ἀλλοίωσις γίνεται, ἀλλ’ ἔχει καὶ αὐτὴ ἀρχὴν καὶ τελευτήν. ἔπειτα καὶ ἐν τῇ ἀλλοιώσει τὸ ἀλλοιούμενον οὐχὶ ἡ λευκότης ἐστίν, ἀλλὰ τὸ σῶμα κατὰ τὴν λευκότητα. τὸ δὲ σῶμα ἀρχὴν ἔχει καὶ πέρας τὸ ἀλλοιούμενον καὶ γινόμενον οὕτως ὡς ἀλλοιούμενον. καὶ τὸ ἀγένητον δὲ κατὰ τοῦτο τὸ σημαινόμενον ἀληθῶς εἴρηται ἀρχὴν μὴ ἔχειν, ἀδιάστατον καὶ ἀμερὲς ὑπάρχον· ὁ γὰρ οὐρανὸς καὶ ὅδε ὁ κόσμος πολλῶν καὶ μακαρίων τετύχηκε παρὰ τοῦ γεννήσαντος, ἀτὰρ κεκοινώνηκέ γε καὶ σώματος· διὸ μέρη ἔχει καὶ ἀρχὴν καὶ τέλος. τὸ δὲ ἀγένητον τὸ ὂν εἶναι καὶ Ἀριστοτέλης συγχωρεῖ καὶ αὐτὸ τὸ δόγμα ἀσμενίζων καὶ τὴν Μελίσσου περὶ τοῦ δόγματος ἀπόδειξιν. καὶ Εὔδημος δὲ τὸ ἁπλῶς ὂν ἀγένητον εἶναι συγχωρεῖ λέγων “τὸ μὲν γὰρ ἅπαν τὸ ὂν ἀθρόον μὴ γίνεσθαι καλῶς ἔχει συγχωρεῖν, ἐπειδὴ οὐχ οἷόν τε ἐκ μὴ ὄντος αὐτὸ γίνεσθαι· ἀλλὰ κατὰ μέρος γίνεσθαι πολλὰ καὶ φθείρεσθαι εὔλογον δήπου ἐστὶ καὶ ὁρῶμεν τοῦτο”.
泰奥弗拉斯托斯在《论运动》第一卷中似乎也对此持有同样的看法。他是这样说的:“关于运动之物必须正在运动且已运动之物必须已经运动过,是否确实可以说——这在物体依变质而言的情形中也是如此——并不总是先有半数,而是有时一下子发生?” 正因为这一切,他预设“凡生成之物都具有依事物而言的起点”似乎是不恰当的。因此,不仅那条称“然而生成之物具有起点”的附加前提不是真的,而且那条通过换位而形成的命题,即“未生成之物没有起点”,也不仅因从前件出发而似乎在换位的形式上犯了错误,而且它自身也是虚假的,如果有人再次依事物而非依时间来理解起点的话。因为太阳、月亮、天空、天空中的万物以及整个宇宙本身,依时间而言虽是非生成的,然而由于是有限的,却具有依事物而言的起点。巴门尼德在宣布存在是非生成的同时,也使它从中心向各方均等平衡;而这样的事物既然是有限的,就具有依事物而言的起点。因此两个前提都是虚假的,且这一式也被证明是无推论力的。 亚里士多德针对表象予以应对,固然妥当地反驳了这些论点。然而既然麦里梭是一位智者,就应当着眼于这样一位人物的思想意图,免除强加给他的指控。他并未将存在设想为物体性的,这一点由他证明存在是不动的和不可分的即可明了,而物体显然显现出运动和分割。相反,他是用“生成者”来指代感觉的和有广延者,正如柏拉图笔下的蒂迈欧所说:“它生成了;因为它是可见的、可触的,并且具有物体”;而用“非生成者”来指代可知的和无部分者,正如柏拉图再次所问:“那始终存在而没有生成的究竟是什么?”因此,当他说生成者具有起点时,他是指感觉的和有广延者既然是有限定的,就具有起点和界限;因为并不存在无限的物体。欧德谟也赞同:即便在其他少数生成物上不存在依事物而言的起点,但在麦里梭所取用的意义上却是存在的。他这样写道:“但或许少数事物虽然没有起点,但在他所取用的那些事物上,存在起点是合情合理的。因此这一点必须让步,但其后承的推论则必须加以审视”。 而当麦里梭进一步提出“未生成之物没有起点”时,他的意思是:真正存在之物是无部分的,既无起点也无终结;因此它也是无限的。这样一来,两条公理就都不是被虚假地预设的了。因为即使存在着一下子发生的变质,尤其是即使所有的部分同时变质,但变质的整体却并非一下子发生,而是自身也具有起点和终结。其次,在变质中,变质的并不是白本身,而是就白而言的物体;而作为变质者且作为变质者而如此生成的物体,是具有起点和界限的。依照这一意义,“非生成者”也确实被真实地说成没有起点,因为它作为无广延和无部分者而存在;因为天空和这个宇宙虽然从其生成者那里获得了众多而有福的赐予,但终究分有了物体;因此具有部分,也具有起点和终结。亚里士多德也赞同存在是非生成的,并欣然接受这一教义本身以及麦里梭关于该教义的证明。欧德谟同样赞同单纯的存在是非生成的,他说:“因为赞同整个存在不是一下子生成的,是恰当的,既然它不可能由非存在生成;然而许多事物部分地生成与毁灭,这无疑是合乎情理的,且我们也目睹了这一点”。
- 1.17ἀπὸ τοῦ ἡγουμένου γινομένη
意为“从前件出发产生的”。指从条件命题“若A则B”(凡生成之物皆有起点)推导“若非A则非B”(未生成之物没有起点)的逻辑谬误(否定前件谬误,古代逻辑学中视为形式错误的换位)。
- 1.17ὡς τοιούτου χρὴ καὶ τῆς ἐννοίας στοχαζόμενον
非人称动词 χρή 支配不定式 ἀπολύσασθαι,其逻辑主语为隐含的泛指宾格(τινά),并与宾格阳性单数分词 στοχαζόμενον 一致。属格短语 ὡς τοιούτου 承接前文的 σοφὸς ἀνὴρ Μέλισσος,并修饰 στοχάζομαι 所支配的属格宾语 τῆς ἐννοίας,意为“作为那样一位人物的[思想]”。
