- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1076.16-1078.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修就亚里士多德《物理学》第七卷第三章(247b9)进行注解,指出知识的最初获得源自思想摆脱肉体纷扰而归于平静(止立),既非性质变化亦非生成,因变化的转变并不可能;他进而引证柏拉图《蒂迈欧篇》以见两师旨趣契合,并对亚历山大关于句中 μέν 及其呼应成分的语法难题展开了讨论。
" Ἡ δὲ ἐξ ἀρχῆς λῆψις ἕως τοῦ καθάπερ εἴρηται πρότερον." Οὐ μόνον ἡ χρῆσις καὶ ἡ ἐνέργεια ἡ κατὰ τὴν ἐπιστήμην τὴν κατὰ τὴν ἕξιν ἐνοῦσαν, οὐ διὰ γενέσεως οὐδὲ δι’ ἀλλοιώσεως ἀπὸ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει, ἀλλὰ καὶ ἡ ἐξ ἀρχῆς λῆψις τῆς ἐπιστήμης.1 αὕτη δέ ἐστιν ἡ ἐκ τῆς πρώτης δυνάμεως εἰς τὴν ἕξιν μεταβολὴ τὴν δυναμένην λοιπὸν ἐνεργεῖν, καθ’ ἣν οὐδέπω οἷοί τε ὄντες ἐπιστήμην ἔχειν μεταβάλλομεν εἰς τὸ δύνασθαι λοιπὸν τὴν ἐπιστήμην ἔχειν. τοιαύτη δὲ γίνεται κατάστασις μετὰ τὴν πρώτην ἡλικίαν ἠρεμιζομένης καὶ ἡσυχαζομένης τῆς διανοίας ἀπὸ τῆς πολλῆς ταραχῆς, ἣν ὑπομένει διὰ τὰς πολλὰς προσκρίσεις τε καὶ ἀποκρίσεις τοῦ σώματος τὰς διὰ τὴν τροφὴν καὶ αὔξην γινομένας ἀτονωτέρας ἔτι τῆς φύσεως οὔσης.2 καὶ τὴν τοιαύτην οὖν μεταβολήν φησι μήτε ἀλλοίωσιν εἶναι μήτε γένεσιν. ἡ γὰρ ἠρέμησις, τουτέστιν ἡ εἰς ἠρεμίαν μεταβολή, κίνησίς ἐστιν, ὡς δέδεικται πρότερον· κινήσεως δὲ κίνησις οὐκ ἔστιν, οὐδὲ γενέσεως γένεσις οὐδὲ ὅλως μεταβολῆς μεταβολή, ὡς καὶ ταῦτα προδέδεικται καὶ νῦν ὑπέμνησται διὰ τοῦ γενέσεως γὰρ οὐδεμία μεταβολή, καθάπερ εἴρηται πρότερον. Καλῶς δὲ ἀπὸ τοῦ στῆναι τὴν διάνοιαν τὸ ἐπίστασθαι ὁ Ἀριστοτέλης ἐτυμολογεῖ σύμφωνα κἀνταῦθα τῷ σφετέρῳ καθηγεμόνι φθεγγόμενος· καὶ γὰρ ὁ Πλάτων ἐν Τιμαίῳ ταύτας αἰτίας εἶναί φησι τῆς ἐξ ἀρχῆς τῶν ἀνθρωπίνων ψυχῶν ἀνοίας καὶ τοιαύτην τῆς ἐπιστήμης ἀπόληψιν· μετὰ γὰρ τὴν τῶν ἀϊδίων δημιουργίαν οἱ τὰ θνητὰ διακοσμοῦντες, φησί, “τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον. αἱ δὲ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτε ἐκράτουν οὔτε ἐκρατοῦντο, βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον.” καὶ πολλὰ περὶ τῆς τοιαύτης καταστάσεως εἰπὼν ἐπάγει· “διὰ δὴ πάντα ταῦτα τὰ πάθη νῦν κατ’ ἀρχάς τε ἄνους ψυχὴ γίνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητόν, ὅταν δὲ τὸ τῆς αὔξης καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης, τὴν αὑτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφοραὶ κατευθύνονται.” εἰ γὰρ καὶ τοῖς τελείοις ἀφροσύνης αἴτιαι γίνονται αἵ τε τοῦ σώματος καὶ αἱ τῶν ἀλόγων ὀρέξεων κινήσεις, πόσῳ μᾶλλον τοῖς νέοις ἐν οἷς καὶ σφοδρότερα τὰ σωματικὰ κινήματα καὶ ἡ φύσις ἀτονωτέρα καὶ ὁ λόγος ἀγύμναστός τε καὶ ἄπειρός ἐστι. προστίθησι δὲ καὶ ταῦτα ὁ Πλάτων· “ἂν μὲν οὖν συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος ὑγιής τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον γίνεται, καταμελὴς δὲ χωλὴν τοῦ βίου διαπορευθεὶς ζωὴν ἀτελὴς καὶ ἀνόητος εἰς Ἅιδου πάλιν ἔρχεται.” Ὁ δὲ ὅλος λόγος τῷ Ἀριστοτέλει συνῆκται οὕτως· ἡ ἐξ ἀρχῆς λῆψις τῆς ἐπιστήμης διὰ τοῦ ἠρεμίζεσθαι γίνεται· τοῦ δὲ ἠρεμίζεσθαι οὐκ ἔστιν κίνησις οὐδὲ μεταβολή, ἐπειδὴ τὸ ἠρεμίζεσθαι μεταβολή ἐστι, μεταβολῆς δὲ οὐκ ἔστι μεταβολή. εἴη γὰρ ἂν εἴς τε τὰ ἀντικείμενα ἅμα τι μεταβάλλον καὶ ἅμα ἐν τοῖς ἀντικειμένοις γινόμενον. ἔτι τε ἐπ’ ἄπει- ρον ἡ πρόοδος ἔσται τῆς μεταβολῆς καὶ γενέσεως, ὡς δέδεικται πρότερον· διὰ δὲ ταῦτα οὐδὲ τοῦ ἠρεμίζεσθαι εἴη ἄν μεταβολή. τὸ δὲ γένεσις μὲν οὐκ ἔστιν εἴρηκε μὲν ὡς ἀνταποδώσων τι, οὐ φαίνεται δέ τι ἀνταποδιδούς,3 εἰ μὴ ἄρα τὸ μετὰ πολλὰ ῥηθὲν τὸ “ἐν ἀμφοτέροις δὲ ἀλλοιουμένων τινῶν τῶν ἐν τῷ σώματι” καὶ πρὸς τοῦτο ἀποδέδοται, ὡς Ἀλέξανδρός φησι. μήποτε δὲ τὴν γραφὴν εὑρὼν ὁ Ἀλέξανδρος ἔχουσαν τῷ γὰρ ἠρεμῆσαι καὶ στῆναι τὴν διάνοιαν ἐνόμισεν ἐλλιπῆ τὸν λόγον εἶναι, ὡς τοῦ,δέ’ τῷ,μέν’ μὴ ἀποδεδομένου. ἀλλὰ πρῶτον μὲν καὶ ὁ,γάρ’ τὴν αἰτίαν λέγων ἀποδέδοταί πῶς οἶμαι πρὸς τὸν,μέν.’ ἔπειτα δὲ ἔν τισι τῶν ἀντιγράφων τῷ δὲ ἠρεμῆσαι καὶ στῆναι γέγραπται καὶ εἴη ἂν ἀποδεδομένον.
“而最初的获得……直至‘正如先前所说过的。’” 不仅依照作为状态内在于其中的知识的使用与现实活动,既不是通过生成,也不是通过性质变化从不现实活动转变为现实活动,而且知识的最初获得也是如此。这是从第一潜能向自此能够现实活动的状态的转变,依照这种转变,我们从尚不能具有知识转变为自此能够具有知识。这种安定状态发生在幼年之后,乃是由于思想从巨大的纷乱中平静并止息下来,这种纷乱是思想由于在自然本性尚较衰弱时因滋养和生长而发生的肉体的大量聚合与排泄所忍受的。因此他[亚里士多德]说,这样的转变既不是性质变化也不是生成。因为平静下来,即进入静止的转变,乃是运动,正如先前所表明的;而运动并没有运动,生成也没有生成,根本没有任何变化的转变,正如这些先前也已被预先证明,且现在通过“因为生成的转变绝不存在,正如先前所说过的”而被重新提醒一样。亚里士多德由思想的止立[στῆναι]来恰切地释源认知[ἐπίστασθαι],在此处也是与他自己的导师同声相应的;因为柏拉图在《蒂迈欧篇》中也说,这些乃是人类灵魂起初无知的原因,而知识的重新获得也是如此。因为在对永恒事物的造作之后,整饬必死事物者,他说,“将不死灵魂的周期系于流注与流失的肉体之中。而它们被系于一条大河之中,既不能支配,也不被支配,而是被强力带着流动,同时也带着[它物]流动。”在关于这种状态说了许多之后,他接着写道:“正是由于所有这些受动,无论在现今还是在当初,灵魂当被系于必死身体之中时最初都会变得无心智;但是,当生长与滋养的洪流逐渐减弱,而周期重新获得平静,顺应自身的道路运行,并且随着时间的推移更加稳定时,届时随着每个圆环向着合乎自然的形式运行,它们的周转终于被矫正导向正轨。”因为,如果对于成年人来说,肉体的运动与非理性欲望的运动尚且成为无知的缘由,那么对于年轻人来说,在他们身上肉体运动更为剧烈,自然本性更为脆弱,理性也未受磨练且缺乏经验,这难道不更加如此吗?柏拉图还补充了这些话:“因此,如果有某种正确的教育涵养一同相助,人就会变得健全且完全健康,从而避开了最大的疾病;但若是懈怠疏忽,度过跛足的一生,便会残缺而愚蠢地重返冥府。”而对于亚里士多德而言,整个论证是如此概括的:知识的最初获得是通过平静下来而发生的;但平静下来既没有运动也没有变化,因为平静下来本身就是一种变化,而变化并没有变化。否则,就会有某种东西同时向对立面转变,并且同时出现在对立面之中。此外,正如先前所表明的,变化与生成的进展将会进至无限;而由于这些缘由,平静下来也不可能有变化。至于“一方面并非生成”,他这样说是仿佛将要给出某种对应的后半句,但看起来并没有给出,除非真像亚历山大所说的那样,隔了许久之后所说的“但在两种情况下,当身体中的某些东西发生性质变化时”也是作为对此的回应而给出的。不过,亚历山大或许是在发现了含有“因为由于思想平静并止立”的异文之后,认为该论证有所缺失,理由是未曾给出对应于 μέν 的 δέ。但是,首先,说明原因的 γάρ 在某种意义上我认为也是对应于 μέν 给出的;其次,在某些抄本中写成了“另一方面,由于平静并止立”,因而它也就会是给出了对应的。
- 7.20Οὐ μόνον ἡ χρῆσις καὶ ἡ ἐνέργεια ἡ κατὰ τὴν ἐπιστήμην τὴν κατὰ τὴν ἕξιν ἐνοῦσαν, οὐ διὰ γενέσεως οὐδὲ δι’ ἀλλοιώσεως ἀπὸ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει, ἀλλὰ καὶ ἡ ἐξ ἀρχῆς λῆψις τῆς ἐπιστήμης.
包含关联结构(Οὐ μόνον ... ἀλλὰ καί)与否定介词短语(οὐ διὰ ... οὐδὲ δι’ ...)的句式。主语“使用与现实活动”(ἡ χρῆσις καὶ ἡ ἐνέργεια)以主动词 μεταβάλλει 为谓语,而在 ἀλλὰ καί 所引出的对应从句中(主语为 ἡ ἐξ ἀρχῆς λῆψις),动词 μεταβάλλει 省略并承前理解。
- 7.20τοιαύτη δὲ γίνεται κατάστασις μετὰ τὴν πρώτην ἡλικίαν ἠρεμιζομένης καὶ ἡσυχαζομένης τῆς διανοίας ἀπὸ τῆς πολλῆς ταραχῆς, ἣν ὑπομένει διὰ τὰς πολλὰς προσκρίσεις τε καὶ ἀποκρίσεις τοῦ σώματος τὰς διὰ τὴν τροφὴν καὶ αὔξην γινομένας ἀτονωτέρας ἔτι τῆς φύσεως οὔσης.
带有嵌套属格独立结构与多重介词短语的长句。主句为 τοιαύτη δὲ γίνεται κατάστασις。随后的 ἠρεμιζομένης καὶ ἡσυχαζομένης τῆς διανοίας 为表示时间或方式的属格独立结构;末尾的 ἀτονωτέρας ἔτι τῆς φύσεως οὔσης 则是另一层属格独立结构,表达导致身体代谢(προσκρίσεις τε καὶ ἀποκρίσεις)产生混乱的附带原因或情境条件。
- 7.20τὸ δὲ γένεσις μὲν οὐκ ἔστιν εἴρηκε μὲν ὡς ἀνταποδώσων τι, οὐ φαίνεται δέ τι ἀνταποδιδούς
由中性定冠词 τὸ 引领的直接引语 γένεσις μὲν οὐκ ἔστιν 置于句首,作动词 εἴρηκε 的宾格宾语。随后的 εἴρηκε μὲν ... οὐ φαίνεται δέ ... 构成评注者自身话语中的 μέν...δέ 对比,旨在探讨亚里士多德原文中的小辞 μέν 是否存在相呼应的对应成分(ἀπόδοσις)。
