- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1075.21-1076.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《物理学》247b7,论证了科学知识的使用与现实活动如同看与触碰一样是无时间性地发生的,因此绝非发生在时间之中的生成或性质变化。
" Πάλιν δὲ τῆς χρήσεως καὶ τῆς ἐνεργείας ἕως τοῦ τὸ γὰρ χρῆσθαι καὶ τὸ ἐνεργεῖν ὅμοιον τούτοις." Δείξας ὅτι τὸ δυνάμει ἐπιστῆμον τοῦ μερικοῦ καὶ αἰσθητοῦ μηδὲν αὐτὸ κινούμενον, ὅταν γένηται τὸ μερικὸν καὶ εἰς αἴσθησιν ἔλθῃ, γινώσκει αὐτὸ τῇ καθόλου, ἐξ οὗ συνῆκται ὅτι τῶν πρός τί ἐστι καὶ διὰ τοῦτο οὔτε ἀλλοίωσις οὔτε γένεσίς ἐστιν αὐτοῦ καθ’ αὑτὸ οὔτε ὅλως μεταβολή, νῦν δείκνυσιν ὅτι καὶ ὑπάρχοντος τοῦ ἐπιστητοῦ εἴτε μερικοῦ εἴτε καθόλου, ὅταν τὸ ἐπιστῆμον ἐνεργῇ περὶ αὐτὸ χρώμενον τῇ ἐπιστήμῃ, οὐ διὰ γενέσεως ἐπιτελεῖται ἡ τοιαύτη ἐνέργεια οὐδὲ ἔστι τῆς τοιαύτης χρήσεως γένεσις. δι’ ὃ δὲ γένεσις οὐκ ἔστιν αὐτῆς, διὰ τοῦτο οὐδὲ ἀλλοίωσις ἔστι· γένεσις δὲ οὐκ ἔστιν αὐτῆς, διότι ἐνέργειά ἐστιν· ἡ μὲν γὰρ γένεσις ἐν χρόνῳ· ἡ δὲ ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβολὴ ἀχρόνως γίνεται ὥσπερ καὶ ἡ ἀνάβλεψις καὶ ἡ ἁφή. ὅτι δὲ ἀχρόνως ἡ εἰς ταῦτα μεταβολὴ γίνεται, δῆλον ἐκ τοῦ παντὸς τοῦ ὑποτεθέντος χρόνου ὡς ἐλαχίστου, ἐν ᾧ ἀπὸ τοῦ μὴ ἅπτεσθαι καὶ μὴ ὁρᾶν ἡ μεταβολὴ εἰς τὸ ἅπτεσθαι καὶ τὸ ὁρᾶν γίνεται, ἐλάττονα εὑρίσκεσθαι χρόνον,1 ὥστε οὐδὲ ἀλλοίωσις ἂν εἴη ἡ τοιαύτη μεταβολή· καὶ γὰρ ἡ ἀλλοίωσις ἐν χρόνῳ. ἔτι δὲ εἰ ἡ μὲν ἀνάβλεψις καὶ ἡ ἁφὴ ἐνέργειαί εἰσιν, ἡ δὲ ἀλλοίωσις πάθος, οὐκ ἂν εἴη τῆς ἐνεργείας πάθος καθὸ ἐνέργεια. ὁμοίως δὲ καὶ ἡ ἐκ τοῦ μὴ ἐνεργεῖν κατὰ τὴν ἐπιστήμην εἰς τὸ ἐνεργεῖν μεταβολὴ οὐ διὰ γενέσεως οὐδὲ δι’ ἀλλοιώσεως γίνεται.
“再者,关于使用和现实活动……直至‘因为使用和现实活动与这些类似。’” 在表明了对于个别且可感觉之物潜在具有知识者,其自身完全不运动,当个别事物出现并进入感觉时,便依普遍者认识了它——由此得出结论:它属于关系范畴,正因如此它自身既没有性质变化,也没有生成,根本没有任何运动变化——之后,现在[亚里士多德]表明,即使可知者现成存在(无论是个别的还是普遍的),当具有知识者使用科学知识关于它进行现实活动时,这样的现实活动也不是通过生成而完成的,关于这样的使用也不存在生成。由于不存在它的生成的同一缘由,因此也不存在它的性质变化;而不存在它的生成,是因为它是现实活动。因为生成是在时间之中的,而从不现实活动到现实活动的变化是无时间性地发生的,正如视力的施展和触碰一样。而进入这些状态的变化是无时间性地发生的,这一点由以下事实显明:比起由未触碰和未看见到触碰和看见的变化发生于其中的、被假定为最小的任何时间,总能发现更短的时间,从而这种变化连性质变化也不会是;因为性质变化也是在时间之中的。再者,如果视力的施展和触碰是现实活动,而性质变化是受动,那么就现实活动而言,现实活动就不会有受动。同样,从不依科学知识现实活动到现实活动的变化,既不是通过生成,也不是通过性质变化而发生的。
- 7.19ἐκ τοῦ παντὸς τοῦ ὑποτεθέντος χρόνου ὡς ἐλαχίστου, ἐν ᾧ ἀπὸ τοῦ μὴ ἅπτεσθαι καὶ μὴ ὁρᾶν ἡ μεταβολὴ εἰς τὸ ἅπτεσθαι καὶ τὸ ὁρᾶν γίνεται, ἐλάττονα εὑρίσκεσθαι χρόνον
这是一个倒装结构:介词短语 ἐκ τοῦ 引出不定式短语 ἐλάττονα εὑρίσκεσθαι χρόνον(“发现更短的时间”),中间插入了属格短语 παντὸς τοῦ ὑποτεθέντος χρόνου ὡς ἐλαχίστου。该属格作为比较属格依附于比较级 ἐλάττονα(“比任何被设定为最小的时间更……”)。关系从句 ἐν ᾧ ... γίνεται 修饰先行词 χρόνου。
