- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1073.23-1075.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘遵从亚里士多德,论证理智部分的状态(科学知识)既非性质变化亦非生成,而是属于关系范畴;他反驳了亚历山大关于普遍认知由感觉经验汇聚而成的解释,提出理智预先以现实态具有普遍者,并在感觉接触时依普遍者认知个别者。
" Ἀλλὰ μὴν οὐδὲ ἡ τοῦ νοητικοῦ μέρους ἕξις ἕως τοῦ ἐπίσταταί πως τῇ καθόλου τὰ ἐν μέρει.1" Δείξας ὅτι αἱ ἠθικαὶ ἀρεταὶ καὶ κακίαι καὶ αἱ τούτων λήψεις τε καὶ ἀποβολαὶ οὐκ εἰσὶν ἀλλοιώσεις, ἐφεξῆς δείκνυσιν ὅτι οὐδὲ αἱ τοῦ νοητικοῦ μέρους οὔτε αἱ τούτων λήψεις καὶ ἀποβολαὶ ἀλλοιώσεις εἰσίν. ὥσπερ δὲ ἠθικαὶ ἦσαν ἀρεταὶ αἱ περὶ τὸ ἄλογον τῆς ψυχῆς, ἐν ᾧ ἡδοναὶ καὶ λῦπαι κοινῶς αὗται καὶ τοῖς ἀλόγοις ζῴοις ὑπάρχουσαι (πολλὰ γάρ ἐστι καὶ ἐν τούτοις διὰ συνεθισμοῦ κατορθούμενα), οὕτω νοητικαὶ ἢ διανοητικαί (γράφεται γὰρ ἑκατέρως), αἳ περὶ τὸ λογικόν εἰσι τῆς ψυχῆς, περὶ ὃ ἐπιστήμη συνίσταται καὶ ἡ κατ’ αὐτὴν ἀρετή. οὐδὲ ἡ τούτου οὖν, φησίν, ἕξις ἀλλοίωσίς ἐστιν, οὐδὲ ἔστιν αὐτῆς ἀλλοίωσις οὐδὲ γένεσις, ἅπερ εἰς τὰ πρός τι καὶ ταύτην ἀνάγει.2 τὰ γὰρ πρός τί ἐστι, περὶ ὧν εἶπεν πρὸ ὀλίγου, ὅτι “οὔτε αὐτά ἐστιν ἀλλοιώσεις οὔτε ἔστιν αὐτῶν ἀλλοίωσις οὔτε γένεσις οὔτε ὅλως μεταβολή” καθ’ αὑτὸ δηλονότι, ἐπεὶ καὶ τὰ πρός τι κατὰ συμβεβηκὸς καὶ γίνεσθαι βούλεται καὶ μεταβάλλειν. εἰ οὖν ἐν τῷ πρός τί ἐστι τὸ ἐπιστῆμον, τοῦ δὲ πρός τι οὐκ ἔστιν ἀλλοίωσις, οὐδὲ τῆς ἕξεως τῆς ἐπιστήμονος ἔστιν ἀλλοίωσις οὔτε γένεσις οὔτε ὅλως μεταβολὴ καθ’ αὑτό. ὅτι δὲ ἡ κατὰ τὴν ἐπιστήμην ἕξις ἐν τῷ πρός τί ἐστι κατασκευάζων ἐκ τοῦ μᾶλλον τὴν ἀρχὴν ὑπέμνησε, πολὺ μᾶλλον [ἐκ] τῶν ἠθικῶν ἕξεων τὸ ἐπιστῆμον ἐν τῷ πρός τί πως ἔχειν λεγόμενον παραδεικνύς. ἐναργέστερον γὰρ ἔχει τὸ πρός τι ἡ ἐπιστήμη τῶν ἐν τῷ ἠθικῷ ἀρετῶν, σωφροσύνης καὶ δικαιοσύνης. ἐκεῖναι μὲν γὰρ διὰ τῆς συμμετρίας εἰς τὸ πρός τι ἀνήγοντο, ἡ δὲ ἐπιστήμη ἐπιστητοῦ ἐστι καὶ πᾶσα γνῶσις τοῦ γνωστοῦ. δεύτερον δείκνυσιν ὅτι αἱ τοῦ νοητικοῦ ἕξεις ἐν τῷ πρός τί εἰσι διὰ τοῦ μὴ εἶναι γένεσιν αὐτῶν. τοῦτο γὰρ ἴδιον ἦν τῶν πρός τι τὸ δυνάμει ἐν αὐτοῖς ἐνεργείᾳ γίνεσθαι μηδὲν αὐτὸ καθ’ αὑτὸ μεταβάλλον. δεῖ γὰρ τούτου μεμνῆσθαι πανταχοῦ, ὅτι τὴν καθ’ αὑτὸ γένεσιν καὶ μεταβολὴν ἀποφάσκει τῶν πρός τι ὁ Ἀριστοτέλης κατὰ συμβεβηκὸς αὐτὸ καὶ γίνεσθαι καὶ μεταβάλλειν συγχωρῶν. ὃ μέντοι μηδὲν αὐτὸ καθ’ αὑτὸ μεταβάλλει, δῆλον ὅτι οὐδὲ γίνεται καθ’ αὑτό· πᾶσα γὰρ γένεσις μεταβολή. εἰ οὖν τὸ κατὰ δύναμιν ἐπιστῆμον τὸ ἐν τῷ νοητικῷ ἐνεργείᾳ γίνεται καὶ συνίσταται,3 τότε ἡ ἐπιστήμη τοῦ καθόλου γνῶσις οὖσα, ὅταν ἐξ αἰσθήσεως ἐμπειρία τις τῶν καθ’ ἕκαστα γνώσεων συναχθῇ. ὅτι γὰρ πᾶς ἄνθρωπος λογικός, ἐπιστημονικῶς γνωρίζομεν ἐκ τῆς τῶν καθ’ ἕκαστα ἐφόδου καὶ πείρας, ἥτις οὐκ ἐν τῷ νοητικῷ γίνεται, ἀλλ’ ἐν τῷ αἰσθητικῷ καὶ φανταστικῷ. ἐν τούτοις οὖν τῆς τοῦ κατὰ μέρος πείρας συναχθείσης τὸ δυνάμει ἐπιστῆμον τὸ ἐν τῷ νοητικῷ ἐνεργείᾳ ἐγένετο οὐδὲν αὐτὸ κινηθέν. Οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγήσατο ἐκ τῶν κατὰ μέρος συνάγεσθαι τὸ καθόλου καὶ τὴν τοῦ καθόλου γνῶσιν βουλόμενος. καὶ τὸ ἐπίσταται [γάρ] πως τῇ καθόλου τὰ ἐν μέρει ὡς σημεῖον εἶπεν εἰρῆσθαι τοῦ διὰ τῶν ἐν μέρει τὴν τοῦ καθόλου γνῶσιν ἀθροίζεσθαι, εἴπερ ἡ καθόλου ἐπιστήμη ἑκάστου τῶν ὑπὸ τὸ καθόλου ἐστίν, ἐξ ὧν ἠθροίσθη· περιείληπται γὰρ ἐν τῇ τοῦ καθόλου ἐπιστήμῃ τὰ ἐν μέρει ὡς ἐκ τούτων καὶ ἐπὶ τούτοις ἐκείνης γινομένης. εἰ δὲ μὴ δυνατὸν ἐκ τῶν κατὰ μέρος ἀπείρων ὄντων τὰ καθόλου συνάγεσθαι μήτε τὴν ἐν τῷ αἰσθητικῷ καὶ φανταστικῷ γνῶσιν τῆς ἐν νῷ ἐπιστήμης ὑποστατικὴν εἶναι χείρονα οὖσαν πολλῷ κρείττονος, ἁπλοϊκώτερον καὶ ἀληθέστερον οἶμαι μᾶλλον ἐξηγητέον τὸ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένον. ὁ γὰρ νοῦς ἐπιστήμην ἔχων τῶν μὲν καθόλου ἀεὶ κατ’ ἐνέργειαν εἴτε πρόχειρον εἴτε μή, τῶν δὲ ἐν μέρει δυνάμει, ὅταν ἡ αἴσθησις προσβάλλῃ τῷ μερικῷ, τότε οὖν ὁ νοῦς ἐνεργείᾳ γινώσκει τῷ καθόλου τὰ ἐν μέρει· “ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπος”, ὡς αὐτὸς ἐν ἄλλοις εἶπεν. καὶ διὰ τοῦτο τὸ πῶς προσέθηκεν, ὅτι οὐκ ἔστι σύστοιχος ἡ τοῦ καθόλου γνῶσις τῇ τοῦ μερικοῦ, ἀλλὰ γινώσκεται τῷ καθόλου τὸ μερικὸν τῷ περιέχεσθαι ὑπὸ τοῦ καθόλου τὸ ἐν μέρει.
“再者,理智部分的状态也不是……直至‘在某种意义上依普遍者认识个别者。’” 在表明了伦理德性与恶德、以及它们的获得和丧失都不是性质变化之后,他接下去表明,理智部分的德性以及它们的获得和丧失也不是性质变化。正如伦理德性关涉灵魂的无理性部分(快与苦便存在于其中,且普遍地同样存在于无理性动物中——因为在这些动物中也有许多事情是通过习惯养成而做正的),同样,理智的或思想的(因为有两种行文写法)德性关涉灵魂的有理性部分,关于这一部分,科学知识及依据它的德性得以确立。他说,因此这一部分的状态也不是性质变化,关于它自身既没有性质变化也没有生成,正是这些将该状态也归入关系范畴。因为关系词便是他不久前所说的那些东西:“它们自身既不是性质变化,关于它们也没有性质变化、生成或根本上的运动变化”——显然是就自身而言,因为他认为关系词就附带而言既生成又变化。因此,如果具有知识者属于关系范畴,而关系词没有性质变化,那么具有知识的状态就自身而言也没有性质变化、生成或根本上的运动变化。在确立依知识的状态属于关系词时,他首先从更显然的情形(举轻明重)提示了〔这一点〕,表明具有知识者被称为处于关系词的某种状态,远甚于伦理状态。因为知识具有关系词特征,比伦理部分中的德性(节制和正义)更为明晰。因为那些德性是通过匀称比例被归入关系词的,而知识是可知者的知识,一切认识都是被认识者的认识。其次,他通过理智状态没有生成这一事实,表明它们属于关系范畴。因为关系词的特性正在于:在它们之中潜在的事物转变为现实,而其自身却没有发生任何运动变化。因为必须随处谨记这一点:亚里士多德否定了关系词自身具有生成和运动变化,却承认它在附带意义上既生成又运动变化。然而,凡自身完全不改变者,显而易见自身也不生成;因为一切生成都是运动变化。因此,如果理智部分中潜在地具有知识者变为现实并得以确立,而作为普遍者之认知的科学知识,是在由感觉汇聚出关于个别认知的一定经验时才成立的——因为凡人皆有理性这一事实,我们是通过对个别事物的接触与经验以科学的方式认识到的,而这种经验不是发生在理智部分中,而是发生在感觉和表象部分中。因此,在这些部分中汇聚了个别事物的经验之后,理智部分中潜在具有知识者变为现实,而其自身丝毫不曾运动。 亚历山大便是这样解释的,认为普遍者及对普遍者的认知是从个别者中汇聚而成的。他还说,“在某种意义上依普遍者认识个别者”这句话作为征象被说出,是为了表明对普遍者的认知是通过个别者而积聚的,假使普遍的知识关涉普遍者之下的各个事物(〔普遍的知识〕正是从这些事物中积聚起来的);因为个别者被包含在普遍知识中,正如普遍知识是从它们之中并在它们之上产生的一样。但如果从无限的个别者中汇聚出普遍者是不可能的,而且感觉和表象部分中的认知也不可能是理智中科学知识的成立根据(因为低劣者不可能成为远为优越者的根据),那么我认为,亚里士多德所说的话毋宁应更质朴且更真实地解释如下:因为理智对于普遍者的知识始终是现实的(无论它是唾手可得还是并非如此),对于个别者的知识则是潜在的;当感觉接触到个别事物时,理智就在现实中通过普遍者认识了个别者;正如他自己在别处所说的,“因为某个个别的人也是人”。正因如此,他加上了“在某种意义上”,因为对普遍者的认知与对个别者的认知并非同一等列,而是由于个别者被普遍者所包摄,个别者才通过普遍者被认识。
- 7.18ἐπίσταταί πως τῇ καθόλου τὰ ἐν μέρει
τῇ καθόλου 为阴性单数与格,省略了名词 ἐπιστήμῃ(知识),在此作手段或准则与格,意为“依普遍的知识(依普遍者)”。宾格 τὰ ἐν μέρει(个别者)作动词 ἐπίσταται 的直接宾语。
- 7.18ἅπερ εἰς τὰ πρός τι καὶ ταύτην ἀνάγει
关系代词 ἅπερ(中性复数主格)综括前文“既不是性质变化,关于它自身也没有性质变化或生成”的事实,用作动词 ἀνάγει 的主语。宾语 ταύτην(阴性单数宾格)指代前文提到的理智部分的状态(ἡ ἕξις)。
- 7.18εἰ οὖν τὸ κατὰ δύναμιν ἐπιστῆμον τὸ ἐν τῷ νοητικῷ ἐνεργείᾳ γίνεται καὶ συνίσταται
由 εἰ οὖν 引导的条件从句。后接 τότε... ὅταν... 从句,并由解释性的 γάρ 从句插入,使得句式结构有所拖曳;其核心句法在于构成亚历山大观点的条件前提:即假若理智部分中潜在具有知识者是在从感觉汇聚经验时成为现实态,[则它自身毫无运动地成为了现实态]。
