- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1072.15-1073.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德的三段论证明,即伦理德性与恶德关涉肉体的快乐与痛苦,而这些快乐与痛苦是在感觉部分因行动、回忆或期待而发生性质变化时产生的,并解释了亚里士多德的措辞。
καὶ ὅτι μὲν ἡ ἠθικὴ ἀρετὴ ἀλλοιουμένου τοῦ αἰσθητικοῦ γίνεται, δείκνυσιν ἐκ τοῦ πᾶσαν τὴν ἠθικὴν ἀρετὴν περὶ ἡδονὰς εἶναι καὶ λύπας τὰς σωματικάς, ὡς ἐν τοῖς Ἠθικοῖς ἀποδέδεικται. αἱ δὲ ἡδοναὶ καὶ αἱ λῦπαι αἱ σωματικαὶ [καὶ] ἀλλοιουμένου τοῦ αἰσθητικοῦ ὑπὸ τῶν αἰσθητῶν γίνονται, ὥστε ἡ ἠθικὴ ἀρετὴ ἀλλοιουμένου τοῦ αἰσθητικοῦ ὑπὸ τῶν αἰσθητῶν γίνεται. ὅτι δὲ αἱ ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιουμένου τοῦ αἰσθητικοῦ γίνονται, δείκνυσιν ἐκ διαιρέσεως. ἡδόμεθα γὰρ ἢ λυπούμεθα ἢ ἐν τῷ πράττειν τι ἢ ἐν τῷ μεμνῆσθαι (καὶ γὰρ ἡ μνήμη τῶν ἡδέων ἡδονὴν ποιεῖ καὶ τῶν λυπηρῶν λύπην) ἢ ἐν τῷ ἐλπίζειν (καὶ γὰρ καὶ ἐλπίδες αἱ μὲν τῶν ἡδέων ἥδουσιν, αἱ δὲ τῶν λυπηρῶν λυποῦσιν). εἰ οὖν καὶ αἱ ἐν τῷ πράττειν ἡδοναὶ καὶ λῦπαι αἰσθηταί τέ εἰσι καὶ ὑπὸ αἰσθητῶν γίνονται καὶ αἱ ἐν τῷ μεμνῆσθαι δὲ ἢ ἐλπίζειν γινόμεναι ὑπὸ αἰσθητῶν γίνονται (ἢ γὰρ οἷα ἐπάθομεν καὶ ὧν ᾐσθόμεθα μεμνημένοι ἡδόμεθα ἢ λυπούμεθα ἢ οἷα πεισόμεθα καὶ οἵων αἰσθησόμεθα ἐννοοῦντες) δῆλον ὅτι αἱ ἡδοναὶ καὶ λῦπαι ἡμῖν συμβαίνουσιν ἀλλοιουμένου τοῦ αἰσθητικοῦ ὑπὸ τῶν αἰσθητῶν. ὅτι δὲ ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονάς ἐστι καὶ λύπας, δέδεικται μὲν ὥσπερ εἶπον ἐν τοῖς Ἠθικοῖς διὰ πλειόνων, λεγέσθω δὲ καὶ νῦν συντόμως, ὅτι συνεθισμὸς τοῦ ἥδεσθαι καὶ λυπεῖσθαι μὴ ὡς ἔτυχεν, ἀλλ’ ἐφ’ οἷς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ ὅσον δεῖ, οὗτος τὴν ἠθικὴν ἀρετὴν ποιεῖ.1 καὶ ταῦτα καὶ ὁ Πλάτων ἐν Νόμοις διδάσκει περὶ τῆς ἡδονῆς καὶ τῆς λύπης λέγων “δύο γὰρ αὗται πηγαὶ μεθεῖνται ῥεῖν, ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δεῖ καὶ ὁπότε καὶ ὁπόσον εὐδαιμονεῖ καὶ πόλις καὶ ζῷον ἅπαν.” Ἀποδείξας δὲ τὰς προτάσεις συνηρημένως ἐκτίθεται τὸν συλλογισμὸν οὕτως· ἀρετὴ ψυχῆς καὶ κακία ἐγγίνεται ἡδονῆς καὶ λύπης ἐγγινομένης, ἡδοναὶ δὲ καὶ λῦπαι ἀλλοιώσεις εἰσὶν τοῦ αἰσθητικοῦ, φανερὸν ἄρα ὅτι ἀρετὴ καὶ κακία ἐγγίνονται καὶ φθείρονται, ἀλλοιουμένου τοῦ αἰσθητικοῦ, ὥστε τότε ἀποβάλλειν αὐτὰς καὶ λαμβάνειν. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι ἡ μὲν γένεσις τῆς ἀρετῆς καὶ κακίας ἀλλοιουμένων τινῶν ἕπεται, αὐτὴ δὲ ἡ γένεσις αὐτῶν οὐκ ἔστιν ἀλλοίωσις, ἀλλ’ ἐπιγίνεται τῇ κατὰ τὴν ἡδονὴν καὶ λύπην ἀλλοιώσει τοῦ αἰσθητικοῦ, ἡ μὲν ἀρετὴ κατὰ τὸ ἐγγινόμενον τῇ ἀλλοιώσει ταύτῃ μέτρον, ἡ δὲ κακία κατὰ τὴν ἀμετρίαν. τὸ δὲ αἱ ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις εἰσὶ τοῦ αἰσθητικοῦ εἶπεν ἀντὶ τοῦ ἀλλοιουμένου τοῦ αἰσθητικοῦ γίνονται.2 ἡ μὲν γὰρ ἀλλοίωσις τοῦ αἰσθητικοῦ, οἷον θέρμανσις ἢ ψῦξις ἢ διάκρισις ἢ σύγκρισις ἢ ὅπως ἄν τις αὐτῶν τὰς ἰδιοτροπίας ὀνομάζειν δύναιτο, πάθη τοῦ αἰσθητικοῦ ἐστιν ὑπὸ τῶν αἰσθητῶν ἐγγινόμενα· τούτοις δὲ ἐπιγίνεται ποτὲ μὲν ἡδονή, ποτὲ δὲ λύπη· τούτων δὲ συμμέτρων μὲν ἐγγινομένων ἀρετὴ ἀκολουθεῖ, ἀσυμμέτρων δὲ κακία.
而伦理德性是在感觉部分发生性质变化时产生的,这一点[亚里士多德]根据所有的伦理德性都关涉肉体的快乐与痛苦(正如在《伦理学》中所证明的那样)来表明。而肉体的快乐与痛苦是在感觉部分被感觉对象引起性质变化时产生的,因此伦理德性是在感觉部分被感觉对象引起性质变化时产生的。至于快乐与痛苦是在感觉部分发生性质变化时产生的,他通过划分来证明。因为我们感到快乐或痛苦,要么是在做某事的过程中,要么是在回忆的过程中(因为对乐事的回忆产生快乐,对苦事的回忆产生痛苦),要么是在期待的过程中(因为对乐事的期待带来快乐,对苦事的期待带来痛苦)。因此,如果行动中的快乐与痛苦既是感觉性的,又是因感觉对象而产生的,而在回忆或期待中产生的快乐与痛苦同样也是因感觉对象而产生的(因为我们要么是回忆起我们曾遭受和感觉到的事情而感到快乐或痛苦,要么是预想我们将遭受和感觉到的事情),那么显而易见,快乐与痛苦是在感觉部分被感觉对象引起性质变化时在我们身上发生的。而伦理德性关涉快乐与痛苦,正如我所说的,虽然在《伦理学》中已有更详尽的证明,但现在也应简要地说:不随意地、而是在应当的事物上、在应当的时候且在应当的程度上感到快乐和痛苦的习惯养成,正是这构成了伦理德性。柏拉图在《法律篇》中关于快乐和痛苦也教导了这些,他说:“因为这两口泉源被放开流淌,从中凡在应当之处、在应当之时且汲取适量的人,无论城邦还是每种动物,都是幸福的。”在证明了前提之后,他将这一三段论简括地表述如下:当快乐与痛苦产生时,灵魂的德性与恶德随之产生,而快乐与痛苦是感觉部分的性质变化,因此显而易见,德性与恶德是在感觉部分发生性质变化时产生与毁灭的,从而人们是在那时丧失与获得它们的。由所说的话可见,德性与恶德的生成伴随着某些事物发生性质变化,但它们的生成本身并不是性质变化,而是附随于感觉部分在快乐与痛苦方面的性质变化,德性依据在这一性质变化中产生的适度尺度,恶德则依据不均齐。他说“快乐与痛苦是感觉部分的性质变化”,是用以替代“它们是在感觉部分发生性质变化时产生的”。因为感觉部分的性质变化,例如变热、变冷、离散、聚合,或人们所能称呼它们特异性的无论什么名称,乃是感觉对象在感觉部分中引起的受动状态;而在这些状态之上,有时附随产生快乐,有时附随产生痛苦;在这些状态均衡产生时,德性随之而来,而在不均衡时,恶德随之而来。
- 7.17συνεθισμὸς τοῦ ἥδεσθαι καὶ λυπεῖσθαι μὴ ὡς ἔτυχεν, ἀλλ’ ἐφ’ οἷς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ ὅσον δεῖ, οὗτος τὴν ἠθικὴν ἀρετὴν ποιεῖ
由于主语名词短语 συνεθισμὸς ... ἐφʼ ὅσον δεῖ 经由带冠词不定词和多个关系从句的修饰而变得冗长,主干动词 ποιεῖ 之前使用了复指代词 οὗτος 作总结性承接,以此重构句子的骨架。
- 7.17τὸ δὲ αἱ ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις εἰσὶ τοῦ αἰσθητικοῦ εἶπεν ἀντὶ τοῦ ἀλλοιουμένου τοῦ αἰσθητικοῦ γίνονται
中性单数宾格冠词 τό 将所引用的整句(αἱ ἡδοναὶ ... τοῦ αἰσθητικοῦ)名词化,作为动词 εἶπεν 的直接宾语。随后的 ἀντὶ τοῦ 是介词 ἀντί 与带冠词属格从句的组合,用于解释亚里士多德这一简缩表达替代了“在感觉部分发生性质变化时产生”的意思。
