- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1071.5-1072.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘遵从亚里士多德在246b20处的论述,解释了灵魂的状态(德性与恶德)与身体状态相同,都是完满且属于关系者,因此其自身的获得与丧失并非性质变化。他还说明灵魂状态是在感觉部分受感觉对象引起的性质变化时附带产生的,随后转向伦理德性与理智德性的划分。
" Ὁμοίως δὲ καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἕξεων ἕως τοῦ αὕτη δὲ οὐκ ἔστιν ἀλλοίωσις." Δείξας ὅτι αἱ ἀρεταὶ καὶ αἱ κακίαι τοῦ σώματος καὶ ὅλως αἱ ἕξεις αἱ σωματικαὶ οὐ δι’ ἀλλοιώσεως γίνονται καὶ ἀπογίνονται, εἴπερ αἱ μὲν ἀρεταὶ τελειότητές εἰσι κατὰ φύσιν, αἱ δὲ κακίαι παρὰ φύσιν, τὰ δὲ εἰς τὸ κατὰ φύσιν ἰόντα γίνεται ἀλλ’ οὐκ ἀλλοιοῦται καὶ τὰ εἰς τὸ παρὰ φύσιν φθείρεται, καὶ εἴπερ ἐν τῷ πρός τί εἰσι, μετέβη λοιπὸν ἐπὶ τὰς τῆς ψυχῆς ἕξεις. καὶ δείκνυσιν ὅτι οὐδὲ αἱ κατὰ ταύτας μεταβολαὶ ἀλλοιώσεις εἰσίν, εἴπερ καὶ αὗται ὥσπερ καὶ αἱ σωματικαὶ τελειότητές εἰσι τῆς ψυχῆς καὶ ἐν τῷ πρός τί πως εἶναι τὴν ὑπόστασιν ἔχουσιν. ὡς οὖν τελειότητος γενέσεις μᾶλλον αἱ λήψεις αὐτῶν καὶ φθοραὶ αἱ ἀποβολαί, ἀλλ’ οὐκ ἀλλοιώσεις·1 ἕκαστον γὰρ τῶν ὄντων, ὅταν τέλειον ᾖ καὶ κατὰ φύσιν, τότε μάλιστά ἐστιν ὅπερ λέγεται εἶναι· καὶ γὰρ ἵππος μάλιστα ὁ τὴν ἵππου ἀρετὴν ἔχων καὶ τῶν ἄλλων ἕκαστον. ὅτι δὲ καὶ αἱ τῆς ψυχῆς ἀρεταὶ 〈τῶν〉 πρός τι δῆλον, εἴπερ καὶ αὗται συμμετρίαι εἰσὶν ἐκείνων, ἐν οἷς ἐγγίνονται, θυμῶν καὶ ἐπιθυμιῶν καὶ τῶν τοιούτων ὥσπερ αἱ σωματικαὶ θερμῶν καὶ ψυχρῶν καὶ τῶν τοιούτων. αὐτὸς δὲ τὸ πρός τι αὐτῶν ἐδήλωσε διὰ τοῦ ἡ μὲν ἀρετὴ εὖ διατίθησι πρὸς τὰ οἰκεῖα πάθη, ἡ δὲ κακία κακῶς. ὡς γὰρ ταῖς σωματικαῖς ἕξεσι πρός τι οὔσαις ὑπῆρχε τὸ ἑκάστην αὐτῶν περὶ τὰ οἰκεῖα πάθη εὖ ἢ κακῶς διατιθέναι τὸ ἔχον αὐτὴν 〈καὶ〉 ἡ μὲν ἀρετὴ διὰ συμμετρίαν ἡ δὲ κακία διὰ ἀσυμμετρίαν ἢ ἀπαθὲς ἢ παθητικὸν ὡδὶ ποιοῦσιν, οὕτω καὶ αἱ ἀρεταὶ εὖ διατιθέασι πρὸς τὰ οἰκεῖα πάθη τὰ ἔχοντα καὶ αἱ κακίαι κακῶς, ὥστε καὶ αὗται τῶν πρός τί εἰσι συμμετρίαι τινὲς οὖσαι καὶ ἀσυμμετρίαι. εἰ οὖν τὰ πρός τι μήτε αὐτὰ ἀλλοιώσεις μήτε ἐστὶν αὐτῶν ἀλλοίωσις, οὔτε αἱ ψυχικαὶ ἕξεις ἀλλοιώσεις εἰσὶν οὔτε ἀποβολαὶ καὶ λήψεις αὐτῶν· γίνεσθαι μέντοι καὶ ταύτας ἀναγκαῖον ὥσπερ τὰς σωματικὰς ἀλλοιουμένου τινός. αἱ μὲν γὰρ σωματικαὶ ἕξεις γίνονται ἀλλοιουμένων τινῶν “ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτως”, θερμῶν καὶ ψυχρῶν καὶ τῶν τοιούτων, αἱ δὲ ψυχικαὶ ἀλλοιουμένου τοῦ αἰσθητικοῦ μέρους· ἀλλοιωθήσεται δὲ τοῦτο δηλονότι ὑπὸ τῶν αἰσθητῶν, πρὸς ἃ πέφυκεν. τοῦ δὲ αἰσθητικοῦ ἀλλοιουμένου εἶπεν, ὡς τοῦ παθητικοῦ·2 τὰ γὰρ πάθη, ὥς φησιν ὁ Πλωτῖνος, ἢ αἰσθήσεις εἰσὶν ἢ οὐκ ἄνευ αἰσθήσεων. Εἰπὼν δὲ πρότερον κοινῶς περὶ τῶν ψυχικῶν ἕξεων, ὅτι καὶ αὗται τελειώσεις εἰσὶ καὶ ἐν τῷ πρός τι συμμετρίαι τινὲς οὖσαι καὶ ἀσυμμετρίαι καὶ ὅτι γίνονται ἀλλοιουμένου τοῦ αἰσθητικοῦ, διαιρεῖ λοιπὸν τὰς ψυχικὰς ἀρετὰς εἴς τε τὰς ἠθικὰς καὶ τὰς νοητικὰς καὶ ἐφ’ ἑκατέρων δείκνυσι, πῶς ἐν τῷ πρός τί εἰσι καὶ πῶς ἀλλοίωσις μὲν οὐδετέρα οὐδὲ ἔστιν αὐτῶν ἀλλοίωσις, γίνονται δὲ ἀλλοιουμένων τινῶν.
“同样在灵魂的状态上也是如此”至“但这不是性质变化”。 在证明了身体的德性与恶德、以及总体上身体的状态并不是通过性质变化而产生与丧失的之后——既然德性是依本性的完满,恶德是反本性的,朝向依本性状态前行者是在生成而非发生性质变化,朝向反本性状态前行者是在毁灭,而且既然它们属于关系者——他就接着转而讨论灵魂的状态。并且他证明,依这些状态的变化本身也不是性质变化,既然这些状态正如身体的那些状态一样,乃是灵魂的完满,并且其存在基质在于以某种方式处于关系之中。因此,作为完满的[变化],它们的获得宁可说是生成,它们的丧失是毁灭,而不是性质变化;因为每一存在物在其完满且依本性时,才最名副其实地是其所被称为的事物;事实上,拥有马的德性者最是一匹马,其余各项事物亦然。灵魂的诸德性也属于关系者,这一点显而易见,既然它们也是那些它们在其中产生的事物(即激情、欲望及诸如此类者)的均衡对称,正如身体的德性是热与冷等事物的均衡对称一样。而他本人通过“德性相对于固有受动性质配置良好,而恶德配置不良”这一表述表明了它们的关系属性。因为正如身体的状态作为关系者,具有使拥有它的事物围绕其固有受动性质配置良好或不良的属性,且德性通过均衡对称、恶德通过不均衡对称使之不受影响或以此种方式易受影响,德性同样使拥有它们的事物相对于固有的受动性质配置良好,恶德则配置不良,从而它们作为某种均衡对称与不均衡对称,也属于关系者。因此,如果关系者本身既不是性质变化,也没有它们自身的性质变化,那么灵魂的状态不是性质变化,它们的丧失与获得也不是性质变化;然而,与身体的状态一样,这些状态也必然是在某物发生性质变化时产生的。因为身体的状态是在某些“它们最初碰巧存在于其中的事物”(即热、冷及诸如此类者)发生性质变化时产生的,而灵魂的状态则是在感觉部分发生性质变化时产生的;而这一部分显然会被它本性所朝向的感觉对象所引起性质变化。他说“在感觉部分发生性质变化时”,是指作为受动的部分;因为正如普罗提诺所说,受动性质要么是感觉,要么离不开感觉。在先前普遍地谈论了灵魂的状态——指出它们也是完满,并且作为某种均衡对称与不均衡对称而属于关系者,以及它们是在感觉部分发生性质变化时产生的——之后,他最终将灵魂的德性划分为伦理德性与理智德性,并在两方面分别证明它们如何属于关系者,以及它们两者如何既不是性质变化,也没有属于它们的性质变化,而是在某些事物发生性质变化时产生的。
- 7.17ὡς οὖν τελειότητος γενέσεις μᾶλλον αἱ λήψεις αὐτῶν καὶ φθοραὶ αἱ ἀποβολαί, ἀλλ’ οὐκ ἀλλοιώσεις
在由 ὡς οὖν 引导的句子中,系动词(εἰσίν)被省略,γενέσεις 与 φθοραί 分别作为主语 αἱ λήψεις 与 αἱ ἀποβολαί 的表语。单数属格 τελειότητος 共同修饰这两项(“完满的生成与毁灭”)。转折短语 ἀλλ’ οὐκ ἀλλοιώσεις 则作为表语的否定补足(“而不是性质变化”)。
- 7.17τοῦ δὲ αἰσθητικοῦ ἀλλοιουμένου εἶπεν, ὡς τοῦ παθητικοῦ
短语 τοῦ δὲ αἰσθητικοῦ ἀλλοιουμένου 直接引用了亚里士多德原文中的属格独立结构,实质上充当主动词 εἶπεν 的宾语。ὡς τοῦ παθητικοῦ 则是用 ὡς 引入的解释性补充,意为“指受动的部分[发生性质变化]”。
