- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1069.4-1071.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了健康、力量与美等身体德性与恶德并非自身的性质变化,而是作为受动性质的均衡对称或不均衡对称而附带产生,并进一步解释了状态和关系者并非自身生成与毁灭,而只是附带地生成与毁灭。
ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ ἰσχύος καὶ ἐπὶ κάλλους· εἰ γάρ τινων ἀλλοιουμένων ἐπιγίνεται ταῦτα, πῶς ἄν τις λέγοι τὰ ἐπιγινόμενα καὶ μηδέπω ὄντα ἀλλοιοῦσθαι; οὐ γὰρ τὸ εἰς ὑγείαν μεταβάλλον κατ’ αὐτὸ τοῦτο ἀλλοιοῦται, ἀλλὰ διὰ τοῦ ἀλλοιοῦσθαι μεταβάλλει. εἰ μὲν γὰρ ἐν τῷ θερμὸν ἢ ψυχρὸν εἶναι τὸ ὑγιαίνειν ἦν ἡ εἰς ὑγείαν μεταβολή, ἦν ἂν ἀλλοίωσις·1 ἐπειδὴ δὲ τούτων οὐδὲν ἦν ἡ ὑγεία, ἐν δὲ τῇ τούτων συμμετρίᾳ τὸ εἶναι ἔχει, δῆλον ὡς ἀλλοίωσις μὲν οὐκ ἔστιν ἡ εἰς ὑγείαν μεταβολή, δι’ ἀλλοιώσεως δὲ ἐπιγίνεται. τὸ δὲ καθάπερ τὸ εἶδος καὶ τὴν μορφὴν εἶπεν δηλῶν,2 ὅτι ὥσπερ ἡ γένεσις (αὕτη γάρ ἐστιν ἡ εἰς τὸ εἶδος καὶ τὴν μορφὴν μεταβολή) κατά τε τὴν τοῦ εἴδους λῆψιν καὶ ἀποβολὴν οὐκ ἔστι μὲν ἀλλοίωσις, ἀλλοιουμένων δὲ γίνεται τινων, οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὴν ἕξιν μεταβολῆς· καὶ γὰρ αὕτη ἀλλοίωσις μὲν οὐκ ἔστιν, ἀλλοιουμένων δέ τινων ἐπιγίνεται. ἢ τὸ εἶδος καὶ τὴν μορφὴν εἶπεν, τὸ σχῆμα δηλῶν καὶ τὴν κατ’ ἐκεῖνο μεταβολήν· εἶπεν γὰρ καὶ ἐπ’ ἐκείνου γίνεσθαι ἴσως ἕκαστον ἀλλοιουμένου τινὸς οἷον τῆς ὕλης πυκνουμένης ἢ μανουμένης. Εἰπὼν δὲ ὅτι αἱ ἕξεις ἐγγίνονται ἀλλοιουμένων τινῶν οἷον θερμῶν καὶ ψυχρῶν ξηρῶν καὶ ὑγρῶν, ἐπήγαγεν ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις, ὡς οὐ προκείμενον αὐτῷ νῦν ζητεῖν,3 περὶ τὰ τίνων πάθη καὶ κατὰ τίνας μεταβολὰς πρώτας καὶ ἀλλοιώσεις αἱ ἕξεις ἐγγίνονται, εἴτε τὰ τῶν ὁμοιομερῶν, ὡς Ἀναξαγόρας, εἴτε τὰ τῶν ἀτόμων, ὡς Δημόκριτος, εἴτε τὰ τῶν ποιοτήτων, ὡς Ἀριστοτέλης. ὅτι μὲν γὰρ ἀλλοιουμένων τινῶν ἐγγίνονται, πρόδηλον, τίνων δὲ ζητείσθω. πιστοῦται δὲ τὸν λόγον καὶ ἐκ τοῦ τὴν κακίαν καὶ τὴν ἀρετὴν περὶ τὰ πάθη λέγεσθαι, ὑφ’ ὧν ἀλλοιοῦσθαι πέφυκε τὸ ἔχον. ἥ τε γὰρ ἀρετὴ ἐγγινομένη ἢ τελέως ἀπαθὲς ποιεῖ, εἴ γε πάθη μόνα τὰ μοχθηρὰ καλοῦμεν, ἢ ὡδὶ παθητικόν, τουτέστι μεμετρημένως, εἰ μὴ ἐν ἀπαθείᾳ, ἀλλ’ ἐν συμμετρίᾳ παθῶν τὴν ἀρετὴν θεωροῦμεν. τοιαῦται γάρ εἰσιν ἐπὶ τῆς ψυχῆς αἱ τε ἠθικαὶ καὶ αἱ πολιτικαὶ ἀρεταὶ οὐκ ἐκκόπτουσαι τελέως τῆς ψυχῆς τοὺς θυμοὺς καὶ τὰς ἐπιθυμίας, ἀλλὰ μετροῦσαι αὐτῶν τὰ κινήματα. καὶ ἐπὶ τοῦ σώματος οὐκ ἀπαθὲς ποιεῖ τὸ σῶμα ὑπὸ τῶν θερμῶν καὶ ψυχρῶν, ἀλλὰ μετρεῖ αὐτῶν τὰ πάθη ἡ σωματικὴ ἀρετή, τουτέστιν ἡ ὑγεία, ὥσπερ ἡ κακία καὶ ἡ νόσος ἡ ἀμετρία αὐτῶν ἐστίν. εἰ οὖν περὶ ταῦτα αἱ ἀρεταὶ καὶ αἱ κακίαι εἰσίν, ὑφ’ ὧν καὶ καθ’ ἃ τὸ ἔχον αὐτὰς ἀλλοιοῦσθαι πέφυκε, κατὰ δὲ τὰς παθητικὰς ποιότητας αἱ ἀλλοιώσεις, περὶ τὰ πάθη ἂν καὶ τὰς παθητικὰς τοῦ σώματος ποιότητας εἶεν αἱ ἀρεταὶ καὶ αἱ κακίαι τοῦ σώματος· ὥστε ἐκείνων ἀλλοιουμένων ταύτας ἐγγίνεσθαι. περὶ τίνα δὲ πάθη ἑκάστη τῶν τοῦ σώματος ἀρετῶν οἷον ὑγεία καὶ ἰσχὺς καὶ κάλλος, οὐκ ὂν προκείμενον νῦν παρῆκε ζητεῖν. ὥσπερ δὲ ἡ ἀρετὴ τῶν μὲν μοχθηρῶν παθῶν ἀπαθεῖς ποιεῖ, τῶν δὲ μεμετρημένων (ἅπερ οὐδὲ πάθη καλεῖν ἀξιοῦσι τινές) παθητικούς, οὕτως ἡ κακία τῶν μὲν μοχθηρῶν παθῶν παθητικοὺς ποιεῖ, τῶν δὲ μεμετρημένων ἀπαθεῖς· ὥστε περὶ πάθη ἡ ἀρετὴ καὶ ἡ κακία καὶ τῇ κατὰ ταῦτα ἀλλοιώσει ἐγγίνονται τῇ μὲν συμμετρίᾳ αὐτῶν ἡ ἀρετή, τῇ δὲ ἀμετρίᾳ ἡ κακία· ὥστε οὔτε αἱ ἕξεις ἀλλοιώσεις εἰσὶν οὔτε αἱ κατὰ τὰς ἕξεις μεταβολαί. ἐπειδὴ δὲ καὶ ἐν τούτοις ὁ Ἀριστοτέλης λέγει, ὅτι τῶν πρός τι οὐκ ἔστιν ἀλλοίωσις οὔτε γένεσις οὔτε ὅλως μεταβολὴ οὐδεμία, ἐπιστῆσαι χρὴ ὅτι τὰς ἀρετὰς καὶ τὰς κακίας εἰπὼν τῶν πρός τι εἶναι (ἑκάστη γάρ φησιν ἐστὶ τῷ πρός τί πως ἔχειν) γίνεσθαι καὶ φθείρεσθαι λέγει αὐτὰς ἀλλοιουμένων τινῶν. πῶς οὖν τῶν πρός τι οὐκ ἔστι γένεσις οὐδὲ ὅλως μεταβολή; ἢ γίνεται μὲν πάντως καὶ φθείρεται καὶ τὰ πρός τι·4 τὸ γὰρ μὴ ὂν πρότερον διπλάσιον ὕστερόν ἐστι καὶ πάλιν οὐκ ἔστιν· ὃ δὲ πρότερον μὴ ὂν ὕστερόν ἐστι, τοῦτο γίνεται, καὶ ὃ πρότερον ὂν ὕστερον οὐκ ἔστι, τοῦτο φθείρεται· ἀλλ’ οὐ καθ’ αὑτὰ γίνεται καὶ φθείρεται, ἀλλ’ ὡς ἐνταῦθα διώρισεν, ἀλλοιουμένων τινῶν ἢ ὅλως μεταβαλλόντων γίνεται ταῦτα καὶ φθείρεται. “ἐνδέχεται γάρ, φησὶν ἐν τῷ πέμπτῳ βιβλίῳ, θατέρου μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον, ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν.” τὴν δὲ κατὰ συμβεβηκὸς μεταβολὴν ἀφῆκεν ἐν ἐκείνοις ὡς ἀόριστον. “ἐν ἅπασι γάρ, φησίν, ἐστὶ καὶ ἀεὶ καὶ πάντων.” εἰ οὖν τὰ πρός τι μή ἐστι καθ’ αὑτά, ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ἐκείνων μεταβαλλόντων καὶ τὰ πρός τι μεταβάλλει οὐ καθ’ αὑτά, ἀλλὰ κατὰ συμβεβηκός.
同样的道理也适用于力量和美。因为如果这些是在某些事物发生性质变化时附带产生的,那么人们怎么能说那些附带产生且尚未存在的事物在发生性质变化呢?因为变成健康的事物并不是就这一事实本身而言在发生性质变化,而是通过发生性质变化而发生改变。因为如果处于健康状态在于处于热或冷之中,那么变成健康的变化就会是性质变化;但既然健康不是这些中的任何一个,而是在它们的均衡对称中拥有其存在,显然变成健康的变化并不是性质变化,而是通过性质变化附带产生的。他说“正如形式与形状”,是在表明,正如生成(因为这就是向形式和形状的变化)无论就形式的获得还是丧失而言,本身都不是性质变化,而是在某些事物发生性质变化时发生的,依状态的变化也是如此;因为这种变化本身也不是性质变化,而是在某些事物发生性质变化时附带产生的。或者他说“形式与形状”,是指形状以及依形状的变化;因为他在那种情况下也曾说过,每一事物的产生大概也是在某些事物发生性质变化时发生的,正如质料变密或变疏那样。 在谈到状态是在某些事物(例如热与冷、干与湿)发生性质变化时产生之后,他又补充道“或者在它们最初碰巧存在的事物中”,这是因为他现在的课题并不在于探究状态是围绕哪些事物的受动性质、以及依哪些最初的变化和性质变化而产生的——无论是如阿那克萨戈拉所说是同质部分的受动性质,还是如德谟克利特所说是原子的受动性质,抑或是如亚里士多德所说是性质的受动性质。因为状态是在某些事物发生性质变化时产生的,这一点预先就很明显,但究竟是在哪些事物发生性质变化时产生,则有待探究。他还从恶德与德性是就那些具有它们者本性上容易依之发生性质变化的受动性质而言的这一事实,来确证这一论点。因为德性一旦产生,如果我们将仅仅邪恶的受动性质称为受动性质,德性就会使之完全不受影响;或者如果我们不是在不受影响之中、而是在受动性质的均衡对称中看待德性,德性就会使之以此种方式受影响,亦即适度地受影响。因为灵魂中的伦理德性和城邦德性正是如此,它们并不从灵魂中彻底根除激情和欲望,而是适度地调节它们的运动。在身体方面,身体的德性(即健康)并不是使身体对热和冷不受影响,而是适度调节它们的受动性质,正如恶德与疾病是它们的不均衡对称一样。因此,如果诸德性与诸恶德是围绕这些事物展开的——具有它们者本性上容易由这些事物并在这些事物上发生性质变化——而性质变化是依受动性的性质发生的,那么身体的德性与恶德就应当是围绕身体的受动性质和受动性的性质展开的;从而在那些事物发生性质变化时,这些德性与恶德便附带产生。至于身体的各项德性(如健康、力量和美)具体是围绕哪些受动性质展开的,由于这并非当前的课题,他便略去不加探究。正如德性使事物对邪恶的受动性质不受影响,而对适度的受动性质(有些人甚至不认为应当称之为受动性质)容易受影响一样,恶德使事物对邪恶的受动性质容易受影响,而对适度的受动性质不受影响;因此德性与恶德是围绕受动性质展开的,并且通过依受动性质的性质变化而产生:德性产生于它们的均衡对称,恶德产生于它们的不均衡对称;因此诸状态不是性质变化,依状态的变化也不是性质变化。 既然亚里士多德在这些论述中也说,关系者既没有性质变化,也没有生成,也根本没有任何变化,那么就必须注意到,他在说明德性与恶德属于关系者之后(因为他说每一者都是由于以某种方式处于关系之中而存在的),又说它们是在某些事物发生性质变化时生成和毁灭的。那么,关系者怎么会没有生成、也根本没有任何变化呢?或者说,关系者岂不是也完全会生成和毁灭吗?因为先前不是两倍的事物后来变成了两倍,随后又不是两倍;而先前不存在而后来存在的事物就是在生成,先前存在而后来不存在的事物就是在毁灭;但是它们并不是自身生成和毁灭,而是正如他在这里所界定的那样,当某些事物发生性质变化或总体上发生变化时,这些事物才生成和毁灭。“因为正如他在第五卷中所说,当两者之中的一者发生变化时,另一者完全不发生变化却可能成为真实的,从而它们的运动是附带的。”而他在那些论述中将附带的变化作为不确定的变化略过不表。“因为他说,它存在于一切事物之中,永远存在,并且属于一切事物。”因此,如果关系者不是自身存在的,而是在其他事物中拥有其存在,那么在那些事物发生变化时,关系者也就发生变化,但不是自身发生变化,而是附带地发生变化。
- 7.16εἰ μὲν γὰρ ἐν τῷ θερμὸν ἢ ψυχρὸν εἶναι τὸ ὑγιαίνειν ἦν ἡ εἰς ὑγείαν μεταβολή, ἦν ἂν ἀλλοίωσις
使用未完成过去时直陈式表示与事实相反的虚拟条件句。条件从句的主语是 ἡ εἰς ὑγείαν μεταβολή(“向健康的变化”),而 τὸ ὑγιαίνειν(“处于健康状态”)与介词短语 ἐν τῷ θερμὸν ἢ ψυχρὸν εἶναι(“处于热或冷之中”)构成表语部分。
- 7.16τὸ δὲ καθάπερ τὸ εἶδος καὶ τὴν μορφὴν εἶπεν δηλῶν
亚里士多德的原句 καθάπερ τὸ εἶδος καὶ τὴν μορφήν 前加中性定冠词 τό 构成引述名词短语,作为 εἶπεν 的宾语,配合分词 δηλῶν 构成“他说‘……’是表明……”的注疏常见句式。
- 7.16ἐπήγαγεν ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις, ὡς οὐ προκείμενον αὐτῷ νῦν ζητεῖν
引用亚里士多德的短语 ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις 作为动词 ἐπήγαγεν(“他补充道”)的宾语,其后 ὡς 与中性分词 οὐ προκείμενον 搭配,表示主观理由或说明意图:“因为……并非他当前的课题”。
- 7.16ἢ γίνεται μὲν πάντως καὶ φθείρεται καὶ τὰ πρός τι
小词 ἤ 用于引导对前文疑问(πῶς οὖν...;)的解答或反诘:“或者说,关系者岂不是也……”,从而引出区分自身变化与附带变化的论述。
