← 辛普里丘

亚里士多德《物理学》注释

§105.28-107.11

麦里梭关于起点与生成的前提之谬误

针对 186a13,辛普里丘阐明了亚里士多德对麦里梭前提虚假性的驳斥,指出麦里梭混淆了“起点”的时间意义与事物(部分与大小)意义,并混淆了本然的实体生成与可以一下子发生的性质变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17#1

" Εἶτα καὶ τοῦτο ἄτοπον τὸ παντὸς εἶναι ἀρχὴν τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου, καὶ γενέσεως μὴ τῆς ἁπλῆς ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς." Δείξας τὸ τῆς συμπλοκῆς ἀσυλλόγιστον ἐφεξῆς τὸ ψεῦδος διαβάλλει τῶν λημμάτων, τὸ συνημμένον αἰτιώμενος τὸ ‘τὸ γενόμενον ἀρχὴν ἔχει’, ὡς ἀληθὲς ὑποτιθέμενον μὲν ἐπὶ τῆς χρονικῆς, μεταλαμβανόμενον δὲ ἐπὶ τῆς κατὰ τὸ πρᾶγμα ἀρχῆς καὶ παρὰ τὴν ὁμωνυμίαν σεσοφισμένον. δέον γὰρ τὴν κατὰ τὸν χρόνον ἀρχὴν λαβόντα ὡς τῷ γινομένῳ παντὶ ὑπάρχουσαν, ἐφ’ ἧς καὶ τὸν λόγον ἐποιήσατο ὁ Μέλισσος, φυλάξαι ταύτην ἐν τῇ ἀποδείξει, ὁ δὲ τὴν κατὰ τὸ πρᾶγμα ἀντ’ ἐκείνης ἔλαβεν,1 ὡς δῆλον ἐκ τοῦ προσλαβεῖν τῷ ‘τὸ μὴ ἔχον ἀρχὴν’ τὸ ἄπειρον εἶναι. ἀρχὴ γὰρ ἡ μέν τις ἰσαχῶς τῇ αἰτίᾳ λέγεται, ὡς τὸ ποιοῦν καὶ ὅθεν ἡ κίνησις καὶ τὸ ἐξ οὗ καὶ ἡ ὕλη, καὶ ὡς τὸ εἶδος καὶ ὁ λόγος τῆς οὐσίας, πρὸς δὲ τούτοις τὸ οὗ ἕνεκα καὶ τὸ τέλος. κατ’ ἄλλον δὲ τρόπον ἀρχὴ λέγεται τοῦ μεγέθους, ἣν καὶ πέρας προσαγορεύομεν· καὶ εἴ τι μὲν ἔχοι τοῦτο, πεπεράνθαι λέγομεν αὐτό, εἰ δέ τι ὑποτεθείη μὴ ἔχειν, ἄπειρον εἶναί φαμεν· καὶ ἔστιν οὕτως ἀρχὴ στιγμὴ μὲν γραμμῆς, γραμμὴ δὲ ἐπιπέδου, καὶ τοῦτο τοῦ στερεοῦ· καὶ μέρη τὰ πρῶτα τῇ τάξει, οἷον καρδία ἢ κεφαλὴ ἢ ῥίζα· καὶ γὰρ καὶ κατὰ ταῦτα περαίνεται. ἄλλον δὲ τρόπον ἀρχὴ λέγεται τῆς κατὰ χρόνον ἑκάστου γενέσεως αὐτὸς ὁ χρόνος ἐν ᾧ πρώτῳ ἤρξατο γίνεσθαι, ὃν οὐδὲ ὁρίσαι ῥᾴδιον διὰ τὸ ἐπ’ ἄπειρον διαιρετὸν εἶναι τὸν χρόνον. λέγεται δὲ καὶ κατ’ ἄλλους τρόπους ἀρχή· νῦν δὲ ἀρκοῦσιν οὗτοι. τὸ τοίνυν γενητὸν λεγόμενον κατὰ τὴν συνήθειαν ἅπαν μὲν τὴν κατὰ τὸν χρόνον ἀρχὴν ἔχει ἀφ’ ἧς ἤρξατο γίνεσθαι, ἥτις ἐστὶ καὶ γενέσεως ἀρχή, οὐχ ἅπαν δὲ τὴν κατὰ τὸ πρᾶγμα, ἀλλὰ τὰ μὲν κατ’ οὐσίαν γινόμενα καὶ ἡ τούτων γένεσις (ἥτις ἁπλῆ λέγεται διὰ τὸ καθ’ αὑτὰ γίνεσθαι τῶν κατὰ τὰς ἄλλας κατηγορίας οὐχ ἁπλῶς λεγομένων γίνεσθαι. Σωκράτης μὲν γὰρ αὐτὸς καθ’ αὑτὸν γίνεται, θερμὸν δὲ οὐ καθ’ αὑτό, ἀλλὰ θερμὸν σῶμα, καὶ φωτεινὸς ἀήρ) τὰ μὲν οὖν κατ’ οὐσίαν γινόμενα καὶ ἡ γένεσις αὐτῶν ἔχει οὐ μόνον τὴν κατὰ χρόνον ἀρχήν, ἀλλὰ καὶ ἀπὸ μορίου τινὸς τοῦ πράγματος ἄρχεται, ὡς ἡ μὲν τῶν ζῴων ἀπὸ ὀμφαλοῦ ἢ καρδίας, τῶν δὲ φυτῶν ἀπὸ ῥιζῶν, τοῦ δὲ οἴκου ἀπὸ θεμελίου. ἐπειδὴ δὲ καὶ τὰ ἀλλοιούμενα γίνεσθαι λέγεται καὶ γένεσίς τίς ἐστι καὶ ἡ ἀλλοίωσις (γίνεται γὰρ λευκὸν ἐκ μέλανος καὶ θερμὸν ἐκ ψυχροῦ), ἐπὶ τούτων οὐκ ἀληθὲς ὅτι πᾶν τὸ γινόμενον ἀρχὴν ἔχει τὴν κατὰ τὸ πρᾶγμα, ἀλλ’ ἔνια καὶ ἀθρόως καθ’ ὅλα τὰ μέρη αὐτῶν ἄρχεται ἀλλοιοῦσθαι, ὡς ἔχει τὰ πηγνύμενα, ὧν οὐκ ἀπό τινος μέρους ἡ κατὰ τὴν πῆξιν ἄρχεται μεταβολή, ἀλλ’ ὅλα ἀθρόως ἄρχεται τῆς πήξεως καὶ προκόπτει κατ’ αὐτὴν ἀθρόως πάντα, τοῦ ἀθρόου ὡς οἶμαι οὐ τὸ ἄχρονον δηλοῦντος, ὡς Πορφύριος ἤκουσε, καὶ πειρᾶται ἄχρονον κατασκευάζειν τὴν ἀλλοίωσιν, ἀλλὰ τὸ ὁμοῦ πάντων τῶν μερῶν.2 ἡ γὰρ πῆξις καὶ ὁ φωτισμὸς τοῦ ἀέρος οὐκ ἄχρονος γίνεται, ἀλλ’ ἔχει τὴν κατὰ τὸν χρόνον ἀρχὴν τόδε τοῦ χρόνου τὸ μέρος, ἀθρόα δὲ πάντα πάσχει τὰ μόρια τὸ πάθος· ἢ ὁτιοῦν μέρος ἀθρόως ἀλλοιοῦται καὶ αὐτὸ ἐπ’ ἄπειρον ὂν διαιρετὸν καὶ οὐ κατὰ μόριόν τι πρῶτον πάσχον, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῷ Ζ ταύτης τῆς πραγματείας δείξει λέγων “οὐδὲ δὴ τοῦ μεταβεβληκότος ἐστί τι πρότερον ὃ μεταβέβληκεν” ἔτι δὲ σαφέστερον ἐν τῷ τελευταίῳ βιβλίῳ ταῦτα γέγραφεν “ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρον τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλ’ ἀθρόα γίνεται πολλάκις ὥσπερ ἡ πῆξις”.

“此外这也是荒谬的:一切都存在事物的起点而非时间的起点,且不仅存在本然生成的起点,也存在变质的起点,仿佛变化不是一下子发生似的。” 在表明了结合的非三段论式之后,他接着驳斥诸前提的虚假,指责“生成之物有起点”这一假言命题;因为这一命题在关于时间的起点上虽被预设为真,却被偷换成了关于事物的起点,从而依词义的多重性而被诡辩化了。因为他本应将时间上的起点作为属于一切生成之物的东西来取用——麦里梭当初正是就此立论的——并在证明中保持这一点,但他却代之以取了事物上的起点,这由他在“没有起点之物”上附加了它是无限的这一点便可清楚看出。因为“起点”在一种意义上与“原因”同数地被述说:作为致作者和运动所从出者,作为由之生成者和质料,作为形式和实体的定义,此外还有作为目的和终结。在另一种方式下,“起点”被用来称呼大小的起点,我们也称之为界限;若某物具有此界限,我们便说它是有限的,但若设定某物不具有此界限,我们便说它是无限的;依此方式,点是线的起点,线是面的起点,面是立体的起点;次序上居先的部分,如心脏、头部或根部,也是如此;因为事物也确实依这些部分而被界定。在另一种方式下,每件事物依时间而言的生成起点,被称为它最初开始生成的那个时间本身,由于时间是无限可分的,要界定这个时间甚至都是不容易的。“起点”还可以依其他方式被述说,但眼下这些已经足够了。因此,凡依通常习惯被称为生成之物者,都具有它开始生成的依时间而言的起点,这也是生成的起点,但并非一切事物都具有依事物而言的起点。相反,依实体而言生成的事物及其生成(这被称为本然的生成,因为它们是依其自身而生成的,而处于其他范畴中的事物则不被说成本然地生成;因为苏格拉底自身是依自身生成的,而热者却不是依自身生成的,而是热的物体,或明亮的空气)——依实体而言生成的事物及其生成,不仅具有依时间而言的起点,而且是从该事物的某个部分开始的,正如动物的生成是从肚脐或心脏开始,植物的生成是从根部开始,房屋的生成是从地基开始那样。然而,既然变质之物也被说成生成,且变质也是一种生成(因为白是从黑生成的,热是从冷生成的),那么在这些事物上,“凡生成之物都具有依事物而言的起点”就不是真的,相反,有些事物甚至在它们全部的部分上一下子开始变质,凝结之物就是如此,它们依凝结而发生的变化并非从某个部分开始,而是整体一下子开始凝结,且全部部分都一下子依之推进;在我看来,“一下子”并不表示无时间的,正如波菲利所理解并试图以此确立变质是无时间的那样,而是表示所有部分的“同时”。因为凝结和空气的被照亮并不是无时间地发生的,而是以时间的这一部分作为依时间而言的起点,然而所有的部分是一下子承受该情状的;或者,任何一部分都是一下子变质的,它自身也是无限可分的,而不是依某个最先的部分去承受,正如亚里士多德本人在这部著作的第六卷中将要指出的那样:“在已变化者中,也绝没有任何更先变化了的部分”;而在最后一卷中他写得更为清楚:“在任何一种变质的情形下同样如此;因为,即使变质之物是可分至无限的,变质本身却并不因此也是如此,相反它往往一下子发生,就像凝结一样”。

语法注2 条
  1. 1.17δέον γὰρ τὴν κατὰ τὸν χρόνον ἀρχὴν λαβόντα ... φυλάξαι ταύτην ἐν τῇ ἀποδείξει, ὁ δὲ τὴν κατὰ τὸ πρᾶγμα ἀντ’ ἐκείνης ἔλαβεν

    δέον 是无人称动词 δεῖ 的宾格绝对结构,表示让步或对比的前置条件(“本应当……”)。随后的主句由连接词 δέ 引出 ὁ δὲ ... ἔλαβεν,构成了应有的论证步骤与麦里梭实际做法之间的强烈对照(破格语法式的对比结构)。

  2. 1.17τοῦ ἀθρόου ὡς οἶμαι οὐ τὸ ἄχρονον δηλοῦντος ... ἀλλὰ τὸ ὁμοῦ πάντων τῶν μερῶν

    τοῦ ἀθρόου ... δηλοῦντος 为属格绝对结构。分词 δηλοῦντος 的宾语由被 οὐ 否定的名词化形容词 τὸ ἄχρονον,与由 ἀλλά 引出的名词化副词短语 τὸ ὁμοῦ πάντων τῶν μερῶν 形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:105.28-107.11