- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1067.3-1069.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》第七卷第三章(246b3起),辛普里丘阐述了身体的德性与恶德(如健康、美与力量)是其构成成分的均衡对称或不均衡对称,因而属于关系者而非性质,所以向它们的变化并非性质变化;它们之所以看似性质变化,仅是因为其生成伴随并附带于实际的性质变化之上。
" Ἔτι καί φαμεν ἁπάσας εἶναι τὰς ἀρετὰς ἕως τοῦ ἢ ἐναντίως ἀπαθές." Ὅτι μή εἰσιν ἀλλοιώσεις αἱ κατὰ τὰς ἀρετὰς καὶ τὰς κακίας μεταβολαί, δείκνυσιν ἐκ τοῦ μηδὲ ποιότητας αὐτὰς εἶναι, ἀλλ’ ὑπὸ τὰ πρός τι ἀνάγεσθαι· κατὰ δὲ τὰ πρός τι δέδειχεν αὐτὸς ἐν τῷ πέμπτῳ βιβλίῳ μήτε ἀλλοίωσιν γίνεσθαι μήτε ὅλως μεταβολήν. ὅτι δὲ αἱ ἀρεταὶ καὶ αἱ κακίαι ὑπὸ τὰ πρός τι, δείκνυσι πρῶτον μὲν ἐπὶ τῶν τοῦ σώματος ποιούμενος τὸν λόγον, εἶτα ἀπὸ τούτων μεταβαίνων ἐπὶ τὰς τῆς ψυχῆς. ἡ γὰρ ὑγεία, φησί, καὶ ἡ εὐεξία σώματος οὖσαι ἀρεταὶ ἐν συμμετρίᾳ εἰσὶ τῶν σωματικῶν ποιοτήτων καὶ τῶν πρώτων δυνάμεων, θερμοτήτων ψυχροτήτων ξηροτήτων ὑγροτήτων, ἤτοι πρὸς ἀλλήλας αὐτῶν τὸ σύμμετρον ἐχουσῶν ἢ καὶ πρὸς τὸ περιέχον, ὡς διὰ τὴν τοιαύτην συμμετρίαν μὴ εἶναι εὔτρεπτα καὶ εὐπαθῆ τὰ σώματα ὑπὸ τοῦ περιέχοντος. καὶ τὸ κάλλος δὲ ἀρετὴ καὶ τοῦτο σώματος ὂν ἐν συμμετρίᾳ τῶν τε μερῶν ἐστι τῶν ἀνομοιομερῶν μάλιστα καὶ τοῦ χρώματος. καὶ ἡ ἰσχὺς δὲ ἀρετὴ καὶ αὐτὴ οὖσα σώματος ἐν συμμετρίᾳ τῶν ὁμοιομερῶν ἐστι νεύρων μάλιστα καὶ ὀστῶν· ἡ δὲ συμμετρία τῶν πρός τι. ἑκάστη οὖν τῶν ἀρετῶν τῶν σωματικῶν ἐν τῷ πρός τί πως ἔχειν, εἴπερ συμμετρία ἐστίν. ὁμοίως δὲ καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ἀντικείμεναι ἐν ἀσυμμετρίᾳ τῶν αὐτῶν εἰσι παθῶν· ἐν γὰρ ὑπερβολῇ ἢ ἐλλείψει. καὶ ἡ μὲν ἀρετὴ ἑκάστη εὖ διατίθησι περὶ τὰ οἰκεῖα πάθη τὸν ἔχοντα αὐτήν· οἰκεῖα δὲ πάθη ἐστίν, ὑφ’ ὧν συμμέτρως μὲν ἐχόντων γίνονται καὶ εὐθημονοῦσι, θερμότητες ψυχρότητες ξηρότητες ὑγρότητες καὶ τὰ τοιαῦτα, ἀσυμμέτρως δὲ ἐχόντων φθείρονται καὶ κακύνονται τὰ σώματα, εὐπαθέστερα γινόμενα καὶ εὐμετάβολα ἐν τοῖς οἰκείοις πάθεσιν ὑπό τε τοῦ περιέχοντος καὶ ὑπ’ ἀλλήλων· εἰ οὖν αἱ ἀρεταὶ καὶ αἱ κακίαι τοῦ σώματος ἐν τῷ πρός τί πως ἔχειν εἰσί, δέδεικται δὲ ἐν τῷ πέμπτῳ βιβλίῳ, ὅτι ἐν τῷ πρός τι οὐκ ἔστιν κίνησις καθ’ αὑτὸ οὐδὲ μεταβολὴ ὅλως, δῆλον ὅτι οὐδὲ ἀλλοίωσις εἴη ἄν. ἐδείχθη γὰρ πᾶσα μεταβολὴ ἢ κατ’ οὐσίαν γινομένη ὡς γένεσις καὶ φθορά, ἢ κατὰ ποσὸν ὡς αὔξησις καὶ μείωσις, ἢ κατὰ ποιὸν ὡς ἀλλοίωσις, ἢ κατὰ τόπον ὡς ἡ φορά. εἰ οὖν αἱ μὲν ἀρεταὶ καὶ αἱ κακίαι τῶν σωμάτων ἐν τῷ πρός τί εἰσιν ὡς συμμετρίαι καὶ ἀσυμμετρίαι, τὰ δὲ πρός τι οὐκ ἔστιν ἐν ποιότητι, τῶν δὲ μὴ ἐν ποιῷ ὄντων οὐ κατὰ ἀλλοίωσιν ἡ μεταβολή, δῆλον ὅτι ἡ κατὰ τὰς ἀρετὰς καὶ τὰς κακίας μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις. Δείξας δὲ ὅτι αἱ ἀρεταὶ καὶ αἱ κακίαι καὶ ὅλως αἱ ἕξεις αἱ σωματικαὶ ἐν τῷ πρός τί εἰσιν, ἐπάγει ὅτι τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, ὡς ἡ θέρμανσις, ὥστε τὸ μετέχον αὐτῶν ἀλλοιοῦσθαι. τὸ μὲν γὰρ θερμαινόμενον ἢ ψυχόμενον ἀλλοιοῦσθαι λέγομεν, τὸ δὲ διπλάσιον ἢ δεξιὸν ἢ σύμμετρον ἢ ὅμοιον ἢ ἴσον γινόμενον οὐ λέγομεν ἀλλοιοῦσθαι. ἀλλ’ οὐδὲ τῶν πρός τι ἀλλοίωσίς ἐστιν ὥσπερ τῆς οὐσίας, ὥστε τὰ πρός τι γινόμενα καὶ σχέσιν λαμβάνοντα πρός τι καὶ ἀλλοιοῦσθαί ποτε λέγειν· οὐ γὰρ τὸ διπλάσιον μέγεθος ἴσον γινόμενον ἀλλοιοῦται ὥσπερ τὸ θερμαινόμενον. διαφέρει δὲ τὸ ἀλλοίωσις εἶναι τοῦ ἀλλοιουμένου,1 ὅτι ἡ μὲν ἀλλοίωσις μετέχεται ὑπὸ τοῦ ἀλλοιουμένου ὡς ἡ θέρμανσις ὑπὸ τοῦ θερμαινομένου, τὸ δὲ ἀλλοιούμενον ἀλλοιώσεως μετέχον ἀλλοιοῦται. τὸ οὖν πρός τι, φησίν, οὔτε ἀλλοίωσίς ἐστιν οὔτε ἀλλοιοῦται. ἔδειξε δὲ ἐν τῷ πέμπτῳ βιβλίῳ, ὅτι οὔτε γένεσις οὔτε κίνησις οὔτε ὅλως μεταβολή ἐστι κατὰ τὰ πρός τι ἐκ τοῦ μηδὲν αὐτό τι μεταβάλλον ἀλλοίου τινὸς μεταβάλλοντος ποτὲ μὲν διπλάσιον εἶναι, ποτὲ δὲ οὔ.2 φανερὸν οὖν ἐκ μὲν τῶν πρότερον εἰρημένων, ὅτι ἡ κατὰ τὸ σχῆμα μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις, ἐκ δὲ τῶν νῦν, ὅτι οὐδὲ ἡ κατὰ τὰς ἕξεις· μόνως ἄρα ἀλλοίωσίς ἐστιν ἡ κατὰ τὰς παθητικὰς καλουμένας ποιότητας μεταβολή. Δείξας δὲ ὅτι αἱ κατὰ τὰς ἀρετὰς καὶ τὰς κακίας τοῦ σώματος μεταβολαὶ καὶ ὅλως αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις οὐκ εἰσὶν ἀλλοιώσεις ἐφεξῆς τὴν αἰτίαν διδάσκει, δι’ ἣν ἀλλοιοῦσθαι δοκεῖ τὰ κατ’ αὐτὰς μεταβάλλοντα καὶ λέγει ὅτι γίνεσθαι καὶ φθείρεσθαι αὐτὰς ἀλλοιουμένων τινῶν ἀνάγκη· ὑγεία γὰρ γίνεται θερμαινομένων τινῶν τοῦ σώματος καὶ ψυχομένων, τουτέστιν ἀλλοιουμένων. ἀλλ’ οὔτε ἡ ἀλλοίωσις ἡ ὑγεία ἦν οὔτε ἡ ὑγεία ἡ ἀλλοίωσις, ἀλλ’ ἐπιγίνεται τῇ ἀλλοιώσει ἡ συμμετρία τῶν ἀλλοιουμένων, καθ’ ἣν ἡ ὑγεία θεωρεῖται.
“此外,我们还说所有的德性……”直至“或者相反是不受影响的。” 他从它们〔德性与恶德〕甚至根本不是性质、而是归于关系者这一事实出发,证明了依德性与恶德的变化并不是性质变化;而依关系者而言,他自己在第五卷中已经证明,既不发生性质变化,也根本不发生任何变化。至于德性与恶德属于关系者,他首先通过对身体的德性与恶德展开论述,继而由此过渡到灵魂的德性与恶德来加以证明。他说,健康和健壮作为身体的德性,在于身体性质和最初力量——热、冷、干、湿——的均衡对称,它们或者彼此之间保持均衡对称,或者也对周围环境保持均衡对称,从而由于这种均衡对称,身体不会轻易被周围环境所改变或受其影响。美也同样是身体的一种德性,尤其在于非同质部分以及肤色的均衡对称。力量本身也是身体的一种德性,在于同质部分、尤其是筋腱与骨骼的均衡对称;而均衡对称属于关系者。因此,如果身体的各项德性确实是均衡对称,那么它们之中的每一项都在于以某种方式处于关系之中。同样,与诸德性相对立的诸恶德也处于相同受动性质的不均衡对称之中;因为它们在于过度或不足。每一项德性都使具有它者就其固有的受动性质而言处于良好状态;而固有的受动性质就是指,当它们保持均衡对称时身体便得以生成并处于繁盛状态——如热、冷、干、湿等——而当它们不均衡对称时身体便遭毁灭和败坏,在其固有的受动性质中变得更容易受到周围环境和彼此的影响并发生改变。因此,如果身体的诸德性与诸恶德在于以某种方式处于关系之中,而在第五卷中已经证明在关系者中既没有自身的运动,也根本没有任何变化,那么显然也不会有性质变化。因为已经证明,一切变化要么如生成和毁灭那样依实体发生,要么如增加和减少那样依数量发生,要么如性质变化那样依性质发生,要么如位移那样依处所发生。因此,如果身体的德性与恶德作为均衡对称和不均衡对称属于关系者,而关系者不在性质之中,对于不在性质中的事物而言其变化并不依性质变化,那么显然依德性与恶德的变化就不是性质变化。 在证明了德性与恶德以及总体上身体的状态属于关系者之后,他又补充道,关系者既不像加热那样自身就是性质变化,以至于使分有它们的事物发生性质变化。因为我们说被加热或被冷却的事物发生了性质变化,但变成两倍、变成在右边、变成对称、变成相似或变成相等的事物,我们并不说它发生了性质变化。但是,关系者也不像实体那样具有性质变化,以至于我们会说变成关系者并获得对某物的关系的事物在某个时候也发生了性质变化;因为两倍的大小变成相等,并不像被加热者那样发生性质变化。而“作为性质变化存在”与“发生性质变化者”是有区别的,因为性质变化是被发生性质变化者所分有,正如加热被被加热者所分有一样;而发生性质变化者分有了性质变化,从而发生性质变化。因此,他说,关系者既不是性质变化,也不发生性质变化。他在第五卷中证明了依关系者既无生成亦无运动,也根本没有任何变化,这是从某物自身毫无变化、而在另一物发生变化时有时是两倍、有时不是两倍这一事实得出的。因此,从先前所言显然可见,依形状的变化不是性质变化;而从现在所言显然可见,依状态的变化也不是性质变化;由此可见,唯有依所谓受动性质的变化才是性质变化。 在证明了依身体的德性与恶德的变化、以及总体上状态的丧失和获得不是性质变化之后,他紧接着指明了何以依它们变化的事物看似在发生性质变化的原因,并且说,在某些事物发生性质变化时,它们必然生成与毁灭;因为在身体的某些部分被加热和冷却(即发生性质变化)时,健康便生成了。但是,性质变化既不是健康,健康也不是性质变化;相反,发生性质变化者之间的均衡对称作为附带结果随性质变化而产生,健康正是依据这一均衡对称而被观察到的。
- 7.16διαφέρει δὲ τὸ ἀλλοίωσις εἶναι τοῦ ἀλλοιουμένου
主语是带定冠词的不定式短语 τὸ ἀλλοίωσις εἶναι(“作为性质变化存在”),其中谓词名词 ἀλλοίωσις 作主格。τοῦ ἀλλοιουμένου 则是由动词 διαφέρει 所支配的表示比较或区分的属格,在此确立了“性质变化本身”与“发生性质变化的主体”之间的严格区别。
- 7.16ἐκ τοῦ μηδὲν αὐτό τι μεταβάλλον ἀλλοίου τινὸς μεταβάλλοντος ποτὲ μὲν διπλάσιον εἶναι, ποτὲ δὲ οὔ
该结构的核心是由前置词短语 ἐκ τοῦ 所支配的带不定式 εἶναι 的句式。εἶναι 的逻辑主语是不定代词 τι(由强调用法的 αὐτό 修饰),并由带副词性宾格 μηδέν 的分词 μεταβάλλον(“其自身毫无变化”)修饰。其间插入了独立属格结构 ἀλλοίου τινὸς μεταβάλλοντος(“在另一物发生变化时”),从而鲜明地指明了关系者完全是由外在变化所导致的生成与消灭。
