- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1066.1-1067.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘提出了关于把德性与恶德称为灵魂的生成与毁灭、以及把状态比作房屋诸部分的疑难,并通过论证德性是使实体能够进行合自然活动的最主要部分,辩护了亚里士多德的论证。
ὁμοίως δὲ καὶ ἡ εἰς τὴν ἀρετὴν μεταβολὴ τελείωσίς ἐστιν· ἡ δὲ τελείωσις εἰς γένεσιν συντελεῖ. Ἀλλὰ ζητήσοι ἄν τις οἶμαι, πῶς τὴν ἀρετὴν καὶ τὴν κακίαν γένεσιν καὶ φθορὰν τῆς ψυχῆς δυνατὸν λέγειν, ἥπερ ἔχουσα τὸ εἶδος τῆς ἀνθρωπίνης ψυχῆς καὶ ὑπομένουσα ἐν τῷ αὐτῷ ποτὲ μὲν ἀρετοῦται ποτὲ δὲ κακύνεται· διόπερ ὁ αὐτὸς ποτὲ μὲν φαῦλος ποτὲ δὲ σπουδαῖος γίνεται. πῶς δὲ ὁμοία ἡ τῆς ἀρετῆς πρόσληψις τῇ τοῦ κεράμου ἢ τοῦ περιβόλου; ταῦτα μὲν γὰρ μέρη τῆς οἰκίας ἐστὶ καὶ οὐχ ἕξεις· ἐκεῖνα δὲ οὐ μέρη· εἰ γὰρ μέρος ἦν ἡ ἀρετὴ τῆς ψυχῆς, ἀπολώλει ἂν ἡ τὴν ἀρετὴν ἀποβαλοῦσα. ὅλως δὲ διττὴ ἡ τελειότης, ἡ μὲν τῆς οὐσίας αὐτῆς οὖσα, καθ’ ἣν πρώτοις καὶ μέσοις καὶ ἐσχάτοις ἑαυτῆς μέρεσι συμπεπλήρωται οὐκ οὖσα ἕξις αὐτή (τί γὰρ ἂν ἦν τὸ ἔχον μήπω τοῦ εἴδους ὄντος χωρὶς τῆς τοιαύτης τελειότητος;), ἡ δὲ κατὰ τὴν ἀρετὴν καὶ τὴν κακίαν καὶ ὅλως κατὰ τὴν ἕξιν ἐπείσακτός ἐστι τῷ ὅλῳ εἴδει καὶ ἐπισυμβαίνουσα· καὶ γὰρ γίνονται καὶ ἀπογίνονται αὗται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. πῶς οὖν εἰς παράδειγμα τῆς ἕξεως τὴν κατὰ τὰ μέρη τελειότητα παρέθετο ὡς ἐπὶ τῆς οἰκίας; μήποτε οὖν1 ἕκαστον εἶδος κατὰ φύσιν ἔχον οὐ μόνον τῇ τῶν μερῶν τῶν οἰκείων τελειότητι συμπεπλήρωται, ἀλλὰ καὶ τῇ οἰκείᾳ ἀρετῇ· τὸ γὰρ κατὰ φύσιν ἔχειν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὴν οἰκείαν ἔχειν ἀρετήν, ὥστε τὰς κατὰ φύσιν ἐνεργείας ἀποτελεῖν. καὶ διὰ τοῦτο ὁ Ἀριστοτέλης ἀπὸ τοῦ κατὰ φύσιν τὴν τελειότητα συνελογίσατο. ὥσπερ οὖν τὸ νοσοῦν σῶμα οὐκ ἂν εἴη τέλειον, ὅτι μὴ δύναται τὰς κατὰ φύσιν ἐνεργείας ἀποδιδόναι, κἂν πάντα ἔχῃ τὰ σωματικὰ μέρη (νεκρὰ γὰρ αὐτὰ ἔχει τοῦ κατὰ φύσιν ἐστερημένα καὶ τῷ νεκρῷ προσέοικεν), οὕτω καὶ ἡ λογικὴ ψυχὴ τὴν κατὰ φύσιν αὐτῇ προσήκουσαν ἀρετὴν ἀποβαλοῦσα καὶ μὴ δυναμένη τὰς κατὰ φύσιν αὐτῇ προσηκούσας ἐνεργείας ἀποτελεῖν οὐ ψυχὴ κυρίως οὐδὲ ζωὴ λογικὴ κατὰ φύσιν ἔχουσα, ἀλλὰ νενεκρωμένη τίς ἐστιν. ὡς μέρος οὖν τὸ κυριώτατον τῆς ὅλης ἑκάστου οὐσίας τὴν κατὰ φύσιν αὐτῷ προσήκουσαν ἀρετὴν προσλογιστέον, ἧς χωρὶς νεκρὸν τὸ λοιπόν ἐστι καὶ ὁμωνύμως λεγόμενον. δηλοῖ δὲ τὸ τὰς οἰκείας ἐνεργείας τοῦ εἴδους μὴ ἀποδιδόναι.2 καλῶς οὖν ὁ Ἀριστοτέλης τοῖς μέρεσι τῆς οἰκίας τὴν κατὰ τὴν ἕξιν τελειότητα ὡς μέρος οὖσαν τὸ κυριώτατον παρέβαλεν. οὐδὲ γὰρ συμβεβηκός ἐστι κατὰ ἀλήθειαν ἡ ἕξις καὶ ἡ ἀρετή (φθείρει γὰρ τὸ ὑποκείμενον ἀποχωροῦσα), ὥσπερ οὐδὲ ἡ ψυχὴ συμβεβηκὸς τῷ ἐμψύχῳ σώματι.
同样,变入德性也是完成,而完成促进了生成。但我认为,有人可能会探究,怎么能够把德性与恶德称为灵魂的生成与毁灭呢?因为灵魂保有属人灵魂的形相且保持在同一状态中,有时具有德性,有时则陷入恶德;正因如此,同一人有时变得卑劣,有时变得卓越。而且,获得德性怎么会类似于获得瓦片或围墙呢?因为这些是房屋的部分而不是状态,而那些则不是部分;因为如果德性是灵魂的部分,那么丧失了德性的灵魂就应当已经毁灭了。总体而言,完善性是双重的:一种属于实体自身,依此实体由自身的第一、中间和最后的诸部分所充实,其本身并不是状态(因为没有这种完善性时形相尚不存在,拥有它者又会是什么呢?);而另一种则是依德性与恶德、总体上依状态而言的,对于整个形相而言是外加的并且是附带发生的;因为这些可以在基底物不毁灭的情况下生成与丧失。那么,他怎么会把依部分的完善性作为状态的例子援引出来,就如同在房屋的情形中那样呢?或许是因为,处于合自然状态的每一物种,不仅由其固有部分的完善性所充实,而且也由其固有的德性所充实;因为处于合自然状态无非就是拥有固有的德性,从而实现合自然的活动。正因如此,亚里士多德从合自然的状态推导出了完善性。正如患病的身体即使拥有所有的身体部分,也绝不会是完善的,因为它不能提供合自然的活动(因为由于被剥夺了合自然之物,它拥有这些部分如同死物,并且类似于尸体),同样,理性灵魂在丧失了依自然属于它的固有德性、且不能完成依自然属于它的固有活动时,也并非严格意义上的灵魂,亦非处于合自然状态的理性生命,而是某种已变得僵死之物。因此,应当将依自然属于它的固有德性算作每一事物整个实体的最主要的部分,若没有这一部分,其余者便是死物且仅仅在同名异义的意义上被言说。而它不能提供物种固有的活动这一事实明确表明了这一点。因此,亚里士多德妥当地将依状态的完善性比作房屋的诸部分,将其视为最主要的部分。因为在真相上,状态和德性并不是偶性(因为当〔状态和德性〕离去时,会毁灭基底物),正如灵魂也不是具有灵魂的身体的偶性一样。
- 7.15μήποτε οὖν
此处的 μήποτε 并非用作疑问词,而是作为引入审慎、推测性断言的习惯用法(“或许……”),用以引出注解者对前面所提疑难的解答。
- 7.15δηλοῖ δὲ τὸ τὰς οἰκείας ἐνεργείας τοῦ εἴδους μὴ ἀποδιδόναι
带冠词的不定式短语 τὸ ... μὴ ἀποδιδόναι 作 δηλοῖ 的主语,表明前一命题(即没有它,其余部分便是死物且仅为同名异义)是由其余部分无法提供物种固有的活动这一事实所证实的。
