← 辛普里丘

亚里士多德《物理学》注释

§1064.8-1066.1

实体生成与状态获得并非质变

辛普利丘注解了亚里士多德《物理学》第七卷第三章(246a4–246a10),论证了实体的生成虽伴随基底质料的质变,但生成本身绝非质变;并且变入德性或健康等状态(hexis)的变化乃是带来完善的生成,同样不是质变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14

" Ἔτι δὲ καὶ εἰπεῖν οὕτως ἄτοπον ἕως τοῦ οὐδὲ ἡ γένεσις αὐτῶν ἀλλοίωσίς ἐστιν." Δείξας μὴ ὁμοίως λέγεσθαι ἐπὶ τῶν κατὰ τὸ σχῆμα μεταβολῶν τό τε ὑποκείμενον καὶ τὸ ἐσχηματισμένον, καὶ ταύτῃ τοῖς γινομένοις ἐξομοιώσας τὰ σχηματιζόμενα, ἐπὶ τῆς γενέσεως δείκνυσιν ὅτι μὴ ἔστιν ἡ γένεσις ἀλλοίωσις, ὡς ἔχων λοιπὸν ὅτι οὐδὲ ἡ μετασχημάτισις ἀλλοίωσίς ἐστιν.1 ἄτοπον γάρ φησιν τὸν γεγονότα ἄνθρωπον, ἢ τὴν γεγονυῖαν οἰκίαν ἠλλοιῶσθαι λέγειν· ἄλλα γάρ τινα καὶ οὐκ ἀλλοῖα γέγονε·2 κατ’ οὐσίαν γὰρ ἀλλ’ οὐ κατά τι συμβεβηκὸς αὐτοῖς ἡ μεταβολὴ γέγονε. τὸ μὲν γὰρ ἀλλοιούμενον καὶ μένον ὅπερ ἦν καὶ μετὰ τὸ ἠλλοιῶσθαι οὕτως ἀλλοιοῦται, τὸ δὲ γινόμενον μήπω ὂν γίνεται. οὔτε γὰρ ὁ ἄνθρωπος ἦν πω οὔτε ἡ οἰκία· ὃ δὲ ἠλλοιοῦτο, τοῦτο καὶ ἠλλοίωται. εἰπὼν δὲ ἄτοπον εἶναι τὸ γεγονὸς ἠλλοιῶσθαι λέγειν, ἐπειδὴ φαίνεται ἀλλοίωσις ἐν τῇ γενέσει, καὶ οὐδ’ ἂν γένοιτό τι μὴ οὔσης ἀλλοιώσεως, διορίζει τοῦτο καλῶς λέγων γίνεσθαι μὲν ἕκαστον τῶν γινομένων ἀλλοιουμένης τῆς ὑποκειμένης ὕλης· μένουσα γὰρ ἐκείνη ὅπερ ἐστὶν ὑπομένει τὰς μεταβολάς, οὐ μὴν ἡ γένεσις τοῦ γινομένου ἀλλοίωσίς ἐστιν· οὐ γὰρ ἂν ἀλλοιοῖτο τὸ μήπω ὄν· τὸ γὰρ γινόμενον οὔπω ἔστιν.

“此外,这样说也是荒谬的,直至:它们的生成也不是质变。” 在指明了在依形状的变化中基底物与被赋形者并不以同样的方式被言说,并在这方面把被赋形者比作生成者之后,他在生成的情形中指明了生成不是质变,因为他由此便确立了变形也不是质变。因为他说,说已生成的人或已生成的房屋受了质变是荒谬的;因为它们成为了某种别的事物,而不是具有不同性质的事物;因为对它们而言变化是依实体发生的,而不是依某种偶性发生的。因为受质变者即使在受质变之后也依然保持其先前所是,而以此方式受质变,生成者则是在尚未存在时生成。因为人先前既不存在,房屋先前也不存在;但先前受质变者,正是这同一者受了质变。在说过把已生成者说成受了质变是荒谬的之后,由于在生成中显然存在质变,并且若无质变则没有任何事物能够生成,他便妥当地规定了这一点,说生成者中的每一者固然是在基底质料受质变时生成的——因为质料保持其所是而承受诸变化——但生成者的生成终究不是质变;因为尚未存在之物不可能受质变;因为正在生成者尚不存在。

§7.15#1

"Ἀλλὰ μὴν οὔτε αἱ ἕξεις οὔτε αἱ τοῦ σώματος ἕως τοῦ ὥστε οὐκ ἀλλοιώσεις." Δείξας ὅτι ἡ κατὰ τὸ σχῆμα καὶ τὴν μορφὴν μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις, ἀλλὰ γένεσις μᾶλλον, δείκνυσιν ὅτι οὐδὲ ἡ κατὰ τὴν ἕξιν μεταβολή, ἥτις ἦν τὸ πρῶτον εἶδος τῆς ποιότητος, οὐδὲ αὕτη ἀλλοίωσίς ἐστιν, ἀλλὰ γένεσις μᾶλλον. διαιρεῖ δὲ τὰς ἕξεις εἴς τε τὰς ψυχικὰς ὡς ἀρετὴν καὶ κακίαν καὶ εἰς τὰς σωματικὰς ὡς ὑγείαν καὶ νόσον, ὧν οὐδεμία αἰσθητή ἐστιν, ἵνα καὶ ταύτας δείξας μὴ οὔσας ἀλλοιώσεις κρατύνῃ τὸ τὰς ἀλλοιώσεις κατὰ τὰς παθητικὰς καὶ αἰσθητὰς ποιότητας γίνεσθαι μόνας, ὅπερ ἦν τὸ προκείμενον. οὐδὲ αἱ ἕξεις δέ φησιν ἀλλοιώσεις εἰσί, τουτέστιν αἱ κατὰ τὰς ἕξεις μεταβολαί. ἢ ὅτι οὐ δι’ ἀλλοιώσεως αἱ ἕξεις παραγίνονται. ὅτι δὲ οὐκ εἰσὶν ἀλλοιώσεις, δείκνυσιν εἰς ἀρετὴν καὶ κακίαν πάσας ἀναγαγών· καὶ γὰρ καὶ ὑγεία καὶ νόσος ἀρετὴ καὶ κακία σώματός εἰσιν. εἰ οὖν τὸ εἰς τὴν ἀρετὴν τὴν ἑαυτοῦ μεταβάλλον εἰς τὸ κατὰ φύσιν τὸ ἑαυτοῦ μεταβάλλει, τὸ δὲ εἰς τὸ κατὰ φύσιν τὸ ἑαυτοῦ μεταβάλλον τὴν τελειότητα τότε τὴν οἰκείαν ἀπολαμβάνει, ὅτε δὲ τὴν τελειότητα τὴν οἰκείαν ἕκαστον ἀπολάβοι, τότε ἐστὶν ὅπερ ἐστίν, ὅτε δὲ εἰς τοῦτο προέλθοι τὸ εἶναι ὅπερ ἐστί, τότε γέγονεν ἀλλ’ οὐκ ἠλλοίωται, καὶ τὸ συμπέρασμα δῆλον. αὐτὸς δὲ συμπέρασμα εἰπὼν τὸ3 ‘ὅταν λάβῃ τὴν ἑαυτοῦ ἀρετήν, τότε μάλιστα κατὰ φύσιν ἐστίν. ὅτε δὲ μάλιστα κατὰ φύσιν ἐστί, τότε λέγεται τέλειον ἕκαστον. τὸ δὲ τὴν τελειότητα τὴν ἑαυτοῦ ἀπολαμβάνον οὐκ ἂν λέγοιτο ἀλλοιοῦσθαι· οὐδὲ γὰρ ὁ κεραμούμενος οἶκος ἀλλοιοῦσθαι λέγεται, ἀλλὰ γίνεσθαι μᾶλλον. ὥσπερ δὲ ἡ εἰς τὴν ἀρετὴν τὴν οἰκείαν ἑκάστου μεταβολὴ γένεσίς τίς ἐστιν αὐτοῦ, οὕτω καὶ ἡ εἰς τὴν οἰκείαν κακίαν φθορά’. θαυμαστῶς δὲ τὸ τοῦ κύκλου παράδειγμα παρέθετο δηλῶν ὅτι ὥσπερ λέγονται μέν τινες κύκλοι, οὐ μέντοι εἰσὶ κύκλοι, ἂν μὴ τὸ τέλειον ἔχωσιν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν ἁπάντων οὐκ ἔστι κυρίως τοῦτο ὃ λέγεται τὸ μὴ ἔχον τὴν ἑαυτοῦ τελειότητα. οὐδὲ γὰρ ἐπιδέχεται τὸν τοῦ εἴδους ὁρισμὸν τὸ ἀτελὲς κατὰ τὸ εἶδος. εἰ δέ εἰσιν αἱ μὲν εἰς τὰς ἀρετὰς μεταβολαὶ τελειώσεις, αἱ δὲ εἰς τὰς κακίας φθοραὶ καὶ ἐκστάσεις τῆς τελειότητος, γενέσεις ἂν εἶεν μᾶλλον καὶ φθοραὶ αἱ εἰς τὰς ἕξεις μεταβολαί, ἀλλ’ οὐκ ἀλλοιώσεις. ἄτοπον γὰρ τὴν τοῦ θριγκοῦ περιβολὴν ἢ τὴν τοῦ κεράμου ἐπίθεσιν ἀλλοίωσιν λέγειν τῆς οἰκίας τῆς μηδέπω οὔσης ἀλλ’ ἔτι γινομένης.

“然而状态既不是,身体的状态也不是,直至:因此不是质变。” 在指明了依形状和形态的变化不是质变而是生成之后,他指明了依状态——这曾是性质的第一个种——的变化,这也不是质变而是生成。他把状态区分为灵魂的状态(如德性与恶德)以及身体的状态(如健康与疾病),其中没有一种是可感觉的,以便通过指明这些也不是质变,来巩固所提出的论题,即质变仅仅依受动性且可感觉的性质发生。他说状态也不是质变,也就是依状态的变化不是质变。抑或是说,状态并不是通过质变而产生的。至于它们不是质变,他是通过把它们全部归结为德性与恶德来指明的;因为健康与疾病也确实是身体的德性与恶德。因此,如果变入自身德性者是变入自身的合自然状态,而变入自身的合自然状态者便在那时获得了其固有的完善,并且当每一事物获得其固有的完善时它才是其所是,而当它前进到是其所是的存在状态时它便是生成了而不是受了质变,那么结论就是显然的。他自己则把以下内容作为结论陈述出来:“当它获得自身的德性时,那时它最合乎自然。而当它最合乎自然时,每一事物那时便被称为完善的。但获得自身完善之物不会被说成受质变;因为甚至被铺设瓦片的房屋也不会被说成受质变,而毋宁说是生成。正如变入每一事物固有的德性是它的一种生成,变入固有的恶德同样也是毁灭。”他以令人惊叹的方式援引了圆的例子,表明正如某些圆虽然被称为圆,但如果不具有完善性就终究不是圆一样,在所有其他种的情形中,不具有自身完善性之物也并非严格意义上的它被说成的那种事物。因为就该种而言不完善之物甚至不接纳该种的定义。而如果变入德性是完成,变入恶德是完善性的毁灭与逸出,那么变入状态的变化毋宁是生成与毁灭,而不是质变。因为对于尚不存在而仍在生成之中的房屋而言,把环筑檐顶或铺设瓦片说成是它的质变是荒谬的。

语法注3 条
  1. 7.14ὡς ἔχων λοιπὸν ὅτι οὐδὲ ἡ μετασχημάτισις ἀλλοίωσίς ἐστιν

    连词 ὡς 连带分词 ἔχων 表述主句主语(亚里士多德)的主观理据或预设判断(“仿佛由此便已确立……”)。λοιπόν 作副词性用法,意为“作为必然推论”或“已然确立”。

  2. 7.14ἄλλα γάρ τινα καὶ οὐκ ἀλλοῖα γέγονε

    基于 ἄλλα(“别的事物”,指实体上的差异)与 ἀλλοῖα(“具不同性质的事物”,指性质上的差异或质变)词根涵义的对比。主语承前文的“人”与“房屋”,从词义上明确区分实体的生成(γένεσις)与性质的变化(ἀλλοίωσις)。

  3. 7.15αὐτὸς δὲ συμπέρασμα εἰπὼν τὸ

    中性冠词 τὸ 将后文整段引文(ὅταν λάβῃ ... κακίαν φθορά)名词化,作为分词 εἰπών 的直接宾语。αὐτός 指亚里士多德;在辛普利丘于前句自行梳理推论后,以此句引出亚里士多德本人的结论原文。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1064.8-1066.1