- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1062.28-1064.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了依受动性质的质变中基底物仍保留原名并可进行换位,而在赋形中名称不再保留因而更接近生成,并审视了变形与生成的关联以及表层质变与根本转化的界限。
τὸ δὲ ἠλλοιωμένον καὶ θερμὸν ἢ ψυχρὸν γεγονὸς ἤ τινα τοιαύτην ἠλλαχὸς ποιότητα, ἔτι τῷ αὐτῷ ὀνόματι καλεῖται· εἴτε χαλκὸς εἴτε ξύλον εἴη τὸ θερμαινόμενον ἢ ψυχόμενον ἢ λευκαινόμενον ἢ μελαινόμενον ἤ τι τοιοῦτον πάσχον μένει χαλκὸς καὶ ξύλον λεγόμενον καὶ μετὰ τὸ πάθος· χαλκὸς γὰρ ὑγρὸς ἢ σκληρὸς καὶ ξύλον λέγεται. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀντιστρόφως τὸ ὑγρὸν τόδε χαλκὸν λέγομεν, ἂν τύχῃ κεχυμένος, καὶ τὸ θερμὸν ξύλον. ὥστε ὅθεν ἂν ἀρχοίμεθα, τὸ ἠλλοιωμένον ταὐτὸν εἶναι λέγεται, ὅπερ καὶ πρότερον ἦν. προσέθηκε δὲ τὴν ἀντιστροφήν, ἵνα κἂν βιάζοιτό τις ἐπὶ τῶν ἐσχηματισμένων ἀπὸ τοῦ ὑποκειμένου ἀρχόμενος, τῷ 〈τῷ〉 αὐτῷ καλεῖν ὀνόματι, οἷον ὁ κηρὸς τρίγωνόν ἐστιν ἢ ὁ χαλκὸς κύκλος, μηκέτι δύναιτο τὸ αὐτὸ φυλάττειν ὄνομα ἀρχόμενος ἀπὸ τοῦ σχήματος.1 οὐ γὰρ δυνατὸν λέγειν τὸ τρίγωνον κηρὸν ἢ τὸν ἀνδριάντα χαλκόν. ὁμωνύμως δὲ τῷ πάθει προσαγορεύειν τὴν ὕλην φησίν, ὅτι ὑγρὸν καὶ τὸ πάθος λέγομεν καὶ τὸν χαλκὸν καὶ θερμὸν τὸ πάθος καὶ τὸ ξύλον. κατασκευάσας δὲ διὰ πλειόνων τὰς προτάσεις εἶτα συνηρημένως αὐτὰς ἐκθέμενος, καὶ πρώτην τὴν ἐλάττονα, ὅταν λέγῃ ὥστε εἰ κατὰ μὲν τὸ σχῆμα καὶ τὰ ἑξῆς, εἶτα τὴν μείζονα, ὅταν λέγῃ κατὰ δὲ τὰ πάθη καὶ τὰς ἀλλοιώσεις λέγεται, οὕτως ἐπιφέρει τὸ συμπέρασμα. Καὶ ἦν μὲν τὸ προκείμενον εἰπεῖν, ὅτι αἱ σχηματίσεις οὐκ εἰσὶν ἀλλοιώσεις, ὁ δὲ ἐπήγαγεν ὅτι αἱ γενέσεις οὐκ εἰσὶν ἀλλοιώσεις δεικνύς, ὅθεν ἔχει τὴν ἰσχὺν ὁ λόγος, ὅτι ἐκ τοῦ τὰς μετασχηματίσεις γενέσεις ἤδη τινὰς εἶναι. δέδεικται δὲ ἐν τῷ πέμπτῳ βιβλίῳ, ὅτι αἱ γενέσεις οὐκ εἰσὶ κινήσεις, ὥστε οὐδὲ ἀλλοιώσεις. αἱ γὰρ ἀλλοιώσεις κινήσεις τινές εἰσιν. ὑπομιμνήσκει οὖν ἡμᾶς τῶν ἐκεῖ δειχθέντων, εἰ γὰρ τὸ μὲν ἀλλοιούμενον μένον ὅπερ ἐστὶν ἀλλοιοῦται, ὡς δηλοῖ καὶ ὄνομα τὸ αὐτὸ φυλάττον, τὸ δὲ γινόμενον οὐ μένον ὅπερ ἦν μεταβάλλει. ἀλλ’ οὐδὲ τὸ σχηματιζόμενον μένει τελείως ὅπερ ἦν, ὡς δηλοῖ τὸ μὴ καλεῖσθαι τῷ αὐτῷ ὀνόματι, κἂν μὴ τελέως γινόμενον ᾖ. μέσην μὲν γὰρ ἔοικεν ἔχειν τινὰ φύσιν τὸ σχηματιζόμενον τῶν τε γινομένων καὶ τῶν ἀλλοιουμένων, πρὸς δὲ τὸ γινόμενον αὐτῷ δοκεῖ μᾶλλον ἀποκλίνειν, διότι μηδὲ τῷ αὐτῷ καλεῖται ὀνόματι, ὅπερ τοῖς γινομένοις ὑπάρχει. τὸ μέντοι παρωνυμιάζεσθαι δηλοῖ τὸ ἀποχωρεῖν αὐτὸ τῶν τελέως γινομένων. ἀπορήσοι δὲ ἄν τις ἴσως, μήποτε μᾶλλον δράττονται τοῦ ὑποκειμένου αἱ παθητικαὶ ποιότητες καὶ μᾶλλον μεταβάλλουσιν αὐτὸ διὰ βάθους χωροῦσαι ἤπερ τὸ σχῆμα τὴν ἐπιφάνειαν μόνην διατιθέν, ἢ κἂν διὰ βάθους πως χωρῶσιν αἱ παθητικαὶ ποιότητες, ἀλλ’ ἐπεισοδιώδεις εἰσὶ2 καὶ συμβεβηκότα παράχρωσίν τινα ἀμυδρὰν καὶ εὐαπόβλητον ποιοῦσαι· κατὰ γὰρ τὰς τοιαύτας ἡ ἀλλοίωσις γίνεται· ἀλλοιοῦται γοῦν ὁ σίδηρος ἐπιπολαίως θερμαινόμενος, ἐὰν δὲ πυρακτωθῇ, οὐκέτι ἀλλοίωσις τοῦτο, ἀλλ’ εἰς ἕτερον εἶδος μετάβασις. τοιγαροῦν καὶ ἐνεργείας ἔχει τότε πυρίους.
然而,受质变者在变热或变冷、或改变了某种此类性质之后,仍被冠以相同的名称;无论被加热、冷却、变白、变黑、或遭受任何此类受动的是青铜还是木材,它在受动之后仍继续被称为青铜和木材;因为被称为流动的或坚硬的青铜,以及木材。不仅如此,而且反过来,我们称这流动之物为青铜(若恰好熔化的话),称这热之物为木材。因此,无论我们从哪一方开始,受质变者都被说成是它先前所是的同一事物。他之所以补充了换位,是为了使人即便在已被赋形的事物上从基底物出发,强行用相同的名称来称呼它——例如说“蜡是三角形”或“青铜是圆”——在从形状出发时也不再能够保留相同的名称。因为不可能称三角形为蜡,或称铜像为青铜。他说人们用与受动同名的名称指称质料,是因为我们既称受动为“流动的”,也称青铜为“流动的”,既称受动为“热的”,也称木材为“热的”。在通过诸多论据确立了诸前提之后,他接着概括地阐述了它们:当他说“因此如果依形状……”等语时首先提出小前提,然后当他说“而依受动和质变则被说成……”时提出大前提,并由此得出结论。虽然原先提出的课题是说明赋形不是质变,但他却推论出生成不是质变,以此指明该论证的力量来自何处:即来自变形已经是一种生成这一事实。而在第五卷中已经证明,生成不是运动,从而也不是质变;因为质变是某种运动。因此他提醒我们注意在那里证明过的事情:因为受质变者是在保持其所是的状态下受质变的,正如它保留相同的名称也表明了这一点;而生成者则不是在保持先前所是的状态下发生变化的。但是,被赋形者也没有完全保持先前所是,正如未被冠以相同名称所表明的那样,即使它并非完全是生成者。因为被赋形者似乎在生成者与受质变者之间具有某种中间的本性,但由于甚至未被冠以相同的名称——这属于生成者的特征——在他看来它似乎更倾向于生成者。然而,被派生地命名这一事实表明它有别于完全的生成者。但有人或许会提出疑难:受动性质深入内部,难道不是比仅仅规定表面的形状更牢固地把握了基底物,并更强烈地改变了它吗?抑或,即使受动性质在某种程度上深入内部,它们终究只是偶然插曲性的,是造成微弱且易于消除的着色的偶性而已?因为质变正是依此类性质发生的;至少铁在表面受热时是受质变,但若被烧透白热化,这就不再是质变,而是向另一种类的过渡。因此在那个时候它也拥有火一般的活动。
- 7.13προσέθηκε δὲ τὴν ἀντιστροφήν, ἵνα κἂν βιάζοιτό τις ἐπὶ τῶν ἐσχηματισμένων ἀπὸ τοῦ ὑποκειμένου ἀρχόμενος, τῷ 〈τῷ〉 αὐτῷ καλεῖν ὀνόματι, οἷον ὁ κηρὸς τρίγωνόν ἐστιν ἢ ὁ χαλκὸς κύκλος, μηκέτι δύναιτο τὸ αὐτὸ φυλάττειν ὄνομα ἀρχόμενος ἀπὸ τοῦ σχήματος.
在由 ἵνα 引导的目的从句中,嵌入了一个让步性的潜在条件句 κἂν βιάζοιτο(κἂν = καὶ ἄν 搭配希求语气),依附于从句的主动词 δύναιτο(希求语气)。带冠词不定式 τῷ 〈τῷ〉 αὐτῷ καλεῖν ὀνόματι 用作方式或手段与格,表示“通过以相同的名称称呼它[来强词夺理]”。
- 7.13ἀπορήσοι δὲ ἄν τις ἴσως, μήποτε μᾶλλον δράττονται τοῦ ὑποκειμένου αἱ παθητικαὶ ποιότητες [...] ἢ κἂν διὰ βάθους πως χωρῶσιν αἱ παθητικαὶ ποιότητες, ἀλλ’ ἐπεισοδιώδεις εἰσὶ
由潜在希求语气 ἀπορήσοι ἄν 引出的间接疑难/悬揣从句。μήποτε 提出试探性的疑问(“是否……并非”),随后的 ἢ 引出另一选择项(“抑或……”)。其中 ἢ κἂν... ἀλλʼ... 构成对照结构,意为“抑或即使……终究只是……”。
