← 辛普里丘

亚里士多德《物理学》注释

§1061.5-1062.28

生长减损中的接触与形状变化之非质变性

论证了在生长与减损中近取推动者与被推动者之间也没有中间物,从而就所有运动种类得出二者直接接触的总结论。随后开始论证质变仅依受动性质发生,并通过派生名称的使用证明形状的改变并非质变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.12

" Οὐδὲ μὴν τοῦ αὐξανομένου τε καὶ αὔξοντος ἕως τοῦ οὐδέν ἐστιν ἀνὰ μέσον." Μετὰ τὰ κατὰ ἀλλοίωσιν κινοῦντα καὶ κινούμενα δείκνυσιν, ὅτι καὶ τοῦ αὔξοντος καὶ αὐξομένου προσεχῶς οὐδέν ἐστιν ἀνὰ μέσον οὐδὲ τοῦ μειοῦντος καὶ τοῦ μειουμένου. καὶ ἔστι ταῦτα ἐναργέστερα, εἴπερ τὸ προσεχῶς αὖξον προστιθέμενον τῷ αὐξομένῳ καὶ ἑνούμενον οὕτως αὐτὸ αὔξει καὶ τὸ μειούμενον τῷ ἀπορρεῖν τι αὐτοῦ φθίνει καὶ ἔλαττον γίνεται· τὸ δὲ ἀπορρέον συνεχὲς ἦν πρὸ τοῦ ἀπορρεῦσαι τῷ μειουμένῳ. εἰ οὖν τὸ μὲν αὖξον καὶ τὸ μειοῦν τὸ προστιθέμενόν ἐστι καὶ τὸ ἀπορρέον, ταῦτα δὲ συνεχῆ κυρίως ἦν τῷ αὐξομένῳ καὶ μειουμένῳ, τῶν δὲ συνεχῶν οὐδὲν ἀνὰ μέσον, τοῦ αὔξοντος ἄρα καὶ αὐξομένου καὶ τοῦ μειοῦντος καὶ μειουμένου οὐδέν ἐστιν ἀνὰ μέσον. δείξας δὲ ἰδίᾳ ἐπὶ ἑκάστου τῶν τῆς κινήσεως εἰδῶν καὶ κοινῶς λοιπὸν ἐπὶ πάντων συνεπεράνατο, ὅτι τοῦ κινουμένου καὶ τοῦ κινοῦντος πρώτου καὶ ἐσχάτου πρὸς τὸ κινούμενον οὐδέν ἐστιν ἀνὰ μέσον. τὸ δὲ προσεχῶς κινοῦν καὶ πρῶτον κινοῦν ὡς πρὸς τὸ κινούμενον λέγεται, ὅτι προσεχὲς ἐκείνῳ. καὶ ἔσχατον δὲ πρὸς αὐτὸ λέγεται, ὅτι πάντων τῶν κινούντων ἔσχατόν ἐστι τὸ προσεχὲς τῷ κινουμένῳ.

“而对于生长者与使之生长者[……]直到:中间没有任何东西。” 在讨论了就质变而言推动和被推动的事物之后,他证明在近取使之生长者与生长者之间没有任何中间物,在使之减损者与减损者之间也没有。而这些情形更加显而易见,既然近取使之生长者是通过附加于生长者并与之合一,才这样使之生长;而减损者则是通过从它自身流出某种东西而衰减并变得更小;并且流出的东西在流出之前是与减损者连续的。因此,如果使之生长者和使之减损者就是那附加之物与流出之物,而这些严格说来曾与生长者和减损者连续,并且在连续的事物之间没有任何中间物,那么在使之生长者与生长者之间、在使之减损者与减损者之间,就没有任何中间物。在对运动的各个种类分别加以指明之后,他最终在所有运动上共同得出结论:在被推动者与——相对于被推动者而言最初且最终的——推动者之间没有任何中间物。而近取推动者之所以相对于被推动者被称为最初推动者,是因为它近取于被推动者;它之所以相对于被推动者也被称为最终者,是因为在一切推动者中,近取于被推动者的推动者是最终的。

§7.13#1

"Ὅτι δὲ τὸ ἀλλοιούμενον πᾶν λέγεται ἕως τοῦ φανερὸν ὅτι οὐκ ἂν εἶεν αἱ γενέσεις ἀλλοιώσεις." Δεικνὺς ὅτι ἡ κατ’ ἀλλοίωσιν κίνησις ἅμα ὄντων τοῦ τε ἀλλοιοῦντος καὶ τοῦ ἀλλοιουμένου γίνεται, συνεχρήσατο τῷ τὴν ἀλλοίωσιν κατὰ πάθος γίνεσθαι, πάσχειν δὲ τὰ πάσχοντα ὑπὸ τῶν αἰσθητῶν, ὥστε τὰ ἀλλοιούμενα ὑπὸ τῶν αἰσθητῶν ἀλλοιοῦσθαι· τούτῳ οὖν χρησάμενος τότε νῦν δείκνυσιν αὐτό. ὅτι γὰρ ἐν μόνοις τούτοις, φησί, λέγεται ἀλλοίωσις ὅσα καθ’ αὑτὰ πάσχει ὑπὸ τῶν αἰσθητῶν, καθ’ αὑτὰ μὲν τὰ μὴ κατὰ συμβεβηκὸς πάσχοντα λέγων (ὁ γὰρ Σωκράτης κατὰ συμβεβηκὸς ὁρατός, καθ’ αὑτὸ δὲ τὸ χρῶμα), ὑπὸ τῶν αἰσθητῶν δὲ λέγει τῶν παθητικῶν ποιοτήτων, δῆλόν φησιν ἐκ τοῦ κατὰ μηδεμίαν ἄλλην ποιότητα ἀλλοίωσιν γίνεσθαι. ὅτι μὲν γὰρ κατὰ τὰς παθητικὰς ποιότητας ἀλλοίωσις γίνεται, ἐναργὲς καὶ ὁμολογούμενόν ἐστιν. ὅτι δὲ κατὰ μόνας ταύτας καὶ κατ’ οὐδεμίαν 〈ἑτέραν〉 ποιότητα γίνεται ἀλλοίωσις, τοῦτο οὐκ ὂν ἐναργὲς δείκνυσιν ἐκ τοῦ μήτε τὰς κατὰ τὸ σχῆμα μεταβολὰς μήτε τὰς κατὰ ἕξιν ἀλλοιώσεις εἶναι. ἕξεις δέ εἰσιν αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταὶ καὶ ὑγεῖαι καὶ νόσοι καὶ τὰ τοιαῦτα. εἰπὼν δὲ ἐν τοῖς σχήμασι καὶ μορφαῖς καὶ ταῖς ἕξεσιν ὑπολαβεῖν ἄν τινα εἶναι τὴν ἀλλοίωσιν προσέθηκεν ἢ ταῖς τούτων λήψεσι καὶ ἀποβολαῖς. οὐ γὰρ ταὐτόν ἐστιν τὸ ποιότητα ἔχειν τῷ ἀλλοιοῦσθαι· ἐν γὰρ μεταβολῇ ἡ ἀλλοίωσις. δείκνυσιν οὖν ὅτι οὔτε ἐν τοῖς σχήμασιν ἢ ταῖς ἕξεσιν οὔτε ἐν ταῖς λήψεσιν αὐτῶν καὶ ἀποβολαῖς ἡ ἀλλοίωσίς ἐστι. καὶ πρῶτον ἐπὶ τοῦ σχήματος τὸν λόγον ποιεῖται, δεικνὺς ὅτι μὴ ἔστιν ἀλλοιοῦσθαι τὸ σχηματίζεσθαι ἢ κατὰ σχῆμα μεταβάλλειν. τῶν δὲ ἄλλων μάλιστα ἄν τις ὑπολάβοι, φησί, τὸ σχῆμα καὶ τὴν ἕξιν δέχεσθαι ἀλλοίωσιν, ἤτοι πάντων τῶν ἄλλων λέγων ἢ μᾶλλον τῶν ἐν τῇ ποιότητι.1 ἔστι γάρ τι καὶ ἄλλο ποιότητος εἶδος ἡ δύναμις καὶ ἐπιτηδειότης, καθ’ ἣν πυκτικοὺς ἢ δρομικοὺς λέγομεν. περὶ δὲ τούτου τοῦ εἴδους τὸν λόγον οὐκ ἐποιήσατο τῷ μήτε, εἰ τὰ τοιαῦτα ποιότητές εἰσι, γνώριμον εἶναι τὰς τε λήψεις καὶ ἀποβολὰς αὐτῶν ἔτι μᾶλλον ἀδήλους ὑπάρχειν.2 δείκνυσι δέ, ὅτι οὐκ ἀλλοιοῦται τὸ σχηματιζόμενον, ἐν δευτέρῳ σχήματι συλλογιζόμενος οὕτω· τὸ σχηματιζόμενον, ὅταν ἀπολάβῃ τὸ σχῆμα καὶ τελειωθῇ κατ’ αὐτό, οὐκέτι λέγεται τῷ ὀνόματι ᾧ τὸ ὑποκείμενον καὶ σχηματιζόμενον ἐλέγετο· ὁ γὰρ ἀνδριὰς οὐκέτι λέγεται χαλκός, ἀλλὰ παρωνύμως χαλκοῦς· καὶ ἡ κλίνη οὐ λέγεται ξύλον, ἀλλὰ ξυλίνη· καὶ ἡ ἀπὸ τοῦ κηροῦ πυραμὶς οὐ κηρός, ἀλλὰ κηρίνη.

“而所有受质变者都被说成[……]直到:显然生成不会是质变。” 在证明就质变而言的运动是在引起质变者与受质变者直接接触时发生的过程中,他同时利用了以下论点:即质变是依受动发生的,受动者是受可感觉之物的作用而受动,因此受质变者是受可感觉之物的作用而受质变;当时使用了这一论点之后,他现在证明了它。因为他说,质变只在这些事物中被谈论——即所有自身受可感觉之物作用的事物,他用“自身”指称那些非偶性地受动的事物(因为苏格拉底是偶性地可见的,而颜色是自身可见的),用“可感觉之物”指称受动性质——这一点从质变不依任何其他性质发生这一事实来看是显而易见的。因为依受动性质发生质变是显见且被公认的;但质变仅依这些性质发生,并且不依任何其他性质发生,这并非自明的,而是他通过依形状的变化与依性向的变化都不是质变这一事实所证明的。性向则是诸门知识、诸美德、健康、疾病及此类事物。在说了有人可能会设想质变存在于形状、形态和性向中之后,他又补充道:“或者存在于这些的获得与丧失中。”因为具有某种性质与受质变并非同一回事,因为质变是在变化之中的。因此他证明,质变既不在形状或性向中,也不在它们的获得与丧失中。首先他针对形状进行论述,证明被赋形——即就形状发生变化——并不是受质变。他说,在其他事物中,人们最可能设想形状和性向接受质变,这要么是指所有其他范畴的事物,要么更是指性质内部的其他事物。因为性质还存在另一个种类,即能力和适宜性,依据它们我们称某人善拳击或善奔跑。但关于这个种类他没有进行论述,因为此类事物是否是性质甚至都不明确,而它们的获得与丧失则更是模糊不显。至于被赋形者并不受质变,他通过在第二格中进行如下推论加以证明:被赋形者每当接受了形状并就该形状得以完成时,不再用基底物及被赋形者曾经所用的名称来称呼;因为铜像不再被称为青铜,而是被派生地称为青铜制的;床不再被称为木材,而是被称为木制的;由蜡制成的棱锥不再是蜡,而是蜡制的。

语法注2 条
  1. 7.13τῶν δὲ ἄλλων μάλιστα ἄν τις ὑπολάβοι, φησί, τὸ σχῆμα καὶ τὴν ἕξιν δέχεσθαι ἀλλοίωσιν, ἤτοι πάντων τῶν ἄλλων λέγων ἢ μᾶλλον τῶν ἐν τῇ ποιότητι.

    τῶν δὲ ἄλλων 是表示最高级 μάλιστα 比较范围的属格。注解者对“其他事物”所指的对象给出了两种解释(ἤτοι ... ἢ μᾶλλον):一是性质以外的所有其他范畴(πάντων τῶν ἄλλων),二是性质范畴内部除受动性质之外的其他种类(τῶν ἐν τῇ ποιότητι),并认为后者更为恰当(μᾶλλον)。

  2. 7.13περὶ δὲ τούτου τοῦ εἴδους τὸν λόγον οὐκ ἐποιήσατο τῷ μήτε, εἰ τὰ τοιαῦτα ποιότητές εἰσι, γνώριμον εἶναι τάς τε λήψεις καὶ ἀποβολὰς αὐτῶν ἔτι μᾶλλον ἀδήλους ὑπάρχειν.

    冠词与格 τῷ + 不定词从句表示原因。否定词 μήτε 与连词 τε 构成相关对应(μήτε ... τε),并列连接了两个不定词结构 γνώριμον εἶναι 和 ἀδήλους ὑπάρχειν。前者内部嵌入了间接疑问从句 εἰ τὰ τοιαῦτα ποιότητές εἰσι,整体结构为:“因为此类事物是否是性质甚至都不明确,而它们的获得与丧失则更是模糊不显”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1061.5-1062.28