← 辛普里丘

亚里士多德《物理学》注释

§1059.6-1061.4

感觉与无灵物体质变中的直接接触

辛普里丘探讨了感觉中受动的性质以及有灵物体与无灵物体在质变上的差异,随后通过考察五种感觉与无灵物体的质变,确证了近取引起质变者与受质变者之间均直接接触且无任何中间物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11#2

τί δὲ τὸ πάθος, ἐν τῷ Περὶ αἰσθήσεως λέγει, ὅτι ἀντίληψίς ἐστι τοῦ αἰσθητοῦ εἴδους χωρὶς τῆς ὕλης, ἀντίληψις δὲ οὐ καθαρῶς ἐνεργητική, ὡς ἡ τοῦ νῦν ἔνδοθεν ὅλη οὖσα,1 ἀλλ’ ἔχουσά τι καὶ παθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ. διὸ μετὰ ἀλλοιώσεως γίνεται, καὶ ἀλλοιοῦσθαι λέγονται καὶ αἱ αἰσθήσεις αἱ οὐσιώδεις. Εἰπὼν δὲ πῶς αἱ αἰσθήσεις ἀλλοιοῦνται, ὅτι τῷ ἔχειν τι παθητικὸν αὐτῶν τὴν ἐνέργειαν,2 ἐφεξῆς τὴν διαφορὰν τῆς ἀλλοιώσεως παραδίδωσι τῶν τε ἐμψύχων σωμάτων καὶ τῶν ἀψύχων. καὶ πρῶτον μὲν λέγει ταύτην, ὅτι καθ’ ὅσα μὲν τὰ ἄψυχα σώματα ἀλλοιοῦται, κατὰ ταῦτα καὶ τὰ ἔμψυχα· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται καὶ ὑγραίνεται καὶ ξηραίνεται, καὶ πάσας τὰς τοιαύτας ἀλλοιώσεις ἄμφω ὑφίσταται· οὐ μὴν καθ’ ὅσα τὸ ἔμψυχον ἀλλοιοῦται, κατὰ τοσαῦτα καὶ τὸ ἄψυχον. τὴν γὰρ κατὰ τὰς αἰσθήσεις ἀλλοίωσιν οὐδὲν τῶν ἀψύχων ἀλλοιοῦται. ἔμψυχα δὲ νῦν λέγει κατὰ τὰς αἰσθήσεις ἀλλοιοῦσθαι οὐχὶ πάντα· οὐ γὰρ δὴ καὶ τὰ φυτὰ καίτοι ἔμψυχα ὄντα καὶ αὐτὰ κατὰ τὰς αἰσθήσεις ἀλλοιοῦται, ἀλλὰ τὰ ζῷα λέγει νῦν ἔμψυχα τὰ αἰσθήσει καὶ τῇ κατὰ τόπον κινήσει χαρακτηριζόμενα. δευτέραν δὲ λέγει διαφορὰν τῆς τῶν ἐμψύχων ἀλλοιώσεως πρὸς τὴν τῶν ἀψύχων, ὅτι τὰ μὲν ἄψυχα οὐ γνωρίζει οὐδὲ αἰσθάνεται πάσχοντα οὐδέποτε. τὰ δὲ ἔμψυχα, τοῦτ’ ἔστι τὰ ζῷα ποτὲ μὲν αἰσθάνεται πάσχοντα, ὅταν κατὰ τὰς αἰσθήσεις πάσχῃ, ὥστε ὁρᾶν ἢ ἀκούειν ἢ κατά τινα ἄλλην αἴσθησιν αἰσθάνεσθαι, ποτὲ δέ, κἂν αἰσθητικὰ ᾖ, οὐκ αἰσθάνεται. καὶ γὰρ λευκαίνεται καὶ μελαίνεται τὰ ζῷα καὶ αὔξεται καὶ μειοῦται οὐκ αἰσθανόμενα τούτων. Εἰπὼν δὲ ταύτας τὰς διαφορὰς ἐπάνεισιν ἐπὶ τὸ προκείμενον, ὑπ’ ὄψιν ἄγων τὸ τὰ ὑπὸ τῶν αἰσθητῶν ἀλλοιούμενα ἅμα εἶναι. ἐν ἅπασι, γάρ φησι, φανερόν, ὅτι ἅμα ἐστὶ τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον. καὶ δείκνυσιν αὐτὸ φανερὸν ὂν τῇ παραθέσει τῶν καθ’ ἑκάστην αἴσθησιν ἀλλοιούντων τε καὶ ἀλλοιουμένων. καὶ πρῶτον τῶν κατὰ τὴν ἁφήν. τῷ μὲν γὰρ αἰσθητῷ, φησί, τῷ ἀλλοιοῦντι συνεχής ἐστιν ὁ ἀήρ, τῷ δὲ ἀέρι τὸ σῶμα τὸ ἀλλοιούμενον. εἰ μὲν γὰρ μηδὲν ἦν μεταξὺ τοῦ ἀλλοιουμένου, δῆλον ἄν ἦν τὸ ἐξ ἀρχῆς. καὶ ἐφ’ ὧν δὲ ὁ ἀήρ ἐστι μεταξὺ δείκνυσιν, ὅτι οὗτος ὢν τὸ ἔσχατον καὶ προσεχῶς ἀλλοιοῦν ἅμα ἐστὶ τῷ πρώτως ἀλλοιουμένῳ καὶ συνεχὴς αὐτῷ, συνεχὲς πάλιν τὸ ἁπτόμενον καλέσας. ἐπειδὴ δὲ τὸ ἁπτὸν αἰσθητόν, προστέθεικε καὶ τὴν ἁφήν, ἥτις οὐκ ἔστιν ἐν ἀποκεχωρισμένῳ τινὶ αἰσθητηρίῳ, ἀλλ’ ἐν ὅλῳ τῷ σώματι. διὰ τοῦτο εἶπεν τῷ δὲ ἀέρι τὸ σῶμα· οὕτω γὰρ ψυχρότητος καὶ θερμότητος αἰσθανόμεθα καὶ τῶν τοιούτων, ὅταν μὴ ἀμέσως πελάζῃ τὸ ἀλλοιοῦν, ἀλλὰ διὰ μέσου τοῦ ἀέρος. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὁρατοῦ· τὸ μὲν χρῶμα τὸ ὁρατὸν πελάζει τῷ φωτί, τοῦτ’ ἔστι τῷ πεφωτισμένῳ ἀέρι· ἀδύνατον γὰρ ἄνευ φωτὸς αἰσθέσθαι τινὸς ὁρατοῦ. τὸ δὲ φῶς τῇ ὄψει, τοῦτ’ ἔστι τῷ ὀπτικῷ αἰσθητηρίῳ. τὸ γὰρ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὅπερ προσεχῶς κινεῖ τὴν ὄψιν. τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις τῷ πρώτῳ κινοῦντι πελάζει. πρῶτον δὲ πάλιν κινοῦν τὸ προσεχῶς κινοῦν λέγει, ὃ πρὸ ὀλίγου ἔσχατον ἐκάλει, καὶ τὴν αἰτίαν νῦν προσθεὶς τοῦ πρῶτον αὐτὸ λέγεσθαι·3 πρὸς γὰρ τὸ κινούμενον, φησί, τοῦτο πρῶτον λέγεται ὡς προσεχὲς αὐτῷ. ὅτι δὲ διὰ ἀέρος ἥ τε ἀκοὴ καὶ ἡ ὄσφρησις γίνεται ἐν τοῖς Περὶ ψυχῆς ἀπεδείχθη. ἐπὶ μέντοι τῆς γεύσεως ἅμα τῇ γεύσει ὁ χυμὸς ὁ γευστός, ὡς μὴ δεῖσθαι τῆς διὰ τοῦ μέσου τεχνολογίας. δείξας δὲ ἐπὶ τῶν αἰσθητικῶν ἀλλοιώσεων ἅμα τὸ πρῶτον κινοῦν καὶ τὸ κινούμενον, ὁμοίως φησὶ δειχθήσεσθαι καὶ ἐπὶ τῆς τῶν ἀψύχων ἀλλοιώσεως ἅμα ὂν τὸ πρῶτον καὶ προσεχῶς κινοῦν τῷ κινουμένῳ. οὔτε γὰρ θερμαίνεταί τι ἄψυχον σῶμα οὔτε ψύχεται οὔτε ξηραίνεται οὔτε ὑγραίνεται οὔτε ὅλως πάσχει τι καὶ ἀλλοιοῦται μὴ ἁπτομένου αὐτοῦ τοῦ ἀλλοιοῦντος. εἰ δὲ καὶ ἐπὶ τῶν ἐμψύχων καὶ ἐπὶ τῶν ἀψύχων ἡ ἀλλοίωσις γίνεται, ἅμα ὄντος τοῦ προσεχῶς ἀλλοιοῦντος τῷ ἀλλοιουμένῳ, ἀσφαλὲς καὶ καθόλου λέγειν, ὅτι οὐδέν ἐστι μεταξὺ τοῦ ἀλλοιοῦντος καὶ ἀλλοιουμένου. ἀψύχων δὲ εἰπὼν προσέθηκε καὶ ἀναισθήτων ἢ περὶ τῶν αὐτῶν λέγων (τὰ γὰρ ἄψυχα καὶ ἀναίσθητά ἐστιν), ἢ ἀναίσθητα λέγων τὰ ἐν τοῖς ἐμψύχοις μὴ αἰσθανόμενα μόρια. καὶ τὰ φυτὰ δὲ ἀναίσθητα μέν, οὐκ ἄψυχα δέ.

至于这种受动是什么,他[亚里士多德]在《论感觉》中说,它是无质料地对可感觉形相的领会,并且这种领会并非完全能动的,就像如今〔理智〕完全从内产生的领会那样,而是也具有某种受可感觉之物影响的受动成分。因此它伴随着质变而发生,并且实体的诸感觉也被称为受质变。在说明了诸感觉如何受质变——即因其现实活动具有某种受动成分——之后,他接下来阐明有灵物体与无灵物体的质变之间的区别。首先他陈述了这一点:即在无灵物体受质变的凡所有方面,有灵物体也在这些方面受质变;因为事实上二者都经历冷却、受热、湿润和干燥,并承受所有此类质变;然而并非在有灵物体受质变的凡所有方面,无灵物体也在同样多的方面受质变。因为无灵物体没有任何一个经历依诸感觉而言的质变。但他现在说有灵物体依诸感觉受质变,并非指所有的有灵物体;因为植物尽管也是有灵的,它们自身当然并不依诸感觉受质变,而是他现在将以感觉和就位置的运动为特征的动物称为有灵之物。关于有灵之物的质变相对于无灵之物的第二点区别,他说无灵物体在承受时绝不知晓也不感知。而有灵之物,即动物,有时在承受时能感知到,当它们依诸感觉承受以至于观看、倾听或依某种其他感觉去感知时;但有时即使它们具有感觉能力,也感知不到。因为动物在变白、变黑、生长和减损时,并不能感知到这些。 在阐明了这些区别之后,他回到了所提出的论题,将受可感觉之物所质变者是直接接触的这一事实呈现在眼前。因为他说,在所有情形中,最终引起质变者与最初受质变者直接接触是显而易见的。并且他通过列举依各个感觉引起质变和受质变的事物,指明了这一点的显见性。首先是依触觉而言的事物。因为他说,引起质变的可感觉之物与空气是连续的,而受质变的物体与空气是连续的。因为如果受质变者之间没有任何东西,那么从一开始的事情本就会是显而易见的。而在空气处于中间的情形中,他也指明作为最终且近取引起质变者的空气,与最初受质变者是直接接触且与其连续的,他又将相接触者称为“连续的”。既然可触知之物是可感觉之物,他就还加上了触觉,而触觉并不是在某种被分离的感觉器官中,而是在整个身体中。为此他说“而物体与空气[连续]”;因为当我们不是在引起质变者直接接近、而是通过中间的空气时,我们就是这样感知冷、热及类似性质的。对于可见之物也是类似的情形:可见的颜色接近光,即被照亮的空气;因为没有光,就不可能感知到任何可见之物。而光接近视觉,即视觉器官。因为颜色能推动现实活动中的透明体,而透明体近取地推动视觉。以同样的方式,听觉和嗅觉也都接近最初的推动者。他又将近取推动者称为“最初推动者”,即他不久前称为“最终者”的,并且现在补充了它被称为“最初者”的原因;因为他说,相对于被推动者而言,这作为近取于它的事物被称为最初者。而听觉和嗅觉是通过空气产生的,这在《论灵魂》中得到了证明。然而在味觉的情形中,被尝到的滋味与味觉是直接接触的,以至于不需要通过中间物的说明。在指明了在感觉性质变中最初推动者与被推动者直接接触之后,他说在无灵物体的质变中同样可以证明最初且近取推动者与被推动者直接接触。因为任何无灵物体,若非引起质变者接触它自身,绝不会变热、变冷、变干、变湿,也绝不会总体上受到任何承受和质变。而如果在有灵之物和无灵之物中质变的发生都是由于近取引起质变者与受质变者直接接触,那么普遍地说在引起质变者与受质变者之间没有任何中间物就是确凿的了。他在说了“无灵之物”之后又加上了“和无感觉之物”,要么是指相同的事物(因为无灵之物也是无感觉的),要么是将有灵之物中不具有感觉的部分称为“无感觉之物”。植物虽然无感觉,但并非无灵。

语法注3 条
  1. 7.11ἀντίληψις δὲ οὐ καθαρῶς ἐνεργητική, ὡς ἡ τοῦ νῦν ἔνδοθεν ὅλη οὖσα

    短语 τοῦ νῦν 可能是 τοῦ νοῦ(理智)的异文或讹误。在句法上,保留原文 τοῦ νῦν 时,将其理解为修饰省略的被领会者或领会主体(例如“当下的[认知/理智]”),以与外在感官形相的被动接受相对比。

  2. 7.11τῷ ἔχειν τι παθητικὸν αὐτῶν τὴν ἐνέργειαν

    在带冠词的不定式结构 τῷ ἔχειν 中,τὴν ἐνέργειαν 充当不定式 ἔχειν 的宾格主语,τι παθητικόν 为其直接宾语,αὐτῶν 则是依附于 τὴν ἐνέργειαν 的属格领格,表示原因(“因其现实活动具有某种受动成分”)。

  3. 7.11καὶ τὴν αἰτίαν νῦν προσθεὶς τοῦ πρῶτον αὐτὸ λέγεσθαι

    分词 προσθείς 与主要动词 λέγει 在结构上形成松散的连带关系(轻微的破格),表示伴随情况(“现在补充了它被称为‘最初者’的原因”)。带冠词的不定式 τοῦ ... λέγεσθαι 是依赖于 τὴν αἰτίαν 的说明性/同位属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1059.6-1061.4