← 辛普里丘

亚里士多德《物理学》注释

§1057.7-1059.6

质变中引起质变者与受质变者的直接性

辛普利丘注解了亚里士多德在《物理学》第七卷中关于依受动性质而发生之质变的讨论,阐明通过归纳法可以表明在最终引起质变者与最初受质变者之间没有任何中间物,并解释了物体直接接触的必然性以及有灵、无灵物体与感觉自身经历质变的方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11#1

" Ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος ἕως τοῦ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος." Μετὰ τὰ κατὰ τόπον κινοῦντα καὶ κινούμενα καί, εἴπερ ἄρα, μετὰ τὰ κατὰ εἶδος περὶ τοῦ ἀλλοιουμένου καὶ ἀλλοιοῦντος προτίθεται εἰπεῖν, ὅτι καὶ ἐπὶ τούτων οὐδέν ἐστι μεταξύ, ὅπερ διὰ τῆς ἐπαγωγῆς γνώριμον εἶναί φησιν· ἐν πάσῃ γὰρ ἀλλοιώσει ἅμα εὑρίσκεται τό τε ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον. λέγει δὲ ἔσχατον ἀλλοιοῦν, ὃ μέχρι νῦν πρῶτον ἐκάλει τὸ προσεχῶς κινοῦν καὶ μεταβάλλον. τοῦτο δὲ πῇ μὲν πρῶτόν ἐστιν ὡς προσεχὲς τῷ κινουμένῳ, πῇ δὲ ἔσχατον ὡς ἔσχατον τῶν κινούντων, ὅταν διὰ μέσων τινῶν κινῇ τὸ πρώτως καὶ κυρίως κινοῦν. πρῶτον δὲ ἀλλοιούμενον λέγει, ὃ καθ’ αὑτὸ ἀλλοιοῦται καὶ οὔτε κατὰ συμβεβηκὸς οὔτε τῷ τῶν τούτου τι ἀλλοιοῦσθαι· τῷ γὰρ οὕτως ἀλλοιουμένῳ ἅμα τὸ ἀλλοιοῦν. εἰπὼν δὲ ἐκ τῆς ἐπαγωγῆς δῆλον εἶναι, ὅτι οὐδέν ἐστι μεταξὺ τοῦ ἀλλοιοῦντος καὶ τοῦ ἀλλοιουμένου, ἐφεξῆς παρατίθεται ταῦτα δι’ ὧν οἷόν τε ἐκ τῆς ἐπαγωγῆς τὸ προκείμενον λαμβάνειν. καὶ δείξας πρῶτον τῷ λόγῳ, ὑπὸ τίνων ἀλλοιοῦται τὰ ἀλλοιούμενα, ὑπ’ ὄψιν ἄγει ταῦτα ἐπακτικῶς παραδεικνύων, ὅτι ἅμα ὄντων τούτων τοῖς ὑπ’ αὐτῶν ἀλλοιουμένοις ἡ ἀλλοίωσις γίνεται. ὑπόκειται μὲν γὰρ ἡμῖν, φησί, τοῦτ’ ἔστι κεῖται καὶ ὡμολόγηται, τὸ τὰ ἀλλοιούμενα κατὰ τὰς παθητικὰς καλουμένας ποιότητας πάσχοντα ἀλλοιοῦσθαι.1 εἶδος δὲ ποιότητος ἐν Κατηγορίαις τὸ κατὰ τὰς παθητικὰς ποιότητας ἔγνωμεν, τέταρτον τοῦτο μετὰ τὴν ἕξιν καὶ τὴν δύναμιν καὶ τὸ σχῆμα. παθητικαὶ δὲ ποιότητές εἰσιν, ὧν ἡ ἀντίληψις διὰ πάθους γίνεται τοῖς αἰσθανομένοις, οἷαί εἰσι θερμότητες ψυχρότητες ξηρότητες ὑγρότητες γλυκύτητες πικρότητες καὶ αἱ τοιαῦται. καὶ αἱ κατὰ τὰ χρώματα διαθέσεις ἐπιπολαιότεραι καὶ οὐκ εἰδοποιοί, ἃς πάσας οὐ τῷ πάθος ἐμποιεῖν τοῖς ἀντιλαμβανομένοις παθητικὰς ἔφη ποιότητας καλεῖσθαι, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους ἐγγίνεσθαι τοῖς λαμβάνουσιν αὐτάς. ἡ γὰρ τοῦ πυρὸς θερμότης πάθος μὲν ἐμποιεῖ τοῖς μετέχουσιν, οὐ μέντοι παθητικὴ λέγεται, ὅτι μὴ διὰ πάθους ἐνεγένετο, ὥστε διάθεσιν ἐπιπόλαιον εἶναι καὶ εὐμετάβλητον, ἀλλ’ οὐσιώδης ἐστίν. εἰ οὖν τὰ ἀλλοιούμενα πάσχει, τὰ δὲ πάσχοντα ὑπὸ τῶν αἰσθητῶν πάσχει (τὰ γὰρ ποιοῦντα τὰ τοιαῦτα πάθη αἰσθητά ἐστι), τὰ ἄρα ἀλλοιούμενα ἀλλοιοῦται ὑπὸ τῶν αἰσθητῶν πάσχοντα. αἰσθητὰ δέ φησιν εἶναι, οἷς διαφέρει σῶμα σώματος. διαφέρει δὲ κατὰ τὰς ποιότητας· καὶ γὰρ καὶ αἱ ποσότητες ποιότητές πώς εἰσι. κοινὸν οὖν ἔχοντα τὸ σῶμα διαφέρει ταῖς ποιότησιν ἢ πλείοσιν ἢ ἐλάττοσιν ἢ τῷ τῶν αὐτῶν ποιοτήτων μᾶλλον καὶ ἧττον μετέχειν. εἰ οὖν σώματά ἐστι τὰ κατὰ τὰς παθητικὰς ποιότητας ἀλλοιοῦντα καὶ ἀλλοιούμενα, ἀνάγκη πελάζοντα ἀλλήλοις ἀλλοιοῦν καὶ ἀλλοιοῦσθαι. οὔτε γὰρ τὸ σῶμα δρᾷ τι εἰς ἄλλο σῶμα κεχωρισμένον οὔτε ἡ ποιότης χωριστὴ τοῦ σώματός ἐστιν οὔτε ἐνεργεῖ χωριστῶς. τὸ δὲ ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος εἶπεν δηλῶν,2 ὅτι τοῦ τετάρτου ὑποτεθέντος εἴδους τῆς ποιότητος, ὃ παθητικὸν λέγεται, ταῦτά ἐστι τὰ πάθη. ἢ ὑποκειμένην ποιότητα τὴν αἰσθητὴν λέγει, περὶ ἧς ἦν ὁ λόγος, ὅτι ταῦτά ἐστιν αὐτῆς τὰ πάθη. Ἐφεξῆς δὲ διαιρεῖ τὰ ἀλλοιούμενα σώματα εἴς τε τὰ ἔμψυχα καὶ τὰ ἄψυχα καὶ τῶν ἐμψύχων τὰ μέρη εἴς τε τὰ αἰσθητικά, οἷον σάρκας νεῦρα καὶ τὰ τοιαῦτα, καὶ εἰς τὰ ἀναίσθητα, ὀστᾶ καὶ τρίχας καὶ ὄνυχας, καὶ εἰς αὐτὰς τὰς αἰσθήσεις, αἷς ἔοικε καὶ τὰ αἰσθητικὰ συμπαραλαμβάνειν εἰπὼν τῶν ἐμψύχων τά τε μὴ αἰσθητικὰ τῶν μερῶν καὶ αὐτὰς τὰς αἰσθήσεις. ἀλλοιοῦνται γάρ, φησί, πως καὶ αἱ αἰσθήσεις αὐταὶ καὶ οὐ μόνα τὰ αἰσθητικὰ μόρια· οὐ μὴν ὡς τὰ σώματα ἀλλοιοῦνται. ὅτι δὲ ἀλλοιοῦνται καὶ αἱ αἰσθήσεις, ἔδειξεν εἰπών, πῶς γίνονται αἱ αἰσθήσεις αἱ κατ’ ἐνέργειαν. τριττὴ γὰρ ἡ αἴσθησις, ἡ μὲν οὐσιώδης, ἡ δὲ δύναμις τῆς τοιαύτης οὐσίας, ἡ δὲ ἐνέργεια τῆς οὐσίας κατὰ τὴν δύναμιν. αὕτη οὖν ἡ κατ’ ἐνέργειαν, φησίν, αἴσθησις, οἷον τὸ ὁρᾶν καὶ ἀκούειν, κίνησίς ἐστι διὰ τοῦ σώματος τοῦ αἰσθητικοῦ μορίου συγκρινομένου ἢ διακρινομένου. ἀλλ’ οὔπω τοῦτο αἴσθησις (συγκρίνεται γὰρ καὶ διακρίνεται καὶ τὰ ἀναίσθητα σώματα), ἀλλ’ ὅταν αὐτὴ ἡ κατ’ οὐσίαν αἴσθησις πάθῃ τι πάθος οἰκεῖον, τότε ἡ κατ’ ἐνέργειαν αἴσθησις ἐπιτελεῖται.

“然而在受质变者与引起质变者之间也决无[中间物]……受质变者与引起质变者的”为止。 在就位置而言推动与被推动的事物之后,并且若果然谈及了的话,在就形式而言的事物之后,他打算论述受质变者与引起质变者,说明在这些事物中同样没有任何中间物,并且他说这通过归纳是显而易知的;因为在一切质变中,最终引起质变者与最初受质变者都被发现是直接接触的。并且他将直到现在还称为“最初者”的切近地推动与改变者,称为“最终引起质变者”。而这一者一方面因其切近于被推动者而为“最初者”,另一方面,当最初且严格意义上的推动者通过某些中间环节进行推动时,它作为推动者中的最终者而为“最终者”。而他所说的“最初受质变者”,是指就自身而言受质变、既非偶性地也非因其自身的某部分受质变而受质变者;因为引起质变者与以此种方式受质变者直接接触。在说明了引起质变者与受质变者之间没有任何中间物通过归纳是显然的之后,他接下来列举了那些能够通过归纳获得所提论题的事实。并且在首先通过论证指明受质变者是被什么所质变之后,他将这些事物呈现在眼前,归纳式地展示出:当这些事物与被它们所质变者直接接触时,质变才发生。因为在他看来,受质变者是根据所谓的受动性质在承受中受质变的,这对于我们是假定的,即已经确定并取得一致的。我们在《范畴篇》中知道,依受动性质而言的种类是性质的一个种,这是继状态、能力和形姿之后的第四个种。而受动性质是那些对于感知者而言其领会是通过受动而产生的性质,例如热、冷、燥、湿、甜、苦及类似者。依颜色而言的状态更为表浅且不是构成形式的,他指出所有这些之所以被称为受动性质,并非由于它们在领会者中引起受动,而是由于它们自身是在接受它们者中由受动而产生的。因为火的热虽然在分有它者中引起受动,然而并不被称为受动的,因为它不是通过受动产生的以至于成为表浅且易变的状态,而是实质性的。因此,如果受质变者承受,而承受者是因可感觉之物而承受(因为产生此类受动的是可感觉之物),那么受质变者就是在承受可感觉之物中受质变的。并且他说,可感觉之物就是物体与物体借以相区别的东西。而物体是根据性质而区别的;因为甚至数量在某种程度上也是性质。因此,它们在共同具有物体这一点的同时,通过性质的多或少,或者通过对相同性质的分有程度较高或较低而相区别。因此,如果根据受动性质引起质变和受质变者是物体,那么它们必然在相互接近中引起质变和受质变。因为物体既不对另一个被分离的物体起作用,性质也不能脱离物体存在,亦不能分离地起作用。而他说“因为这些是基底性质的受动”,是表明这些是所假定的性质的第四个种(即被称为受动性质的种)的诸受动。或者他是将所谈论的可感觉性质称为基底性质,指出这些是它的诸受动。随后,他将受质变的物体区分为有灵之物与无灵之物,又将有灵之物的各部分区分为感觉部分(如肌肉、筋腱及类似者)与无感觉部分(如骨骼、毛发、指甲),以及感觉自身;通过说“有灵之物诸部分中的非感觉部分以及感觉自身”,他似乎将感觉部分也与它们〔感觉自身〕一并包括进去了。因为他说,感觉自身在某种程度上也受质变,而不仅仅是感觉部分受质变;然而并非像物体那样受质变。至于感觉自身也受质变,他通过说明现实活动中的感觉如何产生而指明了这一点。因为感觉有三重:一种是实质性的,另一种是此种实体的潜能,再一种是实体依照潜能的现实活动。因此他说,这种处于现实活动中的感觉,例如视觉和听觉,是在感觉部分被聚合或离散时通过身体的一种运动。但这还不是感觉(因为无感觉的物体也会被聚合和离散),而是当依实体而言的感觉自身承受了某种固有的受动时,此时现实活动中的感觉才得以完成。

语法注2 条
  1. 7.11τὸ τὰ ἀλλοιούμενα κατὰ τὰς παθητικὰς καλουμένας ποιότητας πάσχοντα ἀλλοιοῦσθαι

    带冠词的不定词短语 τὸ ... ἀλλοιοῦσθαι 作无人称动词 ὑπόκειται 的主语。分词 πάσχοντα 与不定词的宾格主语 τὰ ἀλλοιούμενα 一致,表方式或伴随状态。

  2. 7.11τὸ δὲ ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος εἶπεν δηλῶν

    带有中性单数冠词的引用短语 τὸ [ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος] 作动词 εἶπεν 的直接宾语,后面的分词 δηλῶν 与主语(亚里士多德)一致,表伴随/说明目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1057.7-1059.6