- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1056.1-1057.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘评估了亚历山大关于静止拉拽的解释(是由于物体流出物,抑或如木头留火之例),考察了“从自身”与“向自身”两语的指涉分配,并审视了部分抄本中关于质与实体的生成者和受生成者之间接触关系的异读及其编排的合理性。
κάλλιον οὖν τὸ ἐφεξῆς ὑπ’ αὐτοῦ λεγόμενον “ἢ γὰρ ἀπόρροιαί τινες εἰσὶν ἀπὸ τῶν ἠρεμούντων καὶ οὕτως ἑλκόντων σωματικαί, δι’ ὧν ἁπτομένων καὶ ἐμπλεκομένων, ὡς τινες λέγουσιν, ἕλκεται τὰ ἑλκόμενα, ἢ οὐ περὶ τῶν οὕτως ἑλκομένων ὁ λόγος αὐτῷ νῦν (ἄδηλον γὰρ τὸ γινόμενον ἐπ’ ἐκείνων), ἀλλὰ περὶ τῶν ξύλων εἶπεν, ἃ μένοντα τὸ πῦρ κατέχει παρ’ αὐτοῖς ἕλκοντά πὼς αὐτὸ καὶ τὴν ἄνω φορὰν αὐτοῦ βιαζόμενα διὰ τὸ ἐξῆφθαι ἀπ’ αὐτῶν.” ὁ δὲ Ἀλέξανδρος ἐπέστησεν, ὅτι ἐν ταύτῃ τῇ ῥήσει προστέθεικεν ὁ Ἀριστοτέλης τῇ λέξει τὸ ἀφ’ ἑαυτοῦ πρὸς ἄλλο, ὅπερ τῆς ὤσεως ἴδιον ἦν καὶ ἀπώσεως· μήποτε δὲ οὐ περὶ τοῦ ἕλκοντος ἄμφω εἶπεν1 τὸ ἀφ’ ἑαυτοῦ πρὸς ἄλλο ἢ ἀπ’ ἄλλου πρὸς ἑαυτό, ἀλλὰ τὸ μὲν ἀφ’ ἑαυτοῦ πρὸς ἄλλο περὶ τοῦ ὠθοῦντος, τὸ δὲ ἀπ’ ἄλλου πρὸς ἑαυτὸ περὶ τοῦ ἕλκοντος. διὸ τὰς τέτταρας κινήσεις εἰς ὦσιν καὶ ἕλξιν ἀναγαγὼν κοινῶς λοιπὸν συνεπεράνατο ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ. Μετὰ δὲ ταύτην τὴν λέξιν ἔν τισιν ἀντιγράφοις ὁ Ἀλέξανδρος τοιαύτην τινὰ λέξιν γεγράφθαι φησίν· “ὁμοίως δὲ κἂν εἴ τι ἔστι ποιητικὸν καὶ γεννητικὸν τοῦ ποιοῦ, καὶ τοῦτο ἀνάγκη ποιεῖν ἁπτόμενον βαρὺ κοῦφον.”2 ἐφεξῆς δὲ τούτῳ κεῖσθαί φησιν οὐχὶ τὸ “ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου”, ὅπερ μετὰ τὰ πρότερον εἰρημένα ἐν τοῖς πλείστοις γέγραπται, ἀλλὰ τὸ μετ’ ὀλίγον τούτου τὸ “ἐν πᾶσι γὰρ συμβαίνει ἅμα εἶναι τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον”. “καὶ λέγοι ἄν, φησί, διὰ τῆς τοιαύτης λέξεως ὅτι οὐ μόνον τὰ κυρίως κινοῦντα καὶ κινούμενα ἅμα ἐστὶν οἷον τὰ κατὰ τόπον καὶ ποιὸν καὶ ποσὸν μεταβάλλοντα καὶ μεταβαλλόμενα, ἀλλὰ καὶ τὰ κατ’ εἶδος, τοῦτ’ ἔστι τὰ κατ’ οὐσίαν, ἅπερ ἐστὶ γένεσις καὶ φθορά· καὶ ἐν τοῖς τοιούτοις γὰρ τὸ μεταβάλλον ἅμα τῷ μεταβαλλομένῳ ἐστὶν ὡς ἐπὶ τῶν βαρέων καὶ κούφων γινομένων ἔχει, τουτέστι τῶν σωματικῶν στοιχείων.” τὰ οὖν ποιοῦντα καὶ γεννῶντα ταῦτα ποιοῦ τινός ἐστι γεννητικά· ποιὰ γὰρ τὸ βαρὺ καὶ κοῦφον. καὶ γὰρ ἐν τῷ ἐφεξῆς βιβλίῳ δείκνυσιν, ὅτι καὶ ταῦτα κινεῖται ὑπό τινος τοῦ ποιήσαντος αὐτὰ τοιαῦτα. νῦν δὲ λέγει, ὅτι κἂν εἴ τι ἔστι ποιητικὸν καὶ γεννητικὸν βαρέος καὶ κούφου, καὶ τοῦτο ἀνάγκη ποιεῖν ἁπτόμενον· τὸ γὰρ ἐφεξῆς τὸ “συμβαίνει ἅμα εἶναι τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον” περιττὸν αὐτόθεν δοκεῖ καὶ μετακείμενον, ἐπειδὴ ἐφεξῆς περὶ τοῦ ἀλλοιουμένου καὶ ἀλλοιοῦντος λέγει, καὶ ἐν πᾶσι τοῖς ἀντιγράφοις ἡ ἐφεξῆς ῥηθησομένη λέξις γέγραπται.
因此,他[亚历山大]接下来所说的更为妥当:“因为,要么从那些保持静止并以这种方式拉拽的事物中存在某些物体的流出物,正如某些人所言,通过这些流出物的接触与交织,被拉之物得以被拉拽;要么他现在的论述并不是关于以这种方式被拉之物的(因为在那些情况下发生的事情是不清楚的),而是谈论了那些木头,它们保持静止,却把火留在自身旁边,以某种方式拉拽它,并因火是从它们那里点燃的而强行阻滞火的向上运动。”然而亚历山大指出,在这一语句中,亚里士多德在行文中添加了“从自身向另一物”,而这是推动和推开所特有的;但或许他并非对拉者同时说了“从自身向另一物”和“从另一物向自身”,而是将“从自身向另一物”用于推动者,将“从另一物向自身”用于拉拽者。因此,在将四种运动归结为推和拉之后,他最终共同得出结论:在就位置而言被推动者与推动者之间,没有任何中间物。亚历山大说,在这一语句之后,在某些抄本中写有这样一句话:“同样,即使存在某种能够产生并生成性质的事物,它也必须在接触的同时产生重物或轻物。”并且他说,紧接在此句之后的并不是大多数抄本在上述内容之后所写的“然而在受质变者之间也决无[中间物]”,而是其后稍远处的这一句:“因为在所有事物中,最终引起质变者与最初受质变者都必然是直接接触的。”他说:“通过这样的文句,他可能是想说,不仅严格意义上的推动者与被推动者是直接接触的,例如就位置、性质和数量而言进行改变和受改变者,而且就形式而言、即就实体而言[改变者],也就是生成与消灭,也是直接接触的;因为在这些事物中,引起改变者同样与受改变者直接接触,正如发生在生成的重物与轻物、即物体元素上的情形一样。”因此,产生和生成这些事物者,是某种性质的生成者,因为重与轻是性质。事实上,在下一卷中他指出,这些事物也是被将其造成如此的事物所推动的。而现在他说,即使存在某种能够产生和生成重与轻的事物,这也必须在接触中起作用;因为接下来的那句“最终引起质变者与最初受质变者必然直接接触”直接看来似乎是多余且被错置的,因为紧接着他就谈到了受质变者与引起质变者,而且在所有抄本中都写着接下去要述及的文句。
- 7.10μήποτε δὲ οὐ περὶ τοῦ ἕλκοντος ἄμφω εἶπεν
μήποτε 连用直陈式过去时(εἶπεν),是用于委婉、谨慎地提出不同看法或推测的惯用句型(“难道不是……吗”或“或许并非……”)。辛普里丘在此针对亚历山大认为两句话均指拉者的观点,试探性地提出前一句指推动者、后一句指拉拽者的分配方案。
- 7.10ἀνάγκη ποιεῖν ἁπτόμενον βαρὺ κοῦφον
引述异读的句法分析:ἁπτόμενον 为分词,与不定式 ποιεῖν 的逻辑主语一致,作方式状语(“接触着”)。βαρὺ κοῦφον 无连词并列,既可作 ποιεῖν 的直接宾语(“产生重物或轻物”),亦可作谓词性宾格(“使[某物成为]重或轻”)。结合下文“重与轻是性质”以及“生成这些事物者”的论述,此处取作被生成的实质对象(即充当名词的“重者与轻者”)。
