← 辛普里丘

亚里士多德《物理学》注释

§1055.3-1056.1

静止牵引与磁石引力中的接触

亚里士多德回应了关于磁石等自身静止而拉动物体的异议,指出无论拉者处于静止还是运动,接触都同样成立。辛普利丘驳斥了亚历山大对处所副词的转义解释,赞同其后一种解释,并论述亚里士多德的目标在于确保物体间的直接接触,而非诉诸非物体的力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.10#1

" Τάχα δὲ δόξειεν ἂν εἶναί τις ἕλξις καὶ ἄλλως ἕως τοῦ φανερὸν ὅτι τοῦ κατὰ τόπον κινοῦντος καὶ κινουμένου, οὐδέν ἐστι μεταξύ." Τὸν λόγον ἀποδοὺς τῆς ἕλξεως καὶ θάττονα ἐν αὐτῷ ἀποδοὺς τὴν κίνησιν τοῦ ἕλκοντος τῆς τοῦ ἑλκομένου κατὰ φύσιν κινήσεως ἐπέστησεν, ὅτι1 τινὰ τῶν ἑλκόντων δοκεῖ ἕλκειν μὴ κινούμενα αὐτά, ὥσπερ τὸ ξύλον ἕλκειν δοκεῖ τὸ πῦρ πρὸς ἑαυτό, καὶ ἔτι μᾶλλον ἡ Ἡρακλεία λίθος τὸν σίδηρον καὶ τὸ ἤλεκτρον τὸ ἄχυρον οὐ κινούμενα αὐτά. πῶς οὖν θάττων ἡ τούτων κίνησις εἴη ἂν τῆς κατὰ φύσιν τῶν ἑλκομένων κινήσεως; ἢ καὶ ἐπὶ τούτων τὴν φυσικὴν δύναμιν ἐκείνην τὴν ἕλκουσαν βίᾳ ἰσχυροτέραν εἶναι χρὴ τῆς τῶν ἑλκομένων δυνάμεως, κἂν μὴ κινῆται τὰ ἕλκοντα. διό, φησίν, οὐδὲν διαφέρει, εἴτε κινουμένου τοῦ ἕλκοντος εἴτε μένοντος γίνεται ἡ ὁλκή. τὸ δὲ ὁτὲ μὲν γὰρ ἕλκει οὗ ἐστιν ὁτὲ δὲ οὗ ἦν ὁ Ἀλέξανδρος ἐξηγούμενος “τὸ μὲν οὗ ἔστι, φησί, σημαίνει τὸ ἀφ’ οὗ ἐστι, τὸ δὲ οὗ ἦν τὸ ἀφ’ οὗ ἦν· καὶ λέγει ὅτι τὸ μὲν ἀφ’ ἑαυτοῦ πρὸς ἄλλο ἕλκον, ἀφ’ οὗ ἐστιν αὐτὸ τὸ ἕλκον, ἀπὸ τούτου ἄγει τὸ ἑλκόμενον, τὸ δὲ ἀπ’ ἄλλου πρὸς αὐτό, ἀφ’ οὗ ἦν τὸ ἑλκόμενον, ἀπάγει αὐτὸ προσάγων ἑαυτῷ”. ἀλλὰ ἀπίθανός μοι δοκεῖ ἡ μετάληψις τοῦ οὗ εἰς τὸ ἀφ’ οὗ.2 κάλλιον οὖν οἶμαι προελθὼν ἐξηγήσατο ὅτι “εἰπὼν μηδὲν διαφέρειν 〈μένον ἕλκειν τὸ ἕλκον〉 ἢ κινούμενον ἐπήγαγεν, ὅτι τὸ μὲν μένον ἕλκει, ὅπου ἐστὶν αὐτό, τὸ δὲ κινούμενον ἐλθὸν ἐπὶ τὸ ἑλκόμενον ἄγει αὐτὸ εἰς τὸν ἑαυτοῦ τόπον, ἐν ᾧ ἦν πρὸ τοῦ ἐπὶ τὸ ἑλκόμενον κινηθῆναι.” ζητεῖ δὲ ὁ Ἀλέξανδρος καλῶς, πῶς τὰ φυσικῶς ἕλκοντα οἷον ἡ Ἡρακλεία λίθος καὶ τὰ τοιαῦτα ἁπτόμενα τῶν ἑλκομένων ἕλκει αὐτά, καὶ λέγει ὅτι κἂν μὴ αὐτὰ αὐτῶν ἅπτηται, ἀλλὰ τῇ δυνάμει, δι’ ἧς ἕλκει αὐτά, ἐκείνῃ αὐτῶν ἅπτεται. ἀλλ’ οὐ τοῦτο ἦν τὸ προκείμενον τῷ Ἀριστοτέλει δεῖξαι ὅτι ἀσωμάτῳ δυνάμει ἅπτεται τὸ ἕλκον τοῦ ἑλκομένου, ἀλλὰ σωματικῇ, ὡς μηδὲν εἶναι μεταξὺ σῶμα.3

“然而,拉拽或许也可能被认为以另一种方式存在”直至“显然,在就位置而言推动的事物与被推动的事物之间没有任何中间物。” 在给出了拉的定义并在其中指出拉者的运动快于被拉者的自然运动之后,他指出了这一点:某些拉者自身不运动却似乎在拉,正如木头似乎将火引向自身,尤其是赫拉克利亚石拉铁和琥珀拉草屑,它们自身并不运动。那么,这些拉者的运动又怎么可能快于被拉者的自然运动呢?抑或在这些情况下,那强力拉拽的自然能力也必须强于被拉者的能力,即使拉者并不运动?因此,他说,拉拽的产生无论伴随着拉者的运动还是保持静止,都毫无区别。另一方面,亚历山大在解释“因为有时它拉向它现存之处,有时拉向它过去所在之处”时说:“‘它现存之处’意味着‘从它现存之处’,而‘它过去所在之处’意味着‘从它过去所在之处’;他的意思是,从自身向另一物拉拽者,是从拉者自身现存之处将那被拉者引出的,而从另一物向自身拉拽者,则是从被拉者过去所在之处将其引开,并带向自身。”但是,将[表示处所的]“向所处”置换为“从所处”,在我看来是不可信的。因此我认为他在后文中解释得更好,他说:“在指出拉者保持静止还是运动着拉拽毫无区别之后,他接着补充道:保持静止者是将其拉向自身现存的处所,而运动者在来到被拉者之处后,将其带向自身的处所,即自身向被拉者运动之前过去所在的处所。”不过,亚历山大正确地探讨了自然拉拽之物(如赫拉克利亚石等类似之物)如何通过接触被拉者而拉动它们,并且说即使它们自身没有接触它们,也是凭借拉动它们的能力而接触它们。但这并不是亚里士多德所要证明的目的,即拉者是以非物体的能力接触被拉者,而是以物体的〔能力〕接触,以至于中间没有任何物体。

语法注3 条
  1. 7.10ἐπέστησεν, ὅτι

    动词 ἐπέστησεν 在此为不及物用法,意为“注意到”、“指出”,随后的 ὅτι 从句构成名词性从句,引导其所注意到的具体内容。

  2. 7.10ἡ μετάληψις τοῦ οὗ εἰς τὸ ἀφ’ οὗ

    名词 μετάληψις 表示语法或修辞上的转义或换词。属格 τοῦ οὗ 表示被替换的原本字词(“在……之处/向……之处”),介词短语 εἰς τὸ ἀφ’ οὗ 表示替换后的字词(“从……之处”)。

  3. 7.10ὡς μηδὲν εἶναι μεταξὺ σῶμα

    连词 ὡς 连同不定式 εἶναι 构成表示结果或目的的从句(“使得中间没有任何物体”)。宾格 μηδὲν ... σῶμα 作不定式的主语,μεταξύ 作副词修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1055.3-1056.1