← 辛普里丘

亚里士多德《物理学》注释

§1053.3-1055.2

运载与旋转的归约以及拉的定义

辛普利丘注疏了亚里士多德如何将运载和旋转归入拉与推,并通过定义论证推动者与被推动者接触的直接性。他还考察了拉的定义中“快于分离连续之物的运动时”这一定语的含义,并讨论了其文本异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9

" Τούτων δὲ πάλιν ἡ ὄχησις καὶ ἡ δίνησις ἕως τοῦ οὕτω γὰρ συνεφέλκεται θάτερον." Δείξας ὅτι εἰς τὰς τέτταρας τὰς εἰρημένας πᾶσαι αἱ κατὰ τόπον ἀνάγονται κινήσεις, τὰς δύο πάλιν τήν τε ὄχησιν καὶ τὴν δίνησιν εἰς τὰς λοιπὰς ἀνάγει δύο τήν τε ὦσιν καὶ τὴν ἕλξιν. δείκνυσι γὰρ τὴν μὲν ὄχησιν ἢ κατὰ ἕλξιν ἢ κατὰ ὦσιν ἢ κατὰ δίνησιν γινομένην, τὴν δὲ δίνησιν συγκειμένην ἔκ τε ἕλξεως καὶ ὤσεως. καὶ ὅτι μὲν ἡ ὄχησις ὑπό τινα τῶν τριῶν ἐστι δείκνυσι λαμβάνων τὸ μὲν ὀχούμενον μὴ καθ’ αὑτὸ κινεῖσθαι, ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ τὸ ὀχοῦν κινεῖσθαι τούτῳ κινεῖται τὸ ὀχούμενον, καὶ ὡς ἐκεῖνο καθ’ αὑτὸ κινεῖται, οὕτω τοῦτο κατὰ συμβεβηκός. ὥστε τὰ ὀχοῦντα χρὴ ζητεῖν κατὰ πόσους κινεῖται τρόπους· κατὰ γὰρ τοὺς αὐτοὺς κινήσεται καὶ τὸ ὀχούμενον. τῶν δὲ ὀχούντων τὰ μὲν ἀφ’ ἑαυτῶν κινούμενα ὀχεῖ, ὡς ὁ ἵππος τὸν ἀναβάτην καὶ ὅλως τὰ ἔμψυχα, τὰ δὲ ἔξωθεν καὶ αὐτὰ κινούμενα. ἀλλὰ περὶ μὲν τῶν ἐμψύχων καὶ ἐξ ἑαυτῶν κινουμένων δέδεικται πρότερον, ὅτι ἅμα ἔχουσιν ἐν ἑαυτοῖς καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὰ δὲ ἄψυχα καὶ ἔξωθεν κινούμενα, ἐν οἷς τινα ὀχοῦντά ἐστι, κατὰ τοὺς τρεῖς κινεῖται τρόπους· ἢ γὰρ ἑλκόμενα ὡς ἡ ναῦς ἡ ὀχοῦσα τοὺς ἐπιβάτας, ἢ ὠθούμενα ὡς ἡ πρὸς ἄνεμον πλέουσα, ἢ δινούμενα ὡς στρόμβοι καὶ μύλοι, οἵτινες καὶ ὀχοῦσιν ἔστιν ὅτε τινὰ αὐτοῖς ἐπικείμενα. ὥστε ἡ ὄχησις κοινὴ τῶν τριῶν ἐστι τρόπων· ἢ γὰρ ἕλξει ἢ ὤσει ἢ δινήσει κινεῖται τὸ ὀχούμενον. οὕτω μὲν ἡ ὄχησις. ἡ δὲ δίνησις, φησί, σύγκειται ἔκ τε ἕλξεως καὶ ὤσεως. ὁ γὰρ δινῶν ποτὲ μὲν ἐφ’ ἑαυτὸν προσάγει τὸ δινούμενον, ποτὲ δὲ ἀφ’ ἑαυτοῦ ἀπωθεῖ ὡς ἐπὶ τῶν ταῖς χερσὶν ἀληθόντων· ὠθῶν γὰρ ἀφ’ ἑαυτοῦ τὴν μύλην καὶ πάλιν ἕλκων ποιεῖται τὴν δίνησιν. Εἰ οὖν αἱ μὲν τέτταρες κινήσεις εἰς ἕλξιν ἀνάγονται καὶ ὦσιν, τὸ δὲ ἕλκον καὶ τὸ ὠθοῦν ἅμα τῷ ἑλκομένῳ καὶ ὠθουμένῳ ἐστί, φανερὸν ὅτι τὰ κατὰ τόπον κινοῦντα ἅμα ἐστὶ τοῖς κατὰ τόπον ὑπ’ αὐτῶν κινουμένοις καὶ οὐδέν ἐστιν αὐτῶν μεταξύ. λοιπὸν οὖν δεῖξαι, ὅτι τὸ ὠθοῦν καὶ τὸ ἕλκον ἅμα τοῖς ὑπ’ αὐτῶν κινουμένοις ἐστί. τοῦτο δὴ δείκνυσιν ἐκ τῶν ὁρισμῶν τῆς τε ὤσεως καὶ τῆς ἕλξεως. ὁ δὲ κυριώτατος τῶν ἀποδείξεων τρόπος ἐκ τῶν ὁρισμῶν ἐστιν. ὁρισμὸς δὲ τῆς μὲν ὤσεώς ἐστι κίνησις ἢ ἀφ’ ἑαυτοῦ πρὸς ἄλλο ἢ ἀπ’ ἄλλου πρὸς ἄλλο, τῆς δὲ ἕλξεως κίνησις ἀπ’ ἄλλου ἢ πρὸς ἑαυτὸ ἢ πρὸς ἄλλο, ὅταν, φησίν, θάττων ἡ κίνησις ᾖ τῆς χωριζούσης ἀπ’ ἀλλήλων τὰ συνεχῆ.1 τότε, φησί, τὸ ἕλκον ἐφέλκεται θάτερον ἢ πρὸς ἑαυτὸ ἢ πρὸς ἄλλο, ὅταν κατισχύῃ τὸ ἕλκον τῆς τοῦ ἑλκομένου οἰκείας κινήσεως τῷ θάττονα εἶναι τὴν τοῦ ἕλκοντος κίνησιν τῆς τοῦ ἑλκομένου, ἥτις ὅσον ἐφ’ ἑαυτῇ2 χωρίζει ἀπ’ ἀλλήλων τὰ συνεχῆ, τουτέστι τὰ ἑλκόμενα ἐπὶ τὸ ἅψασθαι καὶ ταύτῃ συνεχιζόμενα· ἡ γὰρ οἰκεία κίνησις ἑκάστου ὅσον ἐφ’ ἑαυτῇ χωρίζει καὶ ἀποσπᾷ τὰ ὑπὸ τοῦ ἕλκοντος βίᾳ συναπτόμενα ἀλλήλοις· πολλαχοῦ γὰρ τὰ ἁπτόμενα συνεχῆ καλεῖν εἴωθεν ὁ Ἀριστοτέλης. ὅταν δὲ ἡ τοῦ ἕλκοντος κίνησις θάττων ᾖ τῆς τοῦ ἑλκομένου τῆς χωριζούσης ἀπ’ ἀλλήλων τὰ συνεχῆ μέλλοντα γίνεσθαι ὑπὸ τῆς ὁλκῆς, τότε ἡ ὁλκὴ γίνεται καὶ συνεφέλκεται τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος· ἢ μᾶλλον ῥητέον, ὅταν θάττων ἡ κίνησις ἡ τοῦ ἕλκοντος βίᾳ πρὸς τὸ ἀνόμοιον καὶ ἀποσπῶντος τὸ τέως ὂν συνεχὲς πρὸς τὸ ὅμοιον τῆς τοῦ ἑλκομένου κατὰ φύσιν κινήσεως τῆς χωριζούσης ἀπ’ ἀλλήλων τὰ ἀνόμοια συνεχῆ. αἱ γὰρ κατὰ φύσιν δυνάμεις ἕκαστα τοῖς ὁμοίοις συνεχίζουσαι ἐν τοῖς οἰκείοις φυλάττουσι τόποις, ὥσπερ αἱ βίᾳ ἕλκουσαι ἀποσπῶσαι τὰ τέως συνεχῆ ἐπὶ τοὺς ἀνομοίους ἕλκουσι τόπους. εἰ δὲ καὶ ἐπὶ τοὺς ὁμοίους, ὡς εἴ τις ἐπὶ τὸ κάτω λίθον ἕλκοι ἢ ἐπὶ τὸ ἄνω πῦρ, ἀλλὰ θάττονα εἶναι χρὴ τὴν τοῦ ἕλκοντος κίνησιν τῆς τοῦ ἑλκομένου, κἂν ἐπὶ τὰ αὐτὰ γίνηται, εἰ μέλλοι ἡ ὁλκὴ ἐπιτελεῖσθαι. Ἰστέον δὲ ὅτι τὴν λέξιν ταύτην τὴν λέγουσαν ὅταν θάττων ἡ κίνησις ᾖ τῆς χωριζούσης ἀπ’ ἀλλήλων τὰ συνεχῆ ἔν τισιν ἀντιγράφοις ὁ Ἀλέξανδρος μὴ φέρεσθαί φησι. πῶς δὲ ἂν ἔχοι τοῦτο λόγον, εἴπερ ἀπὸ ταύτης τῆς προσθήκης ἔνστασιν εὐθὺς ὁ Ἀριστοτέλης ἐπάγει; ἐν μέντοι τῷ ἑτέρῳ ἑβδόμῳ βιβλίῳ ἡ λέξις αὕτη οὕτως ἔχει· ἡ δὲ ἕλξις ὅταν ἤτοι πρὸς αὐτὸν ἢ πρὸς ἕτερον θάττων ἡ κίνησις ᾖ τοῦ ἕλκοντος μὴ χωριζομένη τῆς τοῦ ἑλκομένου.

“在这些之中,运载和旋转再次”直至“因为这样另一方就一起被拉动。” 在证明了就位置而言的一切运动都归入所说的那四种之后,他再次将运载和旋转这两种运动归入剩余的两种,即推和拉。因为他证明,运载要么因拉、要么因推、要么因旋转而产生,而旋转则是由拉和推构成的。至于运载属于这三者之一,他是通过假定被运载者不是自身运动而是偶性地运动来证明的;因为正是由于运载者的运动,被运载者才凭此而运动,并且正如前者是自身运动,后者也是偶性地运动。因此必须探究运载者以多少种方式运动;因为被运载者也将以同样的方式运动。在运载者之中,有些是出于自身运动而运载,如马运载骑手,总的来说有灵魂者皆如此;而另一些则自身也是从外部被推动的。但是关于有灵魂者和出于自身运动者,先前已经证明它们自身中同时具有推动者和被推动者;至于无灵魂者和从外部被推动者(其中有某些运载物),则是以这三种方式运动:因为它们要么通过被拉而运动,如运载乘客的船;要么通过被推而运动,如顺风航行的船;要么通过被旋转而运动,如陀螺和磨石,它们有时也运载放置在其上的某些物体。因此运载是这三种方式所共有的;因为被运载者要么因拉、要么因推、要么因旋转而运动。运载便是如此。 他说,旋转则是由拉和推构成的。因为旋转者有时将被旋转者引向自身,有时又将其从自身推开,正如那些用双手磨面的人那样;因为通过将磨石推离自身又再次拉回,人便产生了旋转。 因此,如果这四种运动被归入拉和推,而拉者和推者与被拉者和被推者在一起,那么显然,就位置而言推动的事物与被它们就位置而言推动的事物在一起,并且它们之间没有任何中间物。因此剩下的就是证明推者和拉者与被它们推动的事物在一起。他正是从推和拉的定义来证明这一点的。而最本原的证明方式就是从定义出发。推的定义是从自身向另一物、或从另一物向另一物的运动;而拉的定义是从另一物向自身、或向另一物的运动,“当”,他说,“运动快于将连续之物相互分离的运动时”。他说,那时,拉者将另一方引向自身或引向另一物,是在拉者凭借其自身的运动快于被拉者的运动,从而压倒被拉者固有的运动的时候;就其自身而言,这种被拉者的运动将相互分离那些连续之物,即被拉至接触并以此方式成为连续的事物;因为各自固有的运动,就其自身而言,会分离并扯开那些由拉者强力结合在一起的事物;因为亚里士多德在很多地方习惯于把相接触的事物称为连续的。而当拉者的运动快于被拉者的运动(即分离那些将要通过拉拽而成为连续的事物的运动)时,拉拽便产生,而被推动者便由推动者一起拉动;或者更应该说,当强力引向不同类事物并扯开此前与同类事物连续之物的拉者的运动,快于被拉者的、将不同类的连续之物相互分离的自然运动时。因为自然的能力通过使各物与同类之物连续而将其保持在固有的处所中,正如强力拉动者扯开此前连续的事物并将其拉向不同类的处所一样。即使拉向同类的处所(例如有人向下拽石头或向上拽火),但如果拉拽要得以完成,拉者的运动也必须快于被拉者的运动,哪怕它是向着相同方向产生。 应当知道的是,亚历山大说,在某些抄本中并没有载录“当运动快于将连续之物相互分离的运动时”这一字句。但是,如果亚里士多德紧接着就依据这一增补提出异议,这怎么会是合理的呢?然而在另一本第七卷中,这个字句是这样的:“而拉是当向自身或向另一物,拉者的运动更快且不与被拉者的运动分离时。”

语法注2 条
  1. 7.9τῆς χωριζούσης ἀπ’ ἀλλήλων τὰ συνεχῆ

    由比较级 θάττων 所支配的比较属格。阴性冠词 τῆς 之后根据语境承前省略了 κινήσεως,意为“比将连续之物相互分离的[运动]”。辛普利丘将被拉者的这种分离运动分析为其固有的本性运动(朝向其本有处所的运动或对被拉拽的抵抗)。

  2. 7.9ὅσον ἐφ’ ἑαυτῇ

    表限定的习惯短语,意为“就其自身而言”或“按其本性”。它修饰前面的 ἡ οἰκεία κίνησις,指在舍弃外部拉拽力量时该运动本身所具有的固有倾向。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1053.3-1055.2