← 辛普里丘

亚里士多德《物理学》注释

§1051.14-1053.2

对亚历山大关于结合与分离之属观点的考察

辛普利丘在对《物理学》243b10的词条注释中,探讨了亚历山大关于结合与分离是从属于四种位移运动(推、拉等)还是作为最高属运动的注疏矛盾,并结合《物理学》第七卷异本中的文句,通过将这些运动视为同一而调和了亚里士多德的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8

" Ἅμα δὲ φανερὸν ὅτι οὐδὲ ἔστιν ἄλλο τι γένος ἕως τοῦ ἅπασαι γὰρ πίπτουσιν εἰς τέτταρας ταύτας." ‘Εἰπὼν τὰς συγκρίσεις καὶ διακρίσεις τὰς μὲν συνώσεις εἶναι τὰς δὲ διώσεις,1 καὶ διὰ τοῦτο τὰς μὲν ἕλξεις τὰς δὲ ὤσεις, ἐπειδὴ τινες τῶν φυσικῶν ἀρχὰς οὐ μόνον τῶν κατὰ τόπον κινήσεων ἀλλὰ καὶ πασῶν ἐτίθεντο τὴν σύγκρισιν καὶ διάκρισιν καὶ οὐ μόνον κινήσεων ἀλλὰ καὶ μεταβολῶν πασῶν, αὐτὸς οὐ τοῦτο μόνον ἀναιρεῖν δοκεῖ τὸ πασῶν ἀρχὰς αὐτὰς εἶναι τῶν κινήσεων, ἀλλ’ οὐδὲ ἀρχαί, φησίν, εἰσὶ πρῶται οὐδὲ γένος τί ἐστιν ὅλως κινήσεως τοῦτο παρὰ τὰ τέτταρα τὰ εἰρημένα, ἀλλ’ ὑπ’ ἐκεῖνα καὶ ταῦτα ἀνάγεται καὶ τὰ τούτων εἴδη· καὶ γὰρ ἡ μὲν εἰσπνοὴ σύγκρισις οὖσα ἕλξις ἐστίν, ἡ δὲ ἐκπνοὴ διάκρισις οὖσα ὦσίς ἐστιν· ὁμοίως δὲ καὶ ἡ πτύσις. καὶ ὅσαι ἄλλαι, φησί, διὰ τοῦ σώματος ἐκκριτικαί εἰσιν ἢ ληπτικαὶ κινήσεις αἱ μὲν διακριτικαὶ οὖσαι αἱ δὲ συγκριτικαί, αἱ μὲν ὑπὸ τὴν ὦσιν ἀνάγονται, αἱ δὲ ὑπὸ τὴν ἕλξιν.’ οὕτω μὲν οὖν τὴν ἀρχὴν ὁ Ἀλέξανδρος ἐξηγήσατο τὴν σύγκρισιν καὶ διάκρισιν λέγων δεδεῖχθαι μὴ ἄλλο γένος οὔσας κινήσεως, ἀλλ’ ὑπαγομένας αὐτὰς ταῖς προειρημέναις τέτρασιν ὡς μέρη ἐκείνων οὔσας. ἐφεξῆς δὲ ἀναλαβὼν τὸν λόγον, εἴτε κατ’ ἄλλην ἐπιβολὴν ὕστερον προσγραφεῖσαν εἴτε οὐκ οἶδα ὅπως, γενικωτάτας φησὶν ὑπ’ αὐτοῦ κινήσεις δείκνυσθαι τήν τε σύγκρισιν καὶ τὴν διάκρισιν· “πάντα γάρ, φησί, τὰ εἴδη τῆς κινήσεως ὑπὸ ταῦτα εὑρεθήσεται· εἰ γὰρ πάντα μὲν ὑπὸ τὴν δίωσιν καὶ τὴν σύνωσιν, τούτων δὲ ἡ μὲν σύγκρισις ἡ δὲ διάκρισις, πάντα εἰς σύγκρισιν καὶ διάκρισιν ἀνάγοιτο ἄν.” ταῦτα ὁ Ἀλέξανδρος αὐτῇ λέξει γέγραφεν, καίτοι τοῦ Ἀριστοτέλους εἰπόντος “ὁμοίως δὲ καὶ αἱ ἄλλαι συγκρίσεις καὶ διακρίσεις· ἅπασαι γὰρ ἔσονται διώσεις καὶ συνώσεις, πλὴν ὅσαι ἐν γενέσει καὶ φθορᾷ.” ὥστε οὐχ ἡ σύνωσις σύγκρισίς τίς ἐστιν οὐδὲ ἡ δίωσις διάκρισίς τις, ὡς ὁ Ἀλέξανδρός φησιν, ἀλλὰ τοὐναντίον αἱ συγκρίσεις καὶ διακρίσεις συνώσεις καὶ διώσεις εἰσί. πῶς δὲ εἰς σύγκρισιν καὶ διάκρισιν πᾶσαι ἀνάγοιντο ἂν ἐκ τῶν νῦν εἰρημένων αἱ κινήσεις, εἴπερ πάσας εἰς τὰς εἰρημένας τέτταρας πίπτειν φησὶν ὁ Ἀριστοτέλης2 καὶ τὰς δύο πάλιν τῶν τεττάρων τὴν ὄχησιν καὶ τὴν δίνησιν εἰς τὰς δύο τὰς λοιπὰς ἀναγαγὼν τὴν ἕλξιν καὶ τὴν ὦσιν ἐπὶ τούτων ὡς κοινῶν συνήγαγε τὸν προκείμενον λόγον εἰπὼν “ὥστε εἰ τὸ ὠθοῦν καὶ τὸ ἕλκον ἅμα τῷ ὠθουμένῳ καὶ ἑλκομένῳ, φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.” ἀλλ’ οὐκ εἶπεν ‘ὥστε εἰ τὸ συγκρῖνον καὶ διακρῖνον’. ἐν μέντοι τῷ ἑτέρῳ ἑβδόμῳ βιβλίῳ οὕτως αὐτῇ λέξει γέγραπται· “καὶ πᾶσα δὴ κίνησις ἡ κατὰ τόπον σύγκρισις καὶ διάκρισίς ἐστι”. καὶ ἀπὸ ταύτης ἴσως τῆς λέξεως ὁ Ἀλέξανδρος τὰ ὕστερον ῥηθέντα προσέθηκεν οὐ συμφωνοῦντα τοῖς ἐνταῦθα γεγραμμένοις, ὡς δοκεῖ. δυνατὸν δὲ ἴσως συμφώνους δεικνύναι τούτους τοὺς λόγους τοῦ Ἀριστοτέλους τὴν σύγκρισιν καὶ τὴν διάκρισιν οὐχ ἁπλῶς ὑπὸ τὴν σύνωσιν καὶ τὴν δίωσιν ἤτοι τὴν ἕλξιν καὶ τὴν ὦσιν ὡς ὑπὸ καθολικωτέρας ἀνάγοντος, ἀλλ’ ὡς τὰς αὐτὰς ἐκείναις ταύτας λέγοντος. οὕτω γὰρ καὶ ὁ Ἀλέξανδρος ὕστερον διετάξατο λέγων “πᾶσαι ἂν ὑπάγοιντο ταῖς δύο ταύταις, τῇ τε ἕλξει καὶ τῇ ὤσει, ὧν ἡ μὲν σύγκρισίς ἐστιν ἡ δὲ διάκρισις· καὶ οὕτω γενικώταται ἂν εἶεν κινήσεις σύγκρισίς τε καὶ διάκρισις.

“同时显然,也不存在任何其他的属”直至“因为所有运动都归入这四种之中。” ‘在说了结合与分离中,前者是推聚而后者是推开,且因此前者是拉而后者是推之后,既然某些自然哲学家不仅把结合与分离当作位移运动的本原,而且当作一切运动的本原,并且不仅当作运动的本原,而且当作一切变化的本原,他自己似乎不仅否定了它们是一切运动的本原这一点,而且照他所说,它们根本不是第一本原,在所说的四种运动之外也根本不是运动的某种属,反而它们自身及其种都被归入那四种运动之下;因为吸气作为结合乃是拉,而呼气作为分离乃是推;吐出也是同样。他说,通过身体的排泄性或吸收性的运动,凡作为分离性或结合性的其他运动,前者都被归于推之下,而后者被归于拉之下。’ 因此,亚历山大最初是这样加以解释的,他说结合与分离已被证明并不是运动的另一个属,而是作为那前述四种运动的部分而从属于它们。但随后在继续论述时,无论是依据后来添加的另一种考察,还是不知怎么回事,他说结合与分离被他[亚里士多德]证明为最高属的运动:“因为,”他说,“运动的所有种都将在这两者之下被发现;因为如果所有运动都在推开与推聚之下,而这两者中一个是结合另一个是分离,那么所有运动都将被归于结合与分离。”亚历山大原原本本地写下了这些话,尽管亚里士多德曾说:“其他结合与分离也是同样;因为除了那些在生成与消灭之中的以外,所有的都将是推开与推聚。”因此,推聚并非某种结合,推开也非某种分离(如亚历山大所说),相反,结合与分离才是推聚与推开。 而且,既然亚里士多德说一切运动都归入所说的那四种之中,并且又把这四种中的两种即运载和旋转归入剩余的两种即拉和推,并以此二者作为共通之物总结了当前的论证,说“因此,如果推者和拉者与被推者和被拉者同时存在,显然在就位置而言被推动者与推动者之间没有任何中间物”,那么依据如今所说的话,一切运动又怎么可能被归于结合与分离呢?但他并没有说‘因此,如果结合者和分离者’。然而,在另一本第七卷中,原文是这样写的:“并且就位置而言的一切运动确实都是结合与分离”。亚历山大或许正是根据这一字句,添加了后来所说的那些话,而那些话看起来与此处所写的内容并不一致。但是,也许有可能通过表明亚里士多德并不是把结合与分离简单地当作归于更普遍的事物之下那样归入推聚与推开即拉与推之下,而是主张结合与分离与它们是同一的,从而证明亚里士多德的这些论述是相互一致的。因为亚历山大后来也是这样阐述的,他说:“所有运动都将从属于这两者,即拉和推,其中一个是结合,另一个是分离;这样,结合与分离就会是最高属的运动了。”

语法注2 条
  1. 7.8Εἰπὼν τὰς συγκρίσεις καὶ διακρίσεις τὰς μὲν συνώσεις εἶναι τὰς δὲ διώσεις

    句首阳性单数主格分词 Εἰπὼν 修饰主动词 δοκεῖ 的主语 αὐτός(即亚里士多德),表示时间或伴随(“在说了……之后”)。它与随后的由 ἐπειδὴ 引导的原因从句一起,构成了延伸至主句 αὐτὸς οὐ τοῦτο μόνον ἀναιρεῖν δοκεῖ ... ἀλλ’ οὐδὲ ... εἰσὶ πρῶται 的长句结构。

  2. 7.8πῶς δὲ εἰς σύγκρισιν καὶ διάκρισιν πᾶσαι ἀνάγοιντο ἂν ἐκ τῶν νῦν εἰρημένων αἱ κινήσεις, εἴπερ πάσας εἰς τὰς εἰρημένας τέτταρας πίπτειν φησὶν ὁ Ἀριστοτέλης

    短语 πῶς ἂν ἀνάγοιντο 是带有 ἄν 的希求法潜在/反问句(“它们怎能被归结呢?[意即不可能]”),与由 εἴπερ ... φησὶν(“如果亚里士多德确实说……”)引导的条件从句相呼应,构成了指出亚历山大解释矛盾的反问结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1051.14-1053.2