← 辛普里丘

亚里士多德《物理学》注释

§1050.9-1051.13

分离与结合的还原及生成消灭的排除

辛普里丘阐释了位移运动的次级区分即推开(分离)与推聚(结合)如何归结为推与拉,论述了属于实体变化的生成与消灭何以被排除在此模式之外,并指出了异文以及早期注疏家(亚历山大与特米斯蒂乌斯)的处理方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7#2

καὶ τὴν δίωσιν δὲ καὶ σύνωσιν τῇ ὤσει ὑπάγει καὶ ἕλξει· ἡ μὲν γὰρ δίωσις ἄπωσίς ἐστιν ἀπ’ ἀλλήλων, ἡ δὲ ἄπωσις ὦσις, ἡ δὲ σύνωσις ἕλξις, ἡ δὲ ἕλξις ἢ πρὸς αὑτὸ ἢ πρὸς ἄλλο. δοκεῖ δὲ καὶ ἡ σύνωσις ὦσίν τινα δηλοῦν, ἀλλ’ οὐ χωριστικὴν ὡς ἡ δίωσις, ἀλλὰ συναγωγὸν μᾶλλον καὶ συμπιλητικήν. καὶ τὰ εἴδη δέ, φησίν, τῆς τε διώσεως καὶ τῆς συνώσεως ὑπὸ τὴν ὦσιν καὶ τὴν ἕλξιν ἀναχθήσεται. εἴδη δὲ τῆς μὲν διώσεως κέρκισις καὶ πτύσις καὶ ἐκπνοὴ καὶ πᾶσα διακριτικὴ κίνησις, τῆς δὲ συνώσεως σπάθησις καὶ εἰσπνοὴ καὶ τῆς τροφῆς ἢ τοῦ πόματος ὁλκὴ καὶ ἁπλῶς πᾶσα συγκριτικὴ κίνησις. ἵνα γὰρ μὴ τοῖς καθ’ ἕκαστον ἐπιὼν ἅμα μὲν μηκύνῃ τὸν λόγον, ἅμα δὲ ὑποψίαν ἐπὶ τοῖς παραλειπομένοις παρέχηται, εἰς σύγκρισιν καὶ διάκρισιν πάσας τὰς τοιαύτας ἀναγαγὼν τὴν μὲν διάκρισιν ὦσίν τινά φησιν εἶναι, τὴν δὲ σύγκρισιν ἕλξιν. εἰπὼν δὲ ὅτι πᾶσαι αἱ συγκρίσεις καὶ διακρίσεις ἔσονται συνώσεις καὶ διώσεις ἐπήγαγεν πλὴν ὅσα ἐν γενέσει καὶ φθορᾷ εἰσιν. ἐπειδὴ γὰρ τοῖς περὶ Ἀναξαγόραν καὶ Λεύκιππον καὶ Δημόκριτον πᾶσα γένεσις καὶ φθορὰ συγκρίσει καὶ διακρίσει γίνεσθαι ἐδόκει, αὐτῷ μὲν τοῦτο οὐκ ἀρέσκει. εἰ δὲ γίνεται ὅλως, φησί, τινὰ καὶ φθείρεται κατὰ σύγκρισιν καὶ διάκρισιν, οὐκ ἂν ἡ σύγκρισις αὕτη καὶ διάκρισις ἀνάγοιτο1 εἰς τὴν σύνωσιν καὶ δίωσιν οὐδὲ διὰ τούτων εἰς τὴν ἕλξιν καὶ τὴν ὦσιν. τὸ μὲν γὰρ συνωθούμενον καὶ διωθούμενον ὄντα κατὰ τὴν οὐσίαν καὶ μένοντα, ἅπερ ἐστί,2 διωθεῖσθαι καὶ συνωθεῖσθαι λέγεται καὶ ὅλως ὠθεῖσθαι καὶ ἕλκεσθαι, τὰ δὲ γινόμενα καὶ φθειρόμενα οὐ μένοντα ἐπὶ τῆς οἰκείας οὐσίας κατὰ γένεσιν καὶ φθορὰν μεταβάλλει, ἐπειδὴ κατ’ οὐσίαν εἰσὶν αἱ τοιαῦται μεταβολαί. διὸ οὐχ ἕλξεις οὐδὲ ὤσεις αἱ τοιαῦται συγκρίσεις καὶ διακρίσεις· οὐδὲ γὰρ κινήσεις ὅλως εἰσὶν αἱ γενέσεις καὶ αἱ φθοραί, οὐδὲ ἕλκεσθαι ἢ ὠθεῖσθαι οἷόν τε τὸ ἔτι γινόμενον καὶ μηδέπω ὄν. ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος ἐν τῷ ἑτέρῳ ἑβδόμῳ βιβλίῳ τῷ κατὰ τὴν λέξιν ὀλίγον τι τούτου διαφέροντι καὶ τὴν σπάθησιν καὶ τὴν κέρκισιν τῇ ὤσει ὑπάγεσθαι λέγει, ἰστέον ὅτι ἐν οἷς ἔγνων ἐγὼ οὕτως ηὗρον γεγραμμένον καὶ ἡ σπάθησις δὲ καὶ ἡ κέρκισις· τὸ μὲν γὰρ αὐτῶν σύγκρισις, τὸ δὲ διάκρισις. ἰστέον δὲ ὅτι ὁ Θεμίστιος ἐν οἷς ἔγνων ἐγὼ βιβλίοις ἀπὸ ταύτης τῆς ῥήσεως τῆς λεγούσης ἅπαν δὴ τὸ φερόμενον ἢ αὐτὸ ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑπ’ ἄλλου ἤρξατο τοῦτο τὸ βιβλίον παραφράζειν τῶν μέχρι τοῦδε ῥηθέντων ἐν αὐτῷ καταφρονήσας, καὶ οὐδὲ ἐν τοῖς ἑξῆς τὴν συνέχειαν φυλάττει.

并且他还把推开和推聚归属于推和拉;因为推开是彼此推离,而推离是推,推聚则是拉,而拉要么朝向自身,要么朝向他物。然而,推聚似乎也表示某种推,但不是像推开那样是分离性的,而是更加聚集性和压实性的。并且他说,推开和推聚的种也将归属于推和拉之下。推开的种有投梭、吐出、呼气以及一切分离性运动,而推聚的种有打纬、吸气、食物或饮品的吸入,以及简言之的一切结合性运动。因为为了不至于因逐一考察个别事物而拉长论述,同时又对遗漏之物引起怀疑,他把所有此类运动归于结合与分离,并说分离是某种推,而结合是拉。在说了所有结合与分离都将是推聚与推开之后,他接着补充道:“除了那些处于生成与消灭之中的”。因为既然阿那克萨戈拉、留基伯和德谟克利特的追随者们认为一切生成与消灭都是由于结合与分离而发生的,他本人并不赞同这一点。但是他说,即使果真有些事物是按照结合与分离而生成与消灭的,这种结合与分离也不会被归为推聚与推开,也不会通过它们而被归为拉和推。因为被推聚和被推开之物,是在实体上存在着并保持其所是的状态下被说成被推开和被推聚、以及一般而言被推和被拉的,而生成和消灭之物并不保持在其固有的实体中,而是依照生成与消灭发生变化,因为此类变化是属于实体的。因此,这类结合与分离既不是拉也不是推;因为生成与消灭根本就不是运动,而且尚在生成中、尚未存在之物也不可能被拉或被推。然而,既然亚历山大在文字上与此略有不同的另一本第七卷中说打纬和投梭两者都被归于推之下,应当知道,在我所了解的抄本中,我发现是这样写的:“并且打纬和投梭也是;因为它们中的一个是结合,另一个是分离。”还应当知道,特米斯蒂乌斯在我所了解的书本中,是从“凡被承载之物,或者由其自身所推动,或者由他物”这一句话开始对这一卷进行释义的,他无视了此卷中迄今为止所说的内容,而且在随后的部分中也没有保持连续性。

语法注2 条
  1. 7.7εἰ δὲ γίνεται ὅλως, φησί, τινὰ καὶ φθείρεται κατὰ σύγκρισιν καὶ διάκρισιν, οὐκ ἂν ἡ σύγκρισις αὕτη καὶ διάκρισις ἀνάγοιτο

    这是一个混合条件句,条件从句使用直说式现在时(εἰ δὲ γίνεται ... καὶ φθείρεται),主句则采用 ἄν 搭配祈愿式(οὐκ ἂν ... ἀνάγοιτο)。亚里士多德本人并不承认生成和消灭即是结合与分离,此处构建的是一种让步性的推论:即便为了论证而假设自然哲学家的这一前提成立,也依然推导不出其可以归结为推和拉这一结论。

  2. 7.7τὸ μὲν γὰρ συνωθούμενον καὶ διωθούμενον ὄντα κατὰ τὴν οὐσίαν καὶ μένοντα, ἅπερ ἐστί

    语法主语 τὸ συνωθούμενον καὶ διωθούμενον 是中性单数,但随后的分词 ὄντα 和 μένοντα 以及关系代词 ἅπερ 却采用了中性复数。这是依意合义(κατὰ σύνεσιν)的结构,与该单数实体分词所蕴含的复数个别事物相一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1050.9-1051.13