- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1049.1-1050.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德对位置运动的分类(自身运动与四种外部强迫运动:拉、推、载、转),解释了推进、推开和投掷如何归属于“推”,以及在投掷中推动者如何通过与空气的直接接触而仍与被推动者保持在一起。
"“Ἅπαν δὴ τὸ φερόμενον ἢ αὐτὸ ὑφ’ ἑαυτοῦ κινεῖται ἕως τοῦ πλὴν ὅσαι ἐν γενέσει καὶ φθορᾷ εἰσί." Φερόμενον μὲν λέγει τὸ κατὰ τόπον κινούμενον καὶ ἀπὸ τῆς φορᾶς οὕτω προσαγορευόμενον. ὅτι δὲ ὄντος τοῦ κινουμένου ἀνάγκη καὶ τὸ κινοῦν εἶναι, δῆλον, εἴπερ πᾶν τὸ κινούμενον ὑπό τινος ἐδείχθη κινεῖσθαι. διελὼν δὲ τὰ κατὰ τόπον κινούμενα εἴς τε τὰ ὑφ’ ἑαυτῶν κινούμενα καὶ ἐν ἑαυτοῖς ἔχοντα τὸ κινοῦν, ὥσπερ τὰ ζῷα ἐν ἑαυτοῖς ἔχει τὴν ψυχὴν κινοῦσαν τὸ σῶμα, καὶ εἰς τὰ ἔξωθεν καὶ ὑπ’ ἄλλου κινούμενα (παρὰ γὰρ τούτους τοὺς τρόπους οὐκ ἔστιν κινεῖσθαι) τὰ μὲν ὑφ’ ἑαυτῶν κινούμενα φανερῶς, φησίν, ἐν ἑαυτοῖς ἅμα τὸ κινοῦν ἔχει τῷ κινουμένῳ, μὴ κεχωρισμένον αὐτοῦ μηδὲ διαλαμβανόμενον ὑπό τινος μεταξὺ παρεμπίπτοντος· οὕτω γὰρ ἡ ψυχὴ σύνεστι τῷ σώματι κινοῦσα αὐτό, κἂν μὴ σωματικῶς κινῇ. ἡ δὲ ὑπό τινος ἔξωθεν κινοῦντος γινομένη κίνησις, βίαιος οὖσα δηλονότι καὶ οὐ κατὰ φύσιν, τέτταρας ἔχει τὰς ἀνωτάτω διαφοράς· ἢ γὰρ ἕλκει τὸ κινοῦν ἢ ὠθεῖ ἢ ὀχεῖ ἢ δινεῖ. ὅτι δὲ οὗτοι μόνοι τρόποι τῆς ἔξωθεν καὶ ὑπ’ ἄλλου γινομένης βιαίου κινήσεώς εἰσι, δείκνυσιν ἐκ τοῦ πάσας τὰς ὑπ’ ἄλλου βίᾳ γινομένας κινήσεις ὑπό τινα τούτων ἀνάγεσθαι τῶν διαφορῶν. τὴν μὲν γὰρ ἔπωσιν καὶ τὴν ἄπωσιν ὑπὸ τὴν ὦσιν ἀνάγει. εἰ γάρ ἐστιν ἡ ὦσις, ὡς αὐτὸς μετ’ ὀλίγον ὁρίζεται, ἡ ἀφ’ ἑαυτοῦ πρὸς ἄλλο ἢ ἀπ’ ἄλλου πρὸς ἄλλο, ἔπωσις δέ ἐστιν ὅταν καὶ ἀφ’ ἑαυτοῦ τινι κινουμένῳ ἀκολουθοῦν τι ἐπωθῇ αὐτό,1 ἄπωσις δὲ ὅταν ἀφ’ ἑαυτοῦ ἢ ἀπ’ ἄλλου ὠθῆταί τι ὑπὸ τοῦ κινοῦντος μὴ ἐπακολουθοῦντος τῷ κινουμένῳ, κοινὴ οὖν ἀμφοῖν ἡ ὦσις, διαφέρουσι δὲ ἡ ἔπωσις καὶ ἡ ἄπωσις τῷ ἐπακολουθεῖν ἢ μή. καὶ τὴν ῥῖψιν δὲ εἰς τὴν ὦσιν ἀνάγεσθαί φησιν· ἕως γὰρ τότε ῥιπτεῖσθαι λέγεταί τι, ἕως ἂν ἡ σφοδρότης τῆς ὤσεως ἐπικρατῇ τῆς οἰκείας τοῦ ῥιπτουμένου κινήσεως· ὅταν δὲ ἐκείνης ἐκλυθείσης αὕτη ἐπικρατήσῃ, οἷον εἰ λίθος εἴη, οὐκέτι κατὰ τὴν ῥῖψιν φέρεται πλάγιος εἰ τύχοι ἢ πρὸς τὸ ἄνω, ἀλλὰ κατὰ τὴν οἰκείαν ῥοπὴν ἐπὶ τὸ κάτω. ὦσις οὖν τίς ἐστι καὶ ἡ ῥῖψις· κἂν γὰρ ἐπὶ τὸ κάτω τις ῥίψῃ τὸν λίθον, ἕως μὲν ἡ τοῦ ῥίψαντος ὦσις ἐπικρατεῖ τῆς κατὰ φύσιν κινήσεως, ῥῖψίς ἐστιν ἡ κίνησις, ἐκλυθείσης δὲ ἐκείνης καὶ τῆς κατὰ φύσιν κρατούσης, οὐκέτι ῥῖψις οὐδὲ ὦσις. καὶ ἐπὶ τῆς ῥίψεως δέ, κἂν τὸ ῥῖψαν μηκέτι ἅπτηται τοῦ ῥιφθέντος, ἀλλ’ ὅ γε ἀὴρ2 προσεχῶς αὐτὸ κινῶν τὴν ἀρχὴν ἀπὸ τοῦ πρώτου κινήσαντος λαβὼν καὶ εὐφυῶς ἔχων πρὸς τὴν ἐπὶ τὸ πλάγιον κίνησιν διὰ τὸ μήτε βαρὺς ἁπλῶς εἶναι μήτε κοῦφος ὠθεῖ τὸ ῥιφθὲν ἐφαπτόμενος αὐτοῦ, ὥσπερ αὐτὸν ὁ πρῶτος κινήσας ἄνθρωπος εἰ τύχοι ἢ ὁ παρ’ ἐκείνου τὴν δύναμιν τοῦ κινεῖν κατὰ τὸ συνεχὲς διαδεξάμενος ἀήρ·3 οὕτω γὰρ αὐτὸς ἐν τῷ ἐφεξῆς βιβλίῳ τὴν ῥῖψιν αἰτιολογεῖ τὴν ἀντιπερίστασιν μὴ προσίεμενος.
“凡被承载之物,或者由其自身所推动”直至“除了那些处于生成与消灭之中的”。 他所谓“被承载之物”,是指就位置而言运动并且由位移而得名之物。而既然被推动之物存在,推动者也必然存在,这是显而易见的,既然已经证明凡被推动之物都是被某物所推动。在将就位置运动的事物划分为由自身运动且在自身之内具有推动者之物(正如动物在自身之内具有推动身体的灵魂),以及从外部且由他物运动之物之后(因为除了这些方式之外不可能运动),他说,由自身运动之物显然在自身之内将推动者与被推动者合在一起,既不与其相分离,也不被任何介入其中之物所阻隔;因为灵魂正是这样与身体同在并推动它,即使它不是以物体的方式推动。另一方面,由从外部推动的某物所产生的运动——显而易见是强迫的而非合乎本性的——具有四种最根本的差异:因为推动者要么拉,要么推,要么载,要么转。而这些是从外部且由他物产生的强迫运动的仅有方式,他通过证明所有由他物以强迫方式产生的运动都归属于这些差异之一来表明这一点。因为他把推进和推开归于推。因为如果推正如他不久后所定义的那样,是从自身向着他物或从他物向着他物的[运动],而推进是当某物跟随着从自身离去而运动的某物并进而推之,推开则是当某物从自身或从他物被推动者所推、而推动者并不跟随被推动之物时,那么推对于二者是共通的,而推进与推开的差异在于是否跟随。而且他说,投掷也归于推;因为只要推的猛烈程度压倒被投掷之物固有的运动,某物就被说成正在被投掷;但是当那一猛烈程度减弱而这一固有运动占上风时(例如如果是一块石头),它就不再按照投掷(假定是向侧面或向上)被承载,而是按照其固有的倾向向下被承载。因此投掷也是一种推;因为即使有人向下投掷石头,只要投掷者的推压倒合乎本性的运动,该运动就是投掷,但是当那一推力减弱而合乎本性的运动占主导时,就既不再是投掷也不是推了。并且在投掷的情况下,即使投掷之物不再接触被投掷之物,然而直接推动它的空气至少从最初的推动者那里接受了起点,并且由于既非单纯沉重也非轻盈而自然适于向侧面的运动,在接触被投掷之物的同时推着它,正如最初推动的人(假定如此),或者从那个人相继接过推动之力量的空气[推动它一样];因为他自己在下一卷中正是这样对投掷进行因果解释的,而不采纳互换位置说。
- 7.7ἀφ’ ἑαυτοῦ τινι κινουμένῳ ἀκολουθοῦν τι ἐπωθῇ αὐτό
与格 τινι κινουμένῳ 是分词 ἀκολουθοῦν 的宾语,指“从自身离去而运动的某物”。主语是随后的不定代词 τι,它作为主语与谓语动词 ἐπωθῇ 搭配,并以代词 αὐτό(即 τινι κινουμένῳ)为直接宾语。
- 7.7καὶ ἐπὶ τῆς ῥίψεως δέ, κἂν τὸ ῥῖψαν μηκέτι ἅπτηται τοῦ ῥιφθέντος, ἀλλ’ ὅ γε ἀὴρ
此句属于在让步从句 κἂν... 之后由 ἀλλά 引入主句的句式(“即使……,然而至少……”)。主句的主语是 ὅ γε ἀήρ,由分词 κινῶν、λαβών、εὐφυῶς ἔχων 作定语修饰,支配主要动词 ὠθεῖ。
- 7.7ὥσπερ αὐτὸν ὁ πρῶτος κινήσας ἄνθρωπος εἰ τύχοι ἢ ὁ παρ’ ἐκείνου τὴν δύναμιν τοῦ κινεῖν κατὰ τὸ συνεχὲς διαδεξάμενος ἀήρ
在 ὥσπερ 引导的从句中省略了谓语动词。参照前文的 ὠθεῖ τὸ ῥιφθὲν ἐφαπτόμενος αὐτοῦ,此处的省略应理解为主语(最初推动的人或在先的空气)推动了它(代词 αὐτόν 指当前推动投掷物的空气)。
