← 辛普里丘

亚里士多德《物理学》注释

§104.7-105.27

麦里梭推论的逻辑谬误与欧德谟的见证

在探讨亚里士多德对麦里梭的反驳中,辛普利丘完成了关于有的充实与不动的麦里梭引文,剖析了其因否定前件而导致无效换位的逻辑谬误,并引述欧德谟的见证加以考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#2

εἴη γὰρ ἂν οὕτως ἀραιότερον αὑτοῦ καὶ πυκνότερον. τοῦτο δὲ ἀδύνατον. τὸ γὰρ ἀραιὸν ἀδύνατον ὁμοίως πλῆρες εἶναι τῷ πυκνῷ. ἀλλ’ ἤδη τὸ ἀραιόν γε κενότερον γίνεται τοῦ πυκνοῦ· τὸ δὲ κενὸν οὐκ ἔστιν. εἰ δὲ πλῆρές ἐστι τὸ ὂν ἢ μή, κρίνειν χρὴ τῷ εἰσδέχεσθαί τι αὐτὸ ἄλλο ἢ μή· εἰ γὰρ μὴ εἰσδέχεται, πλῆρες. εἰ δὲ εἰσδέχοιτό τι, οὐ πλῆρες. εἰ οὖν μὴ ἔστι κενόν, ἀνάγκη πλῆρες εἶναι· εἰ δὲ τοῦτο, μὴ κινεῖσθαι, οὐχ ὅτι μὴ δυνατὸν διὰ πλήρους κινεῖσθαι, ὡς ἐπὶ τῶν σωμάτων λέγομεν, ἀλλ’ ὅτι πᾶν τὸ ὂν οὔτε εἰς ὂν δύναται κινηθῆναι (οὐ γὰρ ἔστι τι παρ’ αὐτό) οὔτε εἰς τὸ μὴ ὄν· οὐ γὰρ ἔστι τὸ μὴ ὄν.” Ταῦτα μὲν οὖν ἀρκεῖ τῶν Μελίσσου ὡς πρὸς τὴν Ἀριστοτέλους ἀντίρρησιν· τὰ δὲ λήμματα αὐτοῦ ὡς συνελόντι φάναι τοιαῦτα· ‘τὸ ὂν οὐ γέγονε· τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, ἐπειδὴ τὸ γενόμενον ἀρχὴν ἔχει· τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον· τὸ ἄπειρον μεθ’ ἑτέρου δεύτερον1 οὐκ ἂν εἴη, ἀλλ’ ἕν· τὸ δὲ ἓν καὶ ἄπειρον ἀκίνητόν ἐστιν’. ἐν δὴ τούτοις πρῶτον εὐθύνει τὸν πρῶτον λόγον τὸν λέγοντα, ‘εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’. κἀν τούτῳ πρῶτον μὲν ἐλέγχει τὸ ἀσυλλόγιστον, εἶτ’ αὐτὸ τὸ ψεῦδος αἰτιᾶται τῶν λημμάτων· μεῖζον γὰρ ἐν συλλογισμῷ πταῖσμα τὸ κατὰ τὸ σχῆμα τοῦ κατὰ τὰς προτάσεις. σημεῖον δὲ τὸ ἐκ μὲν σχήματος ἡμαρτημένου μηδέποτε γίνεσθαι συλλογισμόν, ἐκ δὲ προτάσεων ψευδῶν γίνεσθαι, ἐὰν τεθῆναι μόνον συγχωρηθῶσιν ‘ὁ ἄνθρωπος πτηνός. τὸ πτηνὸν γελαστικόν. ὁ ἄνθρωπος γελαστικός’. τὸ μὲν ἀσυλλόγιστον ἐκ τοῦ τὴν ἀκολουθίαν ἀνάπαλιν ἤπερ ἐχρῆν λαβεῖν ᾐτιάσατο· οὐ γὰρ ἕπεται τῷ ‘τὸ γενόμενον ἀρχὴν ἔχει’ τὸ ‘τὸ μὴ γενόμενον ἀρχὴν μὴ ἔχει’, ἀλλὰ τὸ ‘τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονεν’. ἐν γὰρ τοῖς συνημμένοις τότε ὑγιὴς ἡ κατὰ ἀντιστροφὴν ἀκολουθία, ὅταν τὸ ἀντικείμενον τοῦ ἑπομένου λαβόντες ἐπενέγκωμεν τὸ τοῦ ἡγουμένου ἀντικείμενον. τῆς γὰρ προτάσεως τῆς λεγούσης ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν’ ἡ ἀντιστροφὴ ‘εἰ μὴ ζῷον, οὐδὲ ἄνθρωπος’, τὸ δὴ πρῶτον, τὸ ἄρα δεύτερον· ἀλλ’ οὐχὶ ‘εἰ μὴ ἄνθρωπος, οὐδὲ ζῷον’. ὥστε καὶ ἐπὶ τοῦ Μελίσσου λόγου ὑγιὴς ἂν ἦν ἡ ἀκολουθία, εἰ τὸ ἀντικείμενον τῷ ἑπομένῳ λαβόντες ‘τὸ ἀρχὴν μὴ ἔχον’ συνηγάγομεν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ τὸ ‘οὐ γέγονε’. καὶ ἦν ἂν τὸ ὅλον τοιοῦτον· ‘εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε’ τὸ δὴ πρῶτον, τὸ ἄρα δεύτερον. ἀλλ’ οὐδὲν ἦν τοῦτο τῷ Μελίσσῳ λυσιτελές. εἰ γὰρ προσληφθῇ πρότασις ἡ λέγουσα ‘τὸ δὲ ὂν οὐ γέγονεν’, ἔσται 〈ὁ〉 ὅλος συλλογισμός ‘τὸ ὂν οὐ γέγονε τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε’. καὶ ἔστι τὸ μὲν σχῆμα δεύτερον, ἀσυλλόγιστος δὲ ἡ συζυγία, διότι κἂν μὴ ὦσιν ἀποφάσεις ἀλλ’ ἐκ μεταθέσεως καταφάσεις, ἐν δευτέρῳ σχήματι ἐκ δύο ὁμοιοσχημόνων2 οὐ συνάγεταί τι ἀναγκαῖον. λαβὼν δὲ ὁ Μέλισσος ὅτι ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’ καὶ προδείξας ὅτι τὸ ὂν οὐ γέγονεν, οὔτε γὰρ ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος αὐτὸ γενέσθαι δυνατόν’, συνήγαγεν ὅτι ‘τὸ ὂν ἀρχὴν οὐκ ἔχει’. ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι καὶ ἡ ἀπὸ τοῦ ἡγουμένου ἀντιστροφὴ ἀληθής ἐστι πολλάκις, ἐφ’ ὧν ἐξισάζει τὸ ἑπόμενον τῷ ἡγουμένῳ· εἰ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν, καὶ εἰ μὴ ἄνθρωπος, οὐ ζῷον λογικὸν θνητόν. ἀλλ’ ἐπὶ τούτων ὧν ἔλαβεν ὁ Μέλισσος οὐ δοκεῖ ἐξισάζειν· κἂν γὰρ τὸ γενόμενον πᾶν ἀρχὴν ἔχῃ τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένον ὄν,3 ἀλλὰ τὸ πεπερασμένον οὐ πᾶν γέγονεν, ὡς ἥλιος καὶ σελήνη καὶ οὐρανός. ὁ μέντοι Εὔδημος καὶ διὰ τούτων τῶν λημμάτων οὐδὲν ἄλλο δείκνυσθαί φησιν ἢ ὅπερ ἐξ ἀρχῆς, ὅτι τὸ ὂν ἀγένητόν ἐστιν· ἡ γὰρ ὑγιὴς ἀντιστροφή ἐστι ‘τὸ μὴ ἔχον ἀρχὴν ἀγένητόν ἐστι, τὸ δὲ ὂν οὐκ ἔχει ἀρχήν’. λέγεται δὲ οὕτως “οὐ γὰρ εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει· μᾶλλον δὲ τὸ μὴ ἔχον ἀρχὴν οὐκ ἐγένετο. οὕτω γὰρ ἐπὶ τῶν ἀποφάσεων ἡ ἀκολούθησις γίνεται. ἀγένητον οὖν αὐτῷ γίνεται τὸ ὄν. οὐ γὰρ ἔχει ἀρχήν”.

“因为这样它就会变得比自身更稀疏且更致密。但这是不可能的;因为稀疏者不可能与致密者同样充实。相反,稀疏者立刻就会变得比致密者更空虚;然而虚空是不存在的。而有是否充实,应当根据它自身是否接纳别的东西来判定:如果它不接纳,就是充实的;但如果它接纳了某物,就不是充实的。因此,如果虚空不存在,它必然是充实的;而若是如此,它必然不运动,这并不是因为不可能穿过充实之物而运动(正如我们谈论物体时所说的那样),而是因为有之整体既不可能向有运动(因为在它之外无物存在),也不可能向非有运动(因为非有是不存在的)。” 麦里梭的这些论述,就应对亚里士多德的反驳而言,便已经足够了。而他的诸前提简而言之如下:“有未曾生成;未生成之物没有起点,因为生成之物有起点;没有起点之物是无限的;无限者不可能与另一物并存为第二者,而是一;而既一且无限者是不动的”。 在这些论点中,[亚里士多德]首先纠正了那条主张“如果生成之物有起点,未生成之物就没有起点”的第一条论据。在此论据中,他首先驳斥其非三段论法性,继而指责前提本身的虚假;因为在三段论中,由于格式而产生的错误是比由于前提而产生的错误更大的失误。其标志在于,由错误的格式绝不可能产生三段论,而由假的前提却能产生,只要准许它们被设定:“人是有翼的。有翼者能笑。人能笑”。 他因推理结论的方向与理应的方向相反,而指责其为非三段论法;因为从“生成之物有起点”得出的并不是“未生成之物没有起点”,而是“没有起点之物未曾生成”。因为在假言命题中,唯有当我们取后件的对立面并进而引出前件的对立面时,依换位的推导才是健全的。例如,“若是人,也是动物”这一命题的换位是“若非动物,也非人”,且“既然第一者成立,所以第二者成立”;而不是“若非人,也非动物”。因此在麦里梭的论证中,如果取后件的对立面“没有起点之物”,并推导出前件的对立面“未曾生成”,其推导也会是健全的。而整个论证本该是这样的:“如果生成之物有起点,没有起点之物未曾生成;既然第一者成立,所以第二者成立”。但这对于麦里梭毫无益处。因为若是附加上“然而有未曾生成”这一命题,整个三段论就将是:“有未曾生成;没有起点之物未曾生成”。虽然这一格式是第二格,但这种结合是非三段论式的,因为即使它们不是否定命题而是通过换质的肯定命题,在第二格中由两个同形式的前提也推导不出任何必然的结论。然而麦里梭取了“未生成之物没有起点”,并预先表明了有未曾生成(“因为无论从有还是从非有,它都不可能生成”),便推导出了“有不具有起点”。 但或许有人会说,在前件与后件相等的事物上,从前件出发的换位也往往是真的;因为如果人是有理性的可死动物,那么若不是人,也不是有理性的可死动物。但是在麦里梭所取的这些事物上,它们似乎并不相等;因为即使一切生成之物作为有限之物都具有依事物而言的起点,但并非一切有限之物都生成了,例如太阳、月亮和天。然而欧德谟说,即便通过这些前提,所证明的也无非是最初的论点,即有是未生成的;因为健全的换位是“没有起点之物是未生成的;然而有不具有起点”。其言如下:“因为并非如果生成之物有起点,未生成之物就没有起点;相反,没有起点之物未曾生成。因为在否定命题中,推导是这样进行的。因此对他而言,有变成了未生成的;因为它没有起点”。

语法注3 条
  1. 1.16τὸ δὴ πρῶτον, τὸ ἄρα δεύτερον

    古代假言三段论中肯定前件式(modus ponens)的标准程式句,省略了谓词,“既然第一项[前件]成立,所以第二项[后件]成立”。

  2. 1.16ἐκ δύο ὁμοιοσχημόνων

    逻辑学用语,意为“从具有相同质(同为肯定或同为否定)的两个前提中”(此处指两前提皆为否定,或通过换质皆为肯定)。在第二格三段论中,若两前提质相同,则不能必然得出有效结论。

  3. 1.16τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένον ὄν

    τὴν 指代省略的名词 ἀρχήν(起点),由 κατὰ τὸ πρᾶγμα(依事物而言)修饰。πεπερασμένον ὄν 为附带分词,与主语 τὸ γενόμενον πᾶν(一切生成之物)一致,表示伴随状况或原因(“即使一切生成之物都具有依事物而言的起点,作为有限者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:104.7-105.27