← 辛普里丘

亚里士多德《物理学》注释

§1047.30-1048.25

第一动力推动者与被推动者的接触

辛普里丘注解了亚里士多德在243a3处的引论部分,即论证第一动力推动者与被推动之物在一起(即中间无他物=接触),澄清了“推动者”和“第一”的多义性,并指明了从位移开始依次考察各运动种类的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6

" Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκα ἕως τοῦ πρώτη γὰρ αὕτη τῶν κινήσεων." Ἵνα δείξῃ μίαν τῷ ἀριθμῷ γινομένην κίνησιν τὴν ἐκ τῆς ἐπ’ ἄπειρον τῶν κινούντων καὶ1 κινουμένων ὑποθέσεως, καὶ τούτῳ τὸ ἀδύνατον ἐπαγάγῃ τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον κινεῖσθαι κίνησιν, ἐχρήσατο τῷ τὸ προσεχῶς κινοῦν ὀφείλειν ἅπτεσθαι τοῦ κινουμένου ἢ συνεχὲς αὐτῷ εἶναι.2 τοῦτο δὲ τότε μὲν ἀπὸ τῆς ἐπαγωγῆς ἐπιστώσατο εἰπὼν “καθάπερ ὁρῶμεν ἐπὶ πάντων”, νῦν δὲ ἀποδεῖξαι αὐτὸ καθ’ ἕκαστον κινήσεως εἶδος προτίθεται, ὅτι τὸ προσεχῶς κινοῦν ἀνάγκη ἅμα εἶναι τῷ κινουμένῳ. ἐπειδὴ δὲ τὸ κινοῦν διττόν, τὸ μὲν ὡς τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τοῦτ’ ἔστι τὸ ποιητικόν, τὸ δὲ ὡς τὸ οὗ ἕνεκεν, τοῦτ’ ἔστι τὸ τελικόν, περὶ τοῦ ποιητικοῦ νῦν αὐτῷ ἡ ἀπόδειξις γίνεται. τὸ γὰρ ὡς τέλος κινοῦν καὶ ὅλως τὸ ὀρεκτὸν οὐχ ἅμα τῷ κινουμένῳ· ἡ γὰρ ὄρεξις μὴ παρόντος μάλιστά ἐστιν, ἔκτασις ἐπ’ αὐτὸ οὖσα. πρῶτον δὲ κινοῦν λέγεται μὲν καὶ τὸ τὴν αἰτίαν ἐνδιδὸν τῆς κινήσεως κἂν δι’ ἄλλων τινῶν μεταξὺ κινήσεων, ὡς ὁ διὰ σχοίνων ἕλκων ἢ διὰ ῥάβδου ὠθῶν. οὕτω δὲ καὶ τὸ πρώτιστον αἴτιον τῆς κινήσεως τὸ ἀκίνητον τὰ ἐνταῦθα λέγεται καὶ ὡς ποιητικὸν κινεῖν. πρῶτον δὲ κινοῦν λέγεται καὶ τὸ προσεχῶς κινοῦν, ὡς νῦν ἐχρήσατο τῷ ὀνόματι τὸ πρῶτον οὕτω κινοῦν ἅμα λέγων τῷ κινουμένῳ. ὅπως δὲ τὰ ἅμα λέγει, αὐτὸς ἐξηγήσατο εἰπὼν λέγω δὲ τὸ ἅμα ὅτι οὐδέν ἐστι μεταξύ, ὃ ταὐτόν ἐστι τῷ ἅπτεσθαι. ἅπτεσθαι γὰρ ἐκεῖνα ἐλέγετο, ὧν τὰ ἄκρα ἅμα, ὥστε μηδὲν ἔχειν μεταξύ. εἰπὼν δὲ ὅτι τοῦτο κοινόν ἐστιν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντος, δῆλον ὅτι τοῦ οὕτως, ὡς εἴρηται, ποιητικῶς κινοῦντος διαιρεῖ λοιπὸν τὰ εἴδη τῆς κινήσεως εἰς τὴν κατὰ τόπον καὶ κατὰ ποιὸν καὶ κατὰ ποσόν, καὶ τρία τὰ κινοῦντα λαβὼν τὸ φέρον καὶ τὸ ἀλλοιοῦν καὶ τὸ αὖξον ἢ φθῖνον, ἐπὶ πρώτης τῆς φορᾶς ὡς πρώτης οὔσης τῶν κινήσεων, ὡς δείξει ἐν τῷ ἐφεξῆς βιβλίῳ, τὸν λόγον ποιεῖται.

“但是第一推动者,不是作为目的因”直至“因为这是诸运动中最在先的”。 为了表明由推动者与被推动者走向无限的假设中产生了一个在数量上单一的运动,并由此导出在有限时间内作无限运动这一不可能之事,他利用了直接推动之物必须接触被推动之物或与其相连续这一事实。而这一点,当时他是通过归纳来确立的,说“正如我们在一切事物中所见的那样”,但现在他打算就运动的每一个种来证明:直接推动之物必然与被推动之物在一起。但是既然推动者有两种,一种是作为运动的始点所由出的推动者,即动力因,另一种是作为目的的推动者,即目的因,所以他现在的证明是关于动力因的。因为作为目的而推动的事物以及一般的欲求对象并不与被推动之物在一起;因为欲求主要是针对不现存之物的,是对其伸展出的追求。而且,“第一推动者”既指给出运动原因之物,即使是通过中介的其他某些运动,例如通过绳索拉动者或通过木杖推动者。以这种方式,最根本的运动原因即不动者,也被说成亦作为动力因而推动此世之物。然而“第一推动者”也指直接推动之物,他现在正是这样使用了这一名称,说以这种方式的第一推动者与被推动之物在一起。至于他所谓的“在一起”是指什么,他自己通过说“我说在一起,是指中间没有任何东西”作出了解释,这与“接触”是同一回事。因为那些极限在一起从而中间没有任何东西的事物,曾被说成是相接触的。在说明了这一点对于一切被推动者和推动者(显然是指如前所述作为动力因而推动的事物)都是共通的之后,他最后将运动的诸种划分为就位置而言的、就性质而言的和就数量而言的,并设定了三种推动者,即承载者、改变者与使增减者;由于如他在下一卷中将证明的那样,位移是诸运动中最在先的,因而他首先针对位移展开论证。

语法注2 条
  1. 7.6πρῶτον δὲ κινοῦν λέγεται μὲν καὶ ... πρῶτον δὲ κινοῦν λέγεται καὶ

    通过 μέν...δέ 对比“第一推动者”(πρῶτον κινοῦν)的两种含义:前者指运动的根本源头(即便通过中间工具,或不动的第一推动者),后者指直接接触推动的近因(τὸ προσεχῶς κινοῦν)。辛普里丘澄清亚里士多德在此处是在后一种意义上使用 πρῶτον 的。

  2. 7.6ἐχρήσατο τῷ τὸ προσεχῶς κινοῦν ὀφείλειν ἅπτεσθαι τοῦ κινουμένου ἢ συνεχὲς αὐτῷ εἶναι

    作为动词 ἐχρήσατο 的补足语,与格定冠词 τῷ 引导了名词化不定式 ὀφείλειν,其逻辑主语为宾格 τὸ προσεχῶς κινοῦν(直接推动之物)。ὀφείλειν 进一步支配由 ἤ 并列的两个补足不定式 ἅπτεσθαι 与 εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1047.30-1048.25