← 辛普里丘

亚里士多德《物理学》注释

§1046.4-1047.29

连续运动体之无限运动的不可能性与第一推动者

辛普里修阐明相接触的推动者与被推动者构成一个连续体,其运动为单一的无限运动;并解释了以此假设导出的荒谬结论如何驳倒无限倒退,从而确立第一推动者的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5

" Ἀλλ’ εἰ τὸ κινοῦν πρῶτον κατὰ τόπον ἕως τοῦ οὐδὲν προσήκει διὰ τοῦτο γίνεσθαι ἀδύνατον." Πολλῶν μὲν ὄντων καὶ ἀπείρων τῷ πλήθει τῶν κινούντων καὶ κινουμένων οὐδὲν ἀδύνατον ἕπεται τῷ τὰς ἀπείρους κινήσεις ἅμα ἐν πεπερασμένῳ γίνεσθαι χρόνῳ,1 ἀλλ’ ἕν τι γίνεται, φησί, τὸ ἐκ πάντων τῶν κινούντων καὶ κινουμένων· τὸ γὰρ κινοῦν τι κατὰ τόπον πρῶτον, τοῦτ’ ἔστι προσεχῶς καὶ μὴ δι’ ἄλλου, καὶ σωματικὴν κίνησιν κινοῦν ἀνάγκη συνεχὲς ὂν τῷ κινουμένῳ ἢ ἁπτόμενον αὐτοῦ οὕτω κινεῖν αὐτό.2 σωματικὴν δὲ λέγει κίνησιν τὴν ἀντερειστικήν· κινεῖ μὲν γὰρ καὶ τὸ πρώτως κινοῦν καὶ τὸ ἐραστόν, καὶ κατὰ τόπον κινεῖ ταῦτα, ἀλλ’ οὐ σωματικῶς· σωματικῶς γὰρ κινεῖ τὸ ὠθοῦν ἢ ἕλκον ἢ δινοῦν ἢ ὀχοῦν. τὰ δὴ τοιαῦτα ἅπτεσθαι ἀνάγκη τῶν ὑπ’ αὐτῶν κινουμένων καὶ διὰ τῆς ἁφῆς τρόπον τινὰ ἑνοῦσθαι αὐτοῖς. κἂν πλείω οὖν κἂν ἄπειρα ᾖ τὰ κινοῦντα καὶ κινούμενα ἐκ διαδοχῆς, καὶ ταῦτα ἓν ἔσται κατὰ τὴν ἁφήν· ‘εἴτε δὲ ἄπειρον, φησί, τὸ ἓν τοῦτο εἴτε πεπερασμένον, οὐδὲν διαφέρει,’ οὐχ ὅτι ἀδύνατον ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν ἁπτομένων ἀλλήλων, κἂν τῶν Δημοκρίτου ἀτόμων εἴη τῷ μεγέθει βραχύτερα, πεπερασμένον τι ἓν γίνεσθαι, ἀλλ’ ὅτι οὐ πρόκειται νῦν σκοπεῖν, εἴτε ἔστι τι ἄπειρον μέγεθος εἴτε οὐκ ἔστιν. κἂν γὰρ πεπερασμένον αὐτό τις ὑποθῆται, τῆς κινήσεως ἀπείρου οὔσης καὶ μιᾶς τῆς ἐκ τῶν ἀπείρων τῷ πλήθει κινήσεων συγκειμένης ἀκολουθήσει τὸ ἀδύνατον τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον κίνησιν κεκινῆσθαι, εἴτε τὸ πεπερασμένον μέγεθος εἴτε τὸ ἄπειρον· ἀμφοτέρως γὰρ ἀδύνατον, ὡς δέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ. καὶ νῦν δὲ ὑπέμνησεν, ὅτι ὅπως ἂν ληφθῶσιν αἱ ἄπειροι τῷ πλήθει κινήσεις, εἴτε ἴσαι εἴτε ἄνισοι μέγεθος οὖσαι, ἄπειρον τὸ ὅλον τῷ μεγέθει ποιοῦσι, προσθεὶς νῦν, ὅτι καὶ μία γίνεται κίνησις διὰ τὴν τῶν κινούντων καὶ κινουμένων ἐπαφὴν ἓν ποιοῦσαν τὸ κινούμενον. ἡ δὲ τοῦ ἑνὸς κίνησις μία· τὸ δὲ ὃ γὰρ ἐνδέχεται, ληψόμεθα ὡς ὑπάρχον περὶ τοῦ ἴσας ἢ ἀνίσους λαβεῖν εἶπεν. ἐπεὶ γὰρ ἀμφοτέρως ἐνδέχεται, ὅπερ ἂν ὑποτεθῇ, τούτῳ ἕξομεν ἀκολουθοῦν τὸ ἀδύνατον. ἄπειρον δὲ ὑποθέμενος τὸ ἐκ τοῦ ΑΒΓΔ μέγεθος ἀπείρων ὄντων τῷ πλήθει μεγεθῶν ἐν τῇ συναγωγῇ τοῦ λόγου ἢ τὸ πεπερασμένον ἢ τὸ ἄπειρον εἶπεν ὡς καθ’ ἑκάτερον τοῦ ἀδυνάτου ἀκολουθοῦντος. καὶ γὰρ ἄπειρον καὶ πεπερασμένον μέγεθος ἄπειρον κινεῖσθαι κίνησιν ἐν πεπερασμένῳ χρόνῳ ὁμοίως ἀδύνατον ἐδείχθη ἐν τῷ προλαβόντι βιβλίῳ. μετὰ δὲ τὸ διαλῦσαι τὴν ἐκ τοῦ ἀδιορίστως ὑποτεθέντος ἔνστασιν συμπεραίνεται λοιπὸν τὸν λόγον· ἀδυνάτου γὰρ δειχθέντος τοῦ ἐπ’ ἄπειρον εἶναι τὰ κινοῦντα καὶ κινούμενα, εἴπερ ἀδύνατόν τι αὐτῷ ἠκολούθησεν, ἀνάγκη τὸ ἀντικείμενον τούτῳ ἀληθὲς εἶναι, τὸ ἵστασθαι τὴν πρόοδον ταύτην καὶ μὴ ἐπ’ ἄπειρον ἰέναι ἀλλ’ εἶναί τι τὸ πρώτως κινοῦν μηκέτι αὐτὸ ὑπ’ ἄλλου κινούμενον. ἐπειδὴ δὲ οὐ δεικτικῶς ἀλλ’ ἐξ ὑποθέσεως αὐτῷ προῆλθεν ὁ λόγος τῆς ἄπειρα τῷ πλήθει τὰ κινοῦντα καὶ κινούμενα ὑποθεμένης, καὶ ταύτῃ τὸ ἀδύνατον ἐπήγαγεν, ἵνα μή τις εἴπῃ μηδὲν εἶναι δεδειγμένον, εἴπερ ἐξ ὑποθέσεως τὸ ἀδύνατον ἠκολούθησε, καλῶς ἐπήγαγεν ὅτι ‘ἡ ὑπόθεσις εἴληπται ὡς ἐνδεχομένη’. ὁ γὰρ μὴ συγχωρῶν εἶναί τι πρῶτον κινοῦν ὡς ἐνδεχομένου τοῦ ἐπ’ ἄπειρον δύνασθαι λαμβάνειν ἄλλο πρὸ ἄλλου κινοῦν τε καὶ κινούμενον3 οὕτως ἐκεῖνο οὐ συγχωρεῖ, τῷ δὲ ἐνδεχομένῳ ὑποτεθέντι οὐδὲν ἀδύνατον ἀκολουθεῖ, ἀλλὰ ἀδύνατον μὲν ἀδυνάτῳ, δυνατὸν δὲ δυνατῷ, ὡς ἐν τοῖς Ἀναλυτικοῖς ἐδιδάχθημεν. ὥστε κἂν ὡς ἐνδεχόμενον ὑποτεθῇ, οὐκ ἦν ἐνδεχόμενον. ὅταν δὲ λέγῃ ἡ γὰρ ὑπόθεσις εἴληπται ἐνδεχομένη, ἀντὶ τοῦ ὡς ἐνδεχομένη ἀκουστέον. ὥστε κἂν ἐξ ὑποθέσεως συνέβη τὸ ἀδύνατον, ἐξ ὑποθέσεως συνέβη ὡς ἐνδεχομένης ὑποτεθείσης. καὶ εἴπερ ἦν ἐνδεχομένη, οὐκ ἐχρῆν ἀδύνατόν τι αὐτῇ ἀκολουθῆσαι.

“但是,如果就位置而言作第一推动的事物”直至“不应因此产生任何不可能之事”。 即使推动者与被推动者在数量上众多且无限,无限的运动在有限的时间内同时产生并不会导致任何不可能之事,但是他说,从所有推动者与被推动者中产生了一个单一之物。因为就位置而言首先(即直接地且不通过他物)推动某物并引起物体性运动的事物,必然是通过与被推动之物相连续或与其相接触来如此推动它的。而他所说的“物体性运动”是指抗推性的运动;因为第一推动者与被爱慕之物也在推动,且它们也就位置而言推动,但并非以物体性的方式;因为推、拉、旋转或承载之物乃是以物体性的方式推动。因此,此类事物必然接触被其推动之物,并通过接触在某种方式上与它们合为一体。所以,即使相继的推动者与被推动者更多或者无限,它们也因接触而成为一。“而这一单一之物,”他说,“无论是无限的还是有限的,都毫无差别”——这并非因为由相互接触的在数量上无限的量度(即便在量度上比德谟克利特的原子还要小)不可能形成某个有限的一,而是因为现在并不打算考察是否存在某个无限的量度。因为即使有人假设它是有限的,既然运动是无限的且是由在数量上无限的诸运动所构成的一体,那么无论对于有限的量度还是无限的量度而言,在有限时间内完成了无限的运动这一不可能之事都会接踵而至;因为正如在此之前的卷中所证明的,两者都是不可能的。而现在他也提醒道,无论数量上无限的诸运动如何被设定,无论在大小上是相等的还是不等的,它们都会使整体在大小上成为无限,他现在还补充道,由于推动者与被推动者的接触使得被推动之物成为一,因而运动也成为单一的。而单一之物的运动是单一的。至于他说“因为凡是可能的,我们都将视其为现存的”,这是针对设定它们为相等或不相等而言的。因为既然两者都是可能的,无论假设哪一种,我们都会得到随之而来的不可能之事。而在设定由ΑΒΓΔ构成的量度为无限(当量度在数量上无限时)之后,他在论证的收结中说“或有限或无限”,乃是由于无论在何种情况下不可能之事都会随之产生。因为在前面的卷中同样证明了,无限或有限的量度在有限时间内作无限的运动都是不可能的。在化解了由未加限定的假设所引起的异议之后,他最终得出了论证的结论;因为既然推动者与被推动者走向无限被证明是不可能的,如果确实有某种不可能之事随之产生,那么与之相反的一面就必然为真,即这一进程停滞下来且不走向无限,而是存在某种第一推动者,其自身不再被他物所推动。但是,由于他的论证并非直接证成,而是基于假设推动者与被推动者在数量上无限的前提出发,并由此导出了不可能之事,为了不让人说如果不可能之事随假设而来就等于什么也没有证明,他适切地补充道“这一假设是作为可能的而被采纳的”。因为不承认存在第一推动者的人,正是基于认为可以无限地在另一个之前又取一个推动者与被推动者是可能的,才不承认这一点的;但对于被假设为可能的事物而言,不可能之事绝不会随之产生,而是如我们在《分析篇》中所学到的那样,不可能的出自不可能的,可能的出自可能的。因此,即使被假设为可能的,它也并不是可能的。而当他说“因为该假设是被采纳为可能的”时,应当按“作为可能的”来理解。因此,即使不可能之事是基于假设而产生的,它也是基于被设想为是可能的假设而产生的;而如果它确实是可能的,就不应该有任何不可能之事随之产生。

语法注3 条
  1. 7.5οὐδὲν ἀδύνατον ἕπεται τῷ τὰς ἀπείρους κινήσεις ἅμα ἐν πεπερασμένῳ γίνεσθαι χρόνῳ

    带定冠词的不定式与格短语 τῷ ... γίνεσθαι 作动词 ἕπεται 的补足语,意为“无限的运动在有限时间内同时产生并不会导致任何不可能之事”。此结构确立了互不相关的诸运动同时发生与因接触而联结为一个整体的运动之间的逻辑对比。

  2. 7.5τὸ γὰρ κινοῦν τι κατὰ τόπον πρῶτον, τοῦτ’ ἔστι προσεχῶς καὶ μὴ δι’ ἄλλου, καὶ σωματικὴν κίνησιν κινοῦν ἀνάγκη συνεχὲς ὂν τῷ κινουμένῳ ἢ ἁπτόμενον αὐτοῦ οὕτω κινεῖν αὐτό.

    由非人称结构 ἀνάγκη [ἐστί] 支配的“宾格加不定式”句式。逻辑主语是宾格分词短语 τὸ ... κινοῦν ... ὂν ... ἢ ἁπτόμενον,不定式主干是 κινεῖν,其宾语为末尾的 αὐτό。分词 συνεχὲς ὂν 与 ἁπτόμενον 表示方式或手段(“通过相连续或相接触”),并被副词 οὕτω 承接以修饰 κινεῖν。

  3. 7.5ὡς ἐνδεχομένου τοῦ ἐπ’ ἄπειρον δύνασθαι λαμβάνειν ἄλλο πρὸ ἄλλου κινοῦν τε καὶ κινούμενον

    由 ὡς 引导的属格独立结构。属格的名词化不定式短语 τοῦ ... δύνασθαι λαμβάνειν(“能够……取得”)作逻辑主语,中性单数属格分词 ἐνδεχομένου 作谓语。连词 ὡς 表明否定第一推动者之人所持的主观理由(“以……为可能”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1046.4-1047.29