- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1042.10-1043.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘处理了《物理学》第七卷Bekker 242a15的引文,解释了亚里士多德通过归谬法反驳无穷倒退以证明存在自身不动的第一推动者的论证,并阐发了相继诸运动的同时性以及运动在数量上为单一的条件。
" Ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι ἕως τοῦ τοῦτο δὲ ἀδύνατον." Λαβὼν ὡς δεδειγμένον τὸ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, τούτου κειμένου δείκνυσιν, ὅτι ἔστι τι τὸ πρῶτον κινοῦν καὶ οὐκ ἐπ’ ἄπειρον ἄλλο ἄλλο κινεῖ, ἀλλ’ ἔστι τι ὃ κινεῖ μὴ ὑπ’ ἄλλου κινούμενον. δείκνυσι δὲ αὐτὸ ἐπὶ τῆς κατὰ τόπον κινήσεως. ἐπειδὴ γὰρ αὕτη πρώτη τῶν κινήσεων τῷ μὴ οὔσης ταύτης μηδὲ ἄλλην τινὰ κίνησιν εἶναι, ὡς ἐν τῷ ἑξῆς βιβλίῳ μαθησόμεθα, ἐὰν ἐπὶ ταύτης δειχθῇ τὸ εἶναι τὸ πρῶτον κινοῦν, καὶ καθόλου ἂν εἴη δεδειγμένον. ἡ δὲ δεῖξις διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς πρόεισιν. ὑποθέμενος γὰρ ἐπ’ ἄπειρον ἄλλο ὑπ’ ἄλλου κινεῖσθαι, δείκνυσιν ἑπόμενον τούτῳ τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον γίνεσθαι κίνησιν, ὅπερ ἀδύνατον ἐν τῷ πρὸ τούτου δέδεικται βιβλίῳ. τὸ δὲ ὑπ’ ἄλλου κινούμενον καλῶς εἴρηται, ἵνα μὴ μόνον ὑπ’ ἄλλου εἰπὼν δόξῃ τὸ ἐν ἀρχῇ λαμβάνειν τὸ εἶναί τι τὸ πρῶτον κινοῦν· ὃ δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι οὐκ ἐπ’ ἄπειρον ἄλλο πρὸ ἄλλου κινούμενον κινεῖ. ἐπὶ τούτου οὖν τοῦ 〈τὸ〉 ὑπ’ ἄλλου κινούμενον ἀεὶ κινεῖσθαι ποιεῖται τὴν δεῖξιν1 ἀναιρῶν τούτου τὸ ἐπ’ ἄπειρον καὶ δεικνύς, ὅτι ἔστι τι πρῶτον κινοῦν μὴ ὑπ’ ἄλλου αὐτὸ κινούμενον. ὑποθέμενος οὖν τὸ κινούμενον ὑπ’ ἄλλου ἀεὶ κινουμένου καὶ αὐτοῦ ὑπ’ ἄλλου κινεῖσθαι καὶ τοῦτο ἐπ’ ἄπειρον, δείκνυσι τὸ ἑπόμενον ἀδύνατον τῇ ὑποθέσει. ἐπεὶ γὰρ τὸ κινοῦν ὑπόκειται κινούμενον αὐτὸ ὑπό τινος κινεῖν, δῆλον ὅτι ἅμα τε αὐτὸ ἔσται κινούμενον ὑπὸ τοῦ κινοῦντος αὐτὸ καὶ κινοῦν τὸ ὑφ’ ἑαυτοῦ κινούμενον, εἴπερ τῷ κινεῖσθαι ὑπ’ ἄλλου κινεῖ· ἐν τῷ αὐτῷ ἄρα χρόνῳ καὶ κατὰ τὸ αὐτὸ ἥ τε τοῦ κινοῦντος καὶ ἡ τοῦ κινουμένου κίνησις ἐπιτελεῖται (ὅτε γὰρ κινεῖται τὸ κινοῦν, τότε κινεῖ)· ὥστε ἅμα ἡ κίνησις ἔσται πάντων τῶν κινούντων τε καὶ κινουμένων. εἰ γὰρ τὸ μὲν Α ὑπὸ τοῦ Β κινοῖτο τὸ δὲ Β ὑπὸ τοῦ Γ τοῦτο δὲ ὑπὸ τοῦ Δ καὶ ἀεὶ τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου, φανερὸν ὅτι ἅμα ἔσται ἡ τοῦ Α καὶ ἡ τοῦ Β καὶ ἡ τοῦ Γ καὶ ἑκάστου τῶν κινούντων καὶ κινουμένων κίνησις, ἐπειδὴ ἕκαστον τῶν κινούντων καὶ κινουμένων ἓν κατ’ ἀριθμόν ἐστι, τοῦ δὲ ἑνὸς κατ’ ἀριθμὸν μία κατ’ ἀριθμὸν ἡ κίνησις· κἂν γὰρ ἡ ἐκ πάντων μία καὶ συνεχὴς γίνηται, ἀλλ’ ἡ μία αὕτη σύγκειται ἐκ τῶν κατ’ ἀριθμὸν τοσούτων, ὅσα ἐστὶ τὰ κινοῦντα καὶ κινούμενα· κἂν γὰρ ἅμα πάντα κινῆται, ἀλλ’ ἕκαστον αὐτῶν ἰδίαν κίνησιν κινεῖται διωρισμένα κατ’ ἀριθμόν. τοῦ γὰρ ἀριθμῷ ἑνὸς μία ἡ κατ’ ἀριθμὸν κίνησις καὶ ὡρισμένη τῷ ἑνί. πᾶσα γὰρ κίνησίς φησιν ἔκ τινος εἴς τι. τοῦτο γάρ ἐστι τὸ κινήσει εἶναι καὶ ὅλως μεταβολῇ τὸ εἶναι ἔκ τινος εἴς τι2 καὶ ὡρίσθαι τῷ ἐξ οὗ καὶ τῷ εἰς ὅ. εἰπὼν δὲ ὅτι ἑκάστου τῶν κινούντων καὶ κινουμένων μία τῷ ἀριθμῷ κίνησις, δείκνυσιν ὅτι ‘ἡ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κατὰ ἀριθμὸν ἐν τῷ αὐτῷ κατ’ ἀριθμὸν χρόνῳ γινομένη’. ἐκ τοῦ αὐτοῦ δὲ τὸ ἐξ οὗ λέγει καὶ εἰς τὸ αὐτὸ τὸ εἰς ὅ, εἴτε τὸ αὐτό ἐστιν εἴτε ἕτερον τὸ ἐξ οὗ καὶ εἰς ὅ. καὶ ὁ χρόνος δὲ ἂν μὴ εἷς ᾖ καὶ συνεχὴς τῆς ἀπό τινος εἴς τι κινήσεως ἀλλὰ διαλείπων, οὐκ ἔστι μία ἡ κίνησις· ἂν γὰρ ἐκ τοῦδε τοῦ λευκοῦ εἰς τόδε τὸ μέλαν μεταβάλλῃ μὴ ἐν ἑνὶ κατ’ ἀριθμὸν καὶ συνεχεῖ χρόνῳ, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ, εἰ καὶ ὅτι μάλιστα ἓν κατ’ ἀριθμὸν εἴη τό τε ἐξ οὗ καὶ τὸ εἰς ὃ καὶ τὸ μεταβάλλον ἕν,3 οὐκ ἔσται κατ’ ἀριθμὸν μία κίνησις ἡ διακεκομμένη, ἀλλ’ εἴπερ ἄρα, μία τῷ εἴδει.
“既然凡运动之物必然由某物推动”直至“但这是不可能的”。 他把“凡运动之物皆由某物推动”取作已被证明者,在此前提已确立的情况下,他证明了:存在着某种第一推动者,而非一物推动另一物以至无穷,而是存在着某种推动却不被他物推动之物。他在空间位移运动的例证上证明了这一点。因为正如我们在下一卷中所要学到的,由于这一运动若不存在则没有任何其他运动存在,因而是诸运动中的第一种,所以若在此运动上表明了第一推动者的存在,则亦将被普遍地证明。而这一证明是通过归谬法进行的。因为在假设一物被另一物推动以至无穷之后,他指明随着这一假设而来的乃是在有限时间内生成无限的运动,而这在本书的前一卷中已被证明是不可能的。而“被他物推动着”这一说法是恰当的,免得他若仅说“被他物”,便显得在乞求“存在某种第一推动者”这一原本的前提;他正是通过指明一物先于另一物被推动着进行推动并非以至无穷,来证明这一点的。因此,在此种“被他物推动之物总是被推动”的前提上,他做出证明,排除了其无穷性,并指明存在某种自身不被他物推动的第一推动者。因此,在假设被他物推动之物总是被自身亦被他物推动之物所推动、且这以至无穷之后,他指出了随这一假设而来的不可能的结论。因为既然推动者被假定为自身被某物推动着来进行推动,显然,若它确乎是由于被他物推动而推动,它自身被推动它的事物推动、与推动被它自身推动的事物,乃是同时的;因此,在同一时间内且就同一事物而言,推动者的运动与被推动者的运动同时完成(因为当推动者运动时,它正是在此时推动);从而所有推动者与被推动者的运动将是同时的。因为若A被B推动,B被Γ推动,而Γ被Δ推动,且总是相继者被相继者推动,显然A的运动、B的运动、Γ的运动以及各个推动者和被推动者的运动都将是同时的,既然各个推动者与被推动者在数量上是一,而属于数量上一者的乃是数量上单一的运动;因为即使由所有这些生成的[运动]成为单一且连续的,但这一单一运动亦是由其数量与推动者和被推动者一样多的那些部分组成的;因为即使所有事物同时运动,它们中的每一个在数量上被限定后亦进行着各自特有的运动。因为属于数量上一者的,乃是数量上单一的、且被那一事物所限定的运动。因为他说,“一切运动皆从某物到某物”。因为这正是运动的所是,亦是一般而言变化的所是:即从某物到某物,并且被‘所从出者’和‘所趋向者’所限定。在说了各个推动者与被推动者的运动在数量上为单一的之后,他指明,这是“在数量上同一的时间内、从数量上同一者到同一者所生成的[运动]”。而借由“从同一者”,他意指‘所从出者’;借由“到同一者”,他意指‘所趋向者’,无论‘所从出者’与‘所趋向者’是同一的还是相异的。而且,如果从某物到某物的运动的时间不是单一且连续的、而是间歇的,那么运动便不是单一的;因为若从这一个白变化到这一个黑,不是在数量上单一且连续的时间内,而是在不同的时间里,即使‘所从出者’与‘所趋向者’在最大程度上在数量上为一,且变化之物亦为一,中断的[运动]在数量上亦不会是单一的运动,而充其量在形式上为一。
- 7.3ἐπὶ τούτου οὖν τοῦ 〈τὸ〉 ὑπ’ ἄλλου κινούμενον ἀεὶ κινεῖσθαι ποιεῖται τὴν δεῖξιν
由属格定冠词 τοῦ 引导的动名词性不定式短语 τοῦ 〈τὸ〉 ὑπ’ ἄλλου κινούμενον ἀεὶ κινεῖσθαι 与属格指示代词 τούτου 同作介词 ἐπί 的宾语,充当同位语或内容说明,指代正在考察的假设前提,即“被他物推动之物总是被推动”。
- 7.3τοῦτο γάρ ἐστι τὸ κινήσει εἶναι καὶ ὅλως μεταβολῇ τὸ εἶναι ἔκ τινος εἴς τι
与格 κινήσει 与 μεταβολῇ 属于表达本质或定义的结构(τὸ 与格 εἶναι,“对……而言的存在/所是”),其主语/表语由后接的带冠词不定式 τὸ εἶναι ἔκ τινος εἴς τι 充当:“因为这正是运动的本质(对于运动而言的所是),普遍而言也是变化的本质:即从某物到某物”。
- 7.3εἰ καὶ ὅτι μάλιστα ἓν κατ’ ἀριθμὸν εἴη τό τε ἐξ οὗ καὶ τὸ εἰς ὃ καὶ τὸ μεταβάλλον ἕν
在由 εἰ καὶ ὅτι μάλιστα(“即使在最大程度上……”)引导的让步从句中,复合主语由三项构成:τό τε ἐξ οὗ(“所从出者”)、τὸ εἰς ὅ(“所趋向者”)以及 τὸ μεταβάλλον(“变化之物”),共同搭配表语 ἓν κατ’ ἀριθμὸν(“数量上为一”)。
