← 辛普里丘

亚里士多德《物理学》注释

§1040.16-1042.9

通过第二格三段论为亚里士多德辩护

辛普里丘针对前节对亚里士多德证明提出的反驳(关于不可能假设和乞题的指责,以及他自身的疑难)提出了自己的解释,通过将三段论重构为第二格,并从可分之物现实地被分割的角度为亚里士多德的论证辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2#2

μήποτε οὖν ὁ Ἀριστοτέλης προθέμενος δεῖξαι, ὅτι τὸ καθ’ αὑτὸ καὶ πρώτως κινούμενον τὸ σῶμα ὂν οὐκ ἐξ ἑαυτοῦ τὴν τοῦ εἶναι ἀρχὴν ἔχει, ἀλλ’ ὑπό τινος κινεῖται, δείκνυσι τοῦτο προλαβών, ὅτι τὸ ἠρεμοῦν τῷ ἄλλο τι πεπαῦσθαι κινούμενον ὑπό τινος κινεῖται καὶ οὐκ ἐξ ἑαυτοῦ τὴν κίνησιν ἔχει οὐδὲ ἑαυτὸ κινεῖ. τοῦτο δὲ ἔδειξε διὰ τοῦ ἀντικειμένου αὐτῷ ἐναργεστέρου ὄντος σὺν ἀντιθέσει τὴν ἀντιστροφὴν ποιησάμενος.1 εἰ γὰρ τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύεσθαι κινούμενον τῷ ἄλλο τι ἠρεμεῖν, ὃ ἀνάγκη παύεσθαι κινούμενον τῷ ἄλλο τι ἠρεμεῖν ὑπό τινος κινεῖται. τὸ δὲ ἄλλο τὸ μέρος ἔλαβεν, οὗ παυομένου παύεσθαι τὸ ὅλον καθ’ αὑτὸ καὶ πρώτως κινούμενον. διὸ καὶ ἐν τῷ τέλει τοῦ λόγου ἐπήγαγε τοῦ δὲ μέρους μὴ κινουμένου ἀνάγκη καὶ τὸ ὅλον ἠρεμεῖν. οὐχ ὡς κινοῦν οὖν ἔλαβεν ἐκεῖνο, οὗ παυομένου παύεται τὸ ὅλον κινούμενον, ἀλλ’ ὡς καὶ αὐτὸ ἐν τῷ ὅλῳ κινούμενον καὶ τῇ ἑαυτοῦ κινήσει συμπληροῦν τὴν τοῦ ὅλου κίνησιν. καίτοι εἰ ἐξ ἑαυτοῦ τὸ ὅλον ἐκινεῖτο καὶ μὴ ὑπό τινος ἄλλου, ἀλλ’ αὐτὸ ἦν καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, ἀνάγκη ἦν ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττειν καὶ ἀμερὲς εἶναι καὶ ἀδιαίρετον, προσθήσω δὲ ὅτι καὶ ἀεὶ κινεῖσθαι· ὡς γὰρ μὴ ἀπολεῖπον ἑαυτὸ οὔποτε λήγει κινούμενον. εἰ δὲ διαιρετόν ἐστιν, ἐπειδὴ μὴ ἐφαρμόττει ὅλον ὅλῳ ἑαυτῷ οὐ πάρεστιν ἀλλήλοις πανταχοῦ τὸ κινοῦν καὶ τὸ κινούμενον, μᾶλλον δὲ οὐδαμοῦ πάρεστιν ἐν ταὐτῷ. διὸ καὶ μέρος τι μὴ κινούμενον δυνατὸν ἐπὶ τούτου λαβεῖν καὶ διὰ τὸ μέρος καὶ τὸ ὅλον ἠρεμεῖν. εἰκότως οὖν καὶ αὐτὸς τὸ διαιρετὸν εἶναι τὸ κινούμενον αἴτιον εἶπεν εἶναι τοῦ τὸ ὅλον ἠρεμεῖν τοῦ μέρους μὴ κινουμένου, ὡς εἶναι τὴν τοῦ λόγου συναγωγὴν κατὰ μὲν τὸν Ἀλέξανδρον ἐν πρώτῳ σχήματι τοιαύτην· ‘πᾶν τὸ καθ’ αὑτὸ κινούμενον καὶ πρώτως ἐξ ἀνάγκης οὐ κινεῖται παυσαμένου τινὸς τῆς κινήσεως· ὃ ἐξ ἀνάγκης οὐ κινεῖται παυσαμένου τινὸς τῆς κινήσεως, τοῦτο ὑπό τινος κινεῖται.’ τάχα δὲ ἐν δευτέρῳ σχήματι συνάγειν ἄμεινον οὕτως· ‘τὸ καθ’ αὑτὸ καὶ πρώτως κινούμενον διαιρετὸν ὂν μέρους ἠρεμοῦντος τὸ ὅλον ἠρεμεῖ· τὸ ἐξ ἑαυτοῦ κινούμενον οὐκ ἠρεμεῖ μέρους ἠρεμοῦντος ὅλον (οὐ γὰρ ἔχει μέρος τὸ τοιοῦτον)· τὸ ἄρα καθ’ αὑτὸ καὶ πρώτως κινούμενον διαιρετὸν ὂν οὐκ ἐξ ἑαυτοῦ κινεῖται.’ ὅπερ εἰς τὸ ὑπό τινος κινεῖσθαι μεταλαμβανόμενον καταφατικὸν ἐποίησε τὸν Ἀλέξανδρον συναγαγεῖν ἐν πρώτῳ σχήματι τὸ συμπέρασμα.2 ὅτι δὲ οὕτως ὡς εἶπον συνῆκται, τεκμαίρομαι ἐκ τοῦ τὴν ἐλάττονα πρότασιν ὅλην αὐτὸν τεθεικέναι πρὸς τῷ πέρατι τοῦ λόγου λέγοντα ἀεὶ μὲν γὰρ ἔσται τὸ κινούμενον διαιρετόν, τοῦ δὲ μέρους μὴ κινουμένου ἀνάγκη καὶ τὸ ὅλον ἠρεμεῖν, ὃ ταὐτόν ἐστιν ὡς οἶμαι τῷ ‘τὸ κινούμενον διαιρετὸν ὂν τοῦ μέρους ἠρεμοῦντος τὸ ὅλον ἠρεμεῖ.’ εἰ δὲ ἔτυχον ὁπωσοῦν ἐγὼ τοῦ σκοποῦ τῶν εἰρημένων, οὐκ ἀδύνατον οἶμαι τοῦ καθ’ αὑτὸ καὶ πρώτως κινουμένου μέρος ὑποθέσθαι μὴ κινούμενον· καθ’ αὑτὸ μὲν γὰρ καὶ πρώτως κινούμενον ὑπετέθη τὸ διαιρετὸν μὲν ὄν, οὔπω δὲ διῃρημένον· τὸ δὲ διαιρετὸν ὑποθέσθαι διῃρημένον οὐκ ἔστι τῶν ἀδυνάτων.3 καὶ διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης διαιρετὸν ὑποθέμενος τὸ καθ’ αὑτὸ κινούμενον διεῖλεν αὐτό, καὶ τῇ διαιρέσει τῇ κατ’ ἐνέργειαν ἠκολούθησεν τὸ μὴ καθ’ αὑτὸ κινεῖσθαι. καὶ πρὸς τὴν ἐμὴν δὲ ἀπορίαν λέγω, ὅτι τὸ ΑΒ τὸ κινούμενόν ἐστι σῶμα, ὅπερ ὅτι οὐκ ἐξ ἑαυτοῦ κινεῖται, ἔδειξεν ἐκ τοῦ μερισθῆναι καὶ μέρους ἐν αὐτῷ ἠρεμεῖν ὑποτεθέντος τὸ ὅλον ἠρεμεῖν· ὅπερ τῷ ἐξ ἑαυτοῦ κινουμένῳ οὐχ ὑπάρχει διὰ τὸ μηδὲ ἔχειν μέρος. οὕτω δὲ ληφθεὶς ὁ λόγος οὐδὲ τὸ ἐν ἀρχῇ αἰτεῖν ἂν λέγοιτο. ἐλήφθη μὲν γὰρ τὸ ΑΒ, ἕως ἂν διαιρετὸν ᾖ καὶ μὴ διῃρημένον, καθ’ αὑτὸ καὶ πρώτως κινούμενον· διαιρεθέντος δὲ τοῦ διαιρετοῦ τῇ τοῦ μέρους ἠρεμίᾳ ἐδείχθη τὸ ὅλον ἠρεμοῦν, ὡς μηδὲ καθ’ αὑτὸ καὶ πρώτως ἔτι κινούμενον εἶναι αὐτὸ μετὰ τὸ ἐνεργείᾳ διαιρεθῆναι. εἴτε γὰρ κινεῖται τὰ ἐνεργείᾳ γενόμενα μέρη, οὐκέτι πρώτως τὸ ὅλον κινεῖται, εἴτε ἠρεμεῖ τι τῶν μερῶν, οὐκέτι καθ’ αὑτὸ κινεῖται τὸ ὅλον, ἀλλ’ εἴπερ ἄρα, τῷ μέρος τι αὐτοῦ κινεῖσθαι. ἰστέον μέντοι ὅτι ἐν τῷ ἐφεξῆς βιβλίῳ προτίθεται πάλιν δεῖξαι τοῦτο τὸ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, καὶ δείκνυσιν αὐτὸ ἀκριβέστερόν τε καὶ ἐναργέστερον.

因此,亚里士多德大概是意图指明:作为物体的依自身且首先运动之物,并非由自身具有其[运动]存在的始基,而是由某物推动的;他通过预先假定“因另一物停止运动而静止之物由某物推动,且非由自身具有运动亦非自身运动自身”,从而证明了这一点。他是通过与其对立的更为明晰者,借助带有反向否定的换位证明了这一点的。因为若非由某物推动之物并不必然因另一物静止而停止运动,那么因另一物静止而必然停止运动之物便由某物推动。而他将部分取作那“另一物”,在该部分停止时,依自身且首先运动的全体便停止。因此,他在论证末尾亦补充道:“而在部分不运动时,必然全体亦静止。”因此,他并未将在其停止时全体停止运动的那一东西取作推动者,而是取作其自身亦在全体中运动、并以自身的运动充实全体之运动者。然而,若全体是由自身运动而非由某种他物,并且自身既是推动者又是被推动者,那么它必然是全体与自身的全体相重合,且无部分亦不可分,而我还要加上一句,它亦必然永远运动;因为作为不离弃自身者,它绝不会终止运动。但若它是可分的,既然它并非全体与自身的全体相重合,推动者与被推动者便并非随处互相俱在,更确切地说,在同一物中它们绝不在任何地方[俱在]。因此,在此物上亦可能设定某一部分不运动,并因该部分而全体亦静止。因此,他本人亦合乎情理地说,运动之物的可分性是部分不运动时全体静止的原因;从而依亚历山大的看法,该论证在第一格中的推演乃是如此这般的:“凡依自身且首先运动之物,在某物停止运动时必然不运动;在某物停止运动时必然不运动之物,由某物推动。”但或许在第二格中如此推演更为优良:“依自身且首先运动之物因可分而在部分静止时全体静止;由自身运动之物在部分静止时不会全体静止(因为此类事物并无部分);因此依自身且首先运动之物因可分而非由自身运动。”这一结论被置换为“由某物推动”,致使亚历山大在第一格中推导出了肯定的结论。而这一论证如我所说的那样被推演出来,我是从他本人将整个小前提置于论证末尾、并说“因为运动之物将永远是可分的,而在部分不运动时必然全体亦静止”这一事实推知出来的;这在我看来与“运动之物因可分而在部分静止时全体静止”是一回事。而若我无论如何抓住了所言之事的意旨,那么我认为,假设依自身且首先运动之物的某一部分不运动并非不可能;因为被假设为依自身且首先运动之物的,乃是虽可分却尚未被分割之物;而假设可分之物被分割,并不属于不可能之事。正因如此,亚里士多德亦在假设依自身运动之物可分之后将其分割,而紧随着现实的分割而来的,便是非依自身运动。而且针对我自己的疑难,我亦要说:运动着的AB乃是物体,而他正是从它被划分、且在假设其内部一部分静止时全体亦静止这一点,指明了它并非由自身运动;而这并不属于由自身运动之物,因为〔由自身运动之物〕甚至不具有部分。如果论证被如此理解,它甚至不会被指责为犯了乞题之谬。因为AB是在其作为可分且尚未被分割的限度内,被取作依自身且首先运动之物的;而当可分之物被分割之后,通过部分的静止而全体被指明为静止,从而在现实地被分割之后,它本身便不再是依自身且首先运动之物。因为若是现实生成的各部分运动,全体便不再首先运动;抑或若某一部分静止,全体便不再依自身运动,而即使运动,亦充其量只是由于其某一部分运动而已。然而应当知晓的是,在下一卷中,他再次打算指明“凡运动之物皆由某物推动”这一论点,并且更加严密、更加明晰地证明了它。

语法注3 条
  1. 7.2σὺν ἀντιθέσει τὴν ἀντιστροφὴν ποιησάμενος

    逻辑学术语,指“带有矛盾对立的换位”(即换质位法或后承对偶)。指从“非由某物推动之物,并不必然因另一物静止而停止运动”这一对偶命题导出原命题“因另一物静止而必然停止运动之物由某物推动”。

  2. 7.2ὅπερ εἰς τὸ ὑπό τινος κινεῖσθαι μεταλαμβανόμενον καταφατικὸν ἐποίησε τὸν Ἀλέξανδρον συναγαγεῖν ἐν πρώτῳ σχήματι τὸ συμπέρασμα.

    关系代名词 ὅπερ 指代前文所述的否定性结论(“依自身且首先运动之物非由自身运动”),并作使役动词 ἐποίησε 的主语,受被动态分词 μεταλαμβανόμενον(“被置换为……”)修饰。不定式 συναγαγεῖν 的逻辑主语为宾格 τὸν Ἀλέξανδρον,整句表达:正是将该否定结论置换为肯定的“由某物推动”,致使亚历山大在第一格中推导出了肯定性的结论。

  3. 7.2καθ’ αὑτὸ μὲν γὰρ καὶ πρώτως κινούμενον ὑπετέθη τὸ διαιρετὸν μὲν ὄν, οὔπω δὲ διῃρημένον· τὸ δὲ διαιρετὸν ὑποθέσθαι διῃρημένον οὐκ ἔστι τῶν ἀδυνάτων.

    反驳盖伦等人关于“不可能的假设”指责的核心句。前半句中,主语 τὸ διαιρετὸν μὲν ὄν, οὔπω δὲ διῃρημένον(“可分但尚未被分割之物”)由被动动词 ὑπετέθη 谓述,并带表语 καθ’ αὑτὸ καὶ πρώτως κινούμενον;后半句以冠词加不定式短语 τὸ δὲ διαιρετὸν ὑποθέσθαι διῃρημένον(“假设可分之物已被分割”)为主语,由属格 τῶν ἀδυνάτων 谓述(“不属于不可能之事”)。文句结构清晰区分了可分(潜能)与已分割(现实)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1040.16-1042.9