← 辛普里丘

亚里士多德《物理学》注释

§1043.27-1045.9

运动的统一性与有限时间内无限运动的谬误

在解释了运动的统一性划分(在数量、属或种上为一)之后,辛普利丘指出假设数目无限的推动者与被推动者序列会导致在有限时间K内发生无限运动ΕΖΗΘ的谬误,从而证明了第一推动者的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3#2

Εἰπὼν δὲ περὶ τῆς κατ’ ἀριθμὸν μιᾶς κινήσεως ἐπάγει, ὅτι καὶ ἡ κίνησις ὥσπερ καὶ τὰ ἄλλα τριχῶς τὸ ἓν εἶναι ἔχει·1 ἢ γὰρ ἀριθμῷ, ὡς εἴρηται, ἢ γένει ἢ εἴδει. καὶ τίς μὲν ἡ κατ’ ἀριθμὸν μία εἴρηται, γένει δὲ μία κίνησίς ἐστιν ἡ τῆς αὐτῆς κατηγορίας οἷον οὐσίας ὡς ἡ γένεσις καὶ ἡ φθορά, ἢ ποιότητος ὡς ἀλλοίωσις, ἢ ποσότητος ὡς αὔξησις καὶ μείωσις, ἢ τῆς ποῦ ὡς ἡ κατὰ τόπον. κατηγορίας γὰρ ταῦτα τὰ γένη λέγειν ἔθος αὐτῷ. εἴδει δὲ αἱ αὐταὶ κινήσεις εἰσὶν αἱ ἐκ τῶν αὐτῶν τῷ εἴδει εἰς τὰ αὐτὰ πάλιν ἀλλήλοις τῷ εἴδει γινόμεναι, οἷον ἐκ λευκῶν εἰς μέλανα γινόμεναι· τοῦ γὰρ αὐτοῦ εἴδους ἐστὶ τὰ λευκὰ καὶ τοῦ αὐτοῦ τὰ μέλανα. εἴτε οὖν ἅμα γίνοιντο πλείονες κινήσεις ἐκ λευκῶν εἰς μέλανα εἴτε ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ, αἱ αὐταὶ τῷ εἴδει εἰσίν. εἰπὼν δὲ ἢ ἐξ ἀγαθοῦ εἰς κακόν ἐπήγαγεν ἐὰν ᾖ ἀδιάφορον τῷ εἴδει, τὸ ἀγαθὸν δηλονότι καὶ τὸ κακὸν ὡς σωφροσύνη καὶ ἀκολασία. εἰ μέντοι κατ’ εἶδος διαφέρει τὰ ἀγαθά, τά τε ἐξ ὧν καὶ πάλιν τὰ εἰς ἃ ἡ μεταβολὴ2 ὡς σωφροσύνη ἀνδρίας καὶ ἀκολασία δειλίας, οὐκέτι ὁμοειδεῖς αἱ ἐν τοῖς τοιούτοις μεταβολαί, ἀλλ’ εἴπερ ἄρα, ὁμογενεῖς κατὰ τὸ ἀγαθὸν καὶ κακόν. περὶ δὲ τῆς μιᾶς κατ’ ἀριθμὸν κινήσεως προειρηκὼς ἔτυχον. καὶ χρὴ τοσοῦτον μόνον προσθεῖναι, ὅτι καὶ τὸ κινούμενον ἓν εἶναι χρὴ κατ’ ἀριθμόν, εἰ μέλλοι μία κατ’ ἀριθμὸν ἡ κίνησις εἶναι. εἴρηται δὲ περὶ τῆς μιᾶς κινήσεως καὶ ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας, εἰς ἃ ἡμᾶς ἀναπέμπων εἶπεν ἐν τοῖς πρότερον εἰρῆσθαι. Μετὰ δὲ τὸ συστῆσαι, ὅτι μίαν κατ’ ἀριθμὸν κίνησιν ἕκαστον κινεῖται τῶν κινούντων τε καὶ κινουμένων, λαμβάνει τὸν χρόνον, ἐν ᾧ τὸ ἓν τῶν κινουμένων κινεῖται, οἷον τὸ Α πεπερασμένον ὄντα, ἐπειδὴ καὶ ἡ κίνησις ἡ ἑκάστου πεπερασμένη ὑπόκειται ἔκ τινος εἴς τι οὖσα. ἡ δὲ πεπερασμένη κίνησις ἐν πεπερασμένῳ δέδεικται χρόνῳ. καὶ τίθησι τὸν τῆς κινήσεως τοῦ Α χρόνον πεπερασμένον τὸν Κ. ἐπειδὴ δὲ ἄπειρά ἐστι τὰ κινοῦντα καὶ κινούμενα, κἄν ἡ ἑκάστου κίνησις πεπερασμένη ᾖ, ἀλλ’ ἡ ἐξ ἁπασῶν ἀπείρων ὄντων3 ἄπειρος ἔσται. τὸ γὰρ συντιθέμενον μέγεθος ἐκ τῆς τῶν ἀπείρων τῷ πλήθει μεγεθῶν συνθέσεως ἀνάγκη ἄπειρον εἶναι, κἂν πεπερασμένον ἕκαστον ᾖ τῶν συντιθέντων. ἄπειρος οὖν ἡ ΕΖΗΘ ὡς τῷ λόγῳ εἰπεῖν κίνησις ἡ ἐκ τῶν ἀπείρων τῷ πλήθει κινήσεων συνεστῶσα. ἐπεὶ οὖν ἐν ᾧ τὸ Α κινεῖται χρόνῳ, τοῦτ’ ἔστιν ἐν τῷ Κ, ἐν τούτῳ καὶ τῶν ἄλλων ἕκαστον τῶν κινουμένων ἀπείρων ὄντων τῷ πλήθει κινεῖται, συμβήσεται καὶ τὴν ὅλην τὴν ΕΖΗΘ κίνησιν ἄπειρον οὖσαν ἐν πεπερασμένῳ γίνεσθαι χρόνῳ τῷ Κ· ἀδύνατον ἄρα τι ἠκολούθησε τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον κινεῖσθαι κίνησιν· ἐδείχθη γὰρ τοῦτο ἀδύνατον ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἠκολούθησε δὲ τῷ ἄπειρα τῷ πλήθει ὑποθέσθαι τὰ κινοῦντα καὶ κινούμενα· ἀδύνατον ἄρα τὸ εἶναι ταῦτα ἄπειρα. ἔστιν ἄρα πρῶτόν τι ὃ κινεῖ μηκέτι ὑπ’ ἄλλου κινούμενον. ἐπειδὴ δὲ τὸ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν, κἄν τε ἴσα ᾖ τὰ μεγέθη κἄν τε ἄνισα, ἄπειρόν ἐστι, μέγεθος δέ τι καὶ ἡ κίνησις, εἰκότως προσέθηκεν, ὅτι εἴτε ἴσαι ἀλλήλαις εἰσὶν αἱ ἄπειροι τῷ πλήθει κινήσεις εἴτε ἄλλαι ἄλλων μείζους, ἀμφοτέρως ἄπειρος ἡ ὅλη.

在谈论了数量上单一的运动之后,他接着指出,运动也像其他事物一样,其作为一乃具有三种方式:因为正如已谈到的,或者在数量上,或者在属上,或者在种上。关于数量上的一者是怎样的,已经谈过了;而属上单一的运动则是同一范畴的运动,例如实体[范畴]的生成与毁灭,或性质[范畴]的变异,或数量[范畴]的增减,或“何处”[范畴]的空间位移。因为将这些属称为范畴是他的一贯用法。另一方面,在种上同一的诸运动,则是指那些从种上相同的事物生成到种上再次彼此相同的事物之运动,例如从白色生成到黑色;因为白色属于同一种,黑色亦属于同一种。因此,不论从白色到黑色的多个运动是同时发生,还是在不同时间内发生,它们在种上都是同一的。而在说了“或者从善到恶”之后,他补充道“如果它在种上无差别”,显然这是指善与恶如同节制与放纵那样[在种上无差别]。然而,如果诸善——即变化所由出发的事物,以及变化再次所趋向的事物——在种上有所差异,如同节制之于勇敢、放纵之于怯懦,那么在此类事物中的变化便不再是同种的,而充其量是依照善与恶而同属的。关于数量上单一的运动,我之前恰好已经谈到。只需补充这一点:如果运动要是数量上单一的,被推动之物也必须在数量上为一。关于单一的运动,在本论著的第五卷中亦已谈过,他让我们参考那些内容,并说这已“在先前的论述中”谈及。在确立了推动者与被推动者中的每一个都在进行着数量上单一的运动之后,他设定了被推动者中的一个(例如A)在其内运动的时间是有限的,既然每一个的运动由于是从某物到某物,亦被假定为是有限的。而有限的运动已被证明是在有限的时间内的。于是他将A运动的有限时间设为K。然而,既然推动者与被推动者是无限的,即使每一个的运动是有限的,但由它们全部构成的[运动](由于它们是无限的)亦将是无限的。因为由数目上无限的大小的复合所复合而成的大小必然是无限的,哪怕每一个组成部分是有限的。因此,可以说为了论证的缘故,由数目上无限的诸运动所组成的ΕΖΗΘ运动是无限的。因此,既然在A运动的时间内,即在K内,数目上无限的被推动者中的其他每一个亦都在运动,那么作为无限的整个ΕΖΗΘ运动在有限的时间K内发生亦将随之而来;于是,在有限的时间内运动一段无限的运动这一不可能的结论便随之产生了;因为这在本书的前一卷中已被证明是不可能的。而这是随着假设推动者与被推动者在数目上无限而来的;因此,这些事物是无限的乃是不可能的。所以,存在着某种不再被他物推动而推动的第一之物。而且,既然由数目上无限的大小所构成的[整体]无论是大小相等还是不相等都是无限的,并且运动亦是某种大小,所以他顺理成章地补充道,无论数目上无限的诸运动是彼此相等的,还是某些大于另一些,整体在两种情况下都是无限的。

语法注3 条
  1. 7.3τριχῶς τὸ ἓν εἶναι ἔχει

    动词 ἔχει 以带冠词不定式 τὸ ἓν εἶναι(“为一”)作为直接宾语。ἔχει 在此具有“拥有/具有(某种状态)”之意,整句意为“运动如同其他事物一样,以三种方式具有‘为一’”。

  2. 7.3τά τε ἐξ ὧν καὶ πάλιν τὰ εἰς ἃ ἡ μεταβολὴ

    条件从句主语 τὰ ἀγαθά 的同位语说明成分。关系从句 ἐξ ὧν 与 εἰς ἃ 被中性复数冠词名词化(τά τε... καὶ πάλιν τά...),并带有作为主语的 ἡ μεταβολή,具体说明了这些作为变化出发点(所由)与终点(所趋)的诸善。

  3. 7.3ἀπείρων ὄντων

    语法上,分词采用中性属格复数(ἀπείρων ὄντων),未与前文指代运动(κινήσεις)的阴性属格 ἁπασῶν 保持性的一致,而是受前文的中性复数 τὰ κινοῦντα καὶ κινούμενα(推动者与被推动者)同化牵引,充当分词从句或属格独立结构,表示“鉴于它们是无限的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1043.27-1045.9