- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1038.20-1040.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在《物理学》第七卷第一章(241b33)中的论证:凡运动之物皆可分,且由于部分的静止会导致全体静止,因而必由某物推动。随后他探讨了盖伦等人关于该论证使用了不可能假设以及犯了乞题之谬的批评,以及亚历山大的辩护,指出了其中的疑难,并预告将提出自己的见解。
" Εἶτα τὸ μὴ ὑπό τινος κινούμενον ἕως τοῦ ἀνάγκη καὶ τὸ ὅλον ἠρεμεῖν." Δείξας ὅτι οὐκ ἀνάγκη, εἰ μὴ φαίνεται τὸ κινοῦν, ὑπὸ μηδενὸς κινεῖσθαι τὸ κινούμενον καὶ τὴν ἀπὸ τοῦ φαίνεσθαι πρόληψιν διαρθρώσας, δείκνυσι λοιπὸν τὸ προκείμενον, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται. δείκνυσι δὲ αὐτὸ προλαβὼν ὅτι εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι. τὸ μὲν γὰρ μὴ κινούμενον ὑπό τινος, οὐκ ἀνάγκη παύσασθαι κινούμενον ἄλλου τινὸς παυσαμένου. ἀπὸ τύχης μὲν γὰρ ἄν ποτε καὶ τὸ μὴ ὑπό τινος κινούμενον παυσαμένου τῆς κινήσεως ἐκείνου παύσαιτο ἂν κινούμενον καὶ αὐτό, οὐ μὴν ἐξ ἀνάγκης. εἰ οὖν τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι ἄλλου τινὸς παυσαμένου, τὸ ἐξ ἀνάγκης παυσάμενον ἄλλου τινὸς παυσαμένου ἀνάγκη ὑπό τινος κινεῖσθαι. τοῦτο οὖν κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν1 συναγαγὼν καὶ προσλαβὼν τὸ πᾶν τὸ κινούμενον διαιρετὸν εἶναι, ὅπερ ἔδειξε πρὸς τῷ τέλει τοῦ προλαβόντος βιβλίου, ἐκτίθεται τὸ ΑΒ κινούμενον διαιρετὸν ὄν, ὅτι κινούμενον, καὶ διαιρεῖ αὐτὸ κατὰ τὸ Γ καὶ λέγει ὅτι τοῦ ΓΒ μὴ κινουμένου, ὅ ἐστι μέρος τοῦ ΑΓΒ, οὐδὲ τὸ ΑΒ κινηθήσεται ὅλον ἔτι. εἰ γὰρ λέγοι τις τὸ ΑΒ κινεῖσθαι τοῦ ΓΒ μὴ κινουμένου ἀλλὰ τοῦ ΑΓ μόνου, οὐκέτι τὸ ΑΒ ὅλον ἔσται καθ’ αὑτὸ κινούμενον οὐδὲ πρώτως, ἀλλὰ τῷ μόριον αὐτοῦ κινεῖσθαι τὸ ΑΓ. ἀλλ’ οὐχ οὕτως ὑπέκειτο κινεῖσθαι, ἀλλὰ καθ’ αὑτὸ καὶ πρώτως τὸ ΑΒ· μὴ κινουμένου ἄρα τοῦ ΓΒ, οὐδὲ τὸ ΑΒ ὅλον πρώτως κινηθήσεται· εἰ δὲ μὴ κινεῖται ἔτι τὸ ΑΒ τοῦ ΓΒ ἠρεμοῦντος, ὑπό τινος ἔσται κινούμενον· τοῦτο γὰρ ἦν κείμενον ὑπ’ ἄλλου κινούμενον, ὃ τῷ στῆναί τι παύεται κινούμενον. Ταύτην τὴν ἀπόδειξιν αἰτιᾶται μὲν καὶ ὁ φιλολογώτατος Γαληνός, αἰτιῶνται δὲ καὶ ἄλλοι ὡς ἀδυνάτῳ χρωμένην ὑποθέσει τῇ λεγούσῃ τοῦ ΑΒ πρώτως καὶ καθ’ αὑτὸ κινουμένου τὸ ΓΒ μὴ κινεῖσθαι. ὁ δὲ Ἀλέξανδρος καίτοι πολλαχοῦ τὴν ἀπόδειξιν ὑποπτεύων εἵλετο λέγειν, ὅτι οὐκ ἔστι πρὸς ὑπόθεσιν ἀδύνατον τὸ τοῦ καθ’ αὑτὸ καὶ πρώτως κινουμένου μέρος ὑποθέσθαι ἱστάμενον· “μόνα γάρ, φησίν, πρὸς ὑπόθεσίν ἐστιν ἀδύνατα τὰ ἀλλήλων ἀναιρετικά, ὡς τὸ διὰ πέτρας πλεῖν.” μήποτε δὲ καὶ τοῦτο τοιοῦτόν ἐστιν·2 εἰ γὰρ τὸ καθ’ αὑτὸ καὶ πρώτως κινούμενον τοῦτο ἦν τὸ ὅλον αὐτὸ κινούμενον, καὶ οὐχὶ τὸ τῷ μέρος τι αὐτοῦ κινεῖσθαι κινούμενον, πῶς δύναται τῷ καθ’ αὑτὸ καὶ πρώτως κινουμένῳ συνυπάρχειν τὸ μέρος μέν τι αὐτοῦ κινεῖσθαι, μέρος δὲ μὴ κινεῖσθαι; ἀλλ’ ἡ μὲν ἀκολουθία ὑγιής. εἰ γὰρ σταίη τι μόριον τοῦ καθ’ αὑτὸ κινουμένου, καὶ τὸ ὅλον στήσεται, καὶ οὐκέτι ὅλον καθ’ αὑτὸ κινήσεται καὶ πρώτως· τὸ δὲ τοῦ καθ’ αὑτὸ κινουμένου στῆναί τι μόριον, ἕως ἂν καθ’ αὑτὸ καὶ ὅλον κινούμενον ὑποκέηται, τοῦτο ἀδύνατον. ἐμοὶ δὲ καὶ τοῦτο ἄπορον δοκεῖ, πῶς εἴληπται τὸ ΑΓΒ κινούμενον· εἰ μὲν γὰρ ὡς σῶμα μόνον, τί ἂν εἴη ἐν αὐτῷ τὸ κινοῦν; εἰ δὲ ὡς ζῷον, τοῦ μὲν ΓΒ κινουμένου μόνον ὡς σώματος ὄντος, τοῦ δὲ ΑΓ κατὰ τὴν ψυχὴν τοῦ ζῴου τεταγμένου καὶ διὰ τοῦτο κινοῦντός τε ἅμα καὶ κινουμένου, πῶς τὸ ὅλον καθ’ αὑτὸ καὶ πρώτως λέγεται κινεῖσθαι, εἴπερ τὸ ΑΒ, τουτέστιν ἡ ψυχή,3 κατὰ συμβεβηκὸς κινεῖται τῷ ἐν κινουμένῳ εἶναι τῷ σώματι; πῶς δὲ ὅλως τὸ ΑΓ κινοῖτο ἂν τοῦ ΓΒ ἠρεμοῦντος, εἴπερ ἡ ψυχὴ καθ’ ἑαυτὴν μὲν ἀκίνητός ἐστι, κινεῖται δὲ τῷ ἐν κινουμένῳ εἶναι τῷ σώματι; ὥστε οὐδὲ κατὰ μέρος ἂν τὸ ΑΒ λέγοιτο κινεῖσθαι, ὡς τοῦ ΑΓ ἐν αὐτῷ κινουμένου· εἰ γὰρ τὸ ΓΒ ἠρεμεῖ κατὰ τὸ σῶμα τεταγμένον, καὶ τὸ ΑΓ ἠρεμοίη ἂν ἀντὶ τῆς ψυχῆς παρειλημμένον. ἐγκαλοῦσι δὲ τῷ λόγῳ καὶ ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντι, εἴπερ διὰ τοῦ μὴ κινεῖσθαι τὸ μέρος δείκνυσι τὸ ὅλον μὴ καθ’ αὑτὸ κινούμενον· ὁ γὰρ ὑποτιθέμενος μὴ κινεῖσθαι τὸ μέρος δι’ αὐτοῦ τούτου ὑποτίθεται μηδὲ τὸ ὅλον κινεῖσθαι καθ’ αὑτὸ καὶ πρώτως. Ἐπειδὴ δὲ οὐδὲ ἀπόβλητόν τι τῶν Ἀριστοτέλους νοημάτων εἶναί μοι δοκεῖ οὔτε ὁ Ἀλέξανδρος καίτοι πολλαχῇ στραφεὶς διαρθρώσας φαίνεται τὸν λόγον ὡς ἄπταιστον, οὐδὲν ἴσως κωλύει καὶ τὴν ἐμὴν περὶ αὐτοῦ ὑπόνοιαν εἰς ἐξέτασιν προθεῖναι τοῖς ἐντυγχάνουσι.
“其次,非由某物推动之物,直到,必然全体亦静止。” [亚里士多德]指明了:即使推动者不显现,运动之物亦并非必然由无物推动,并且理清了由显现而来的前见之后,便接着证明摆在面前的论题,即凡运动之物皆由某物推动。而他是通过预先假定“若某物因另一物停止运动而静止,则它必然由某物推动”来证明这一点的。因为非由某物推动之物,并不必然在另一物停止时停止运动。因为凭着偶然,非由某物推动之物有时也可能在那个东西停止运动时自身亦停止运动,然而绝非出于必然。因此,若非由某物推动之物并不必然在另一物停止时停止,则因另一物停止而必然停止之物,必然由某物推动。于是,他根据假言[三段论]的第二[格]推导出这一结论,并进一步假定凡运动之物皆可分(正如他在上一卷末尾所证明的那样),设立了作为运动之物的AB,它因运动而可分,并在Γ处将其分割,并说:当作为AΓB之部分的ΓB不运动时,AB全体亦将不再运动。因为若有人说在ΓB不运动而仅AΓ运动时AB在运动,那么AB全体将不再是依自身亦非首先运动,而是由于其部分AΓ运动而[运动]。然而它并非被假定为如此运动,而是假定AB依自身且首先[运动];因此,当ΓB不运动时,AB全体亦不会首先运动;而若在ΓB静止时AB不再运动,它就将是由某物推动之物;因为因某物停住而停止运动之物,曾被设定为由另一物推动。 这一证明不仅受到极为博学的盖伦的指责,亦受到其他人的指责,理由是它采用了一个不可能的假设,即声称在AB首先且依自身运动时,ΓB却不运动。而亚历山大尽管在多处怀疑这一证明,却倾向于说:假设依自身且首先运动之物的一部分停住,作为假设并不是不可能的;他说:“因为只有互相否定的事物作为假设才是不可能的,比如穿越岩石航行。”然而,或许这本身亦属于此类事情;因为若依自身且首先运动之物正是这一自身作为整体运动之物,而非由于其某一部分运动而运动之物,那么在依自身且首先运动之物上,怎能共存其一部分运动而另一部分不运动呢?不过这一推论关系本身是合理的:因为若依自身运动之物的某一部分停住,全体亦将停住,并且全体不再依自身且首先运动;但在它被假定为依自身且作为整体运动期间,依自身运动之物的某一部分停住,这是不可能的。而且在我看来这也是个疑难:即AΓB是作为何物被取作运动之物的。因为若仅仅作为物体,在它之中的推动者会是什么?若作为动物,在ΓB仅作为物体而被推动,而AΓ相当于动物的灵魂因而同时既推动又被推动时,如果AB(即灵魂)是偶性地因处于运动着的身体中而运动,那么全体怎能被称为依自身且首先运动?再者,如果灵魂就自身而言是不动的,而仅因处于运动着的身体中而运动,那么在ΓB静止时AΓ究竟又怎能运动呢?因此,甚至不能说AB因其内部的AΓ运动而依部分运动;因为若相当于身体的ΓB静止,被取作灵魂的AΓ亦将静止。人们还指责这一论证犯了乞题之谬,如果它确实通过部分不运动来证明全体非依自身运动的话;因为假设部分不运动的人,正是通过这本身而假设了全体亦非依自身且首先运动。 然而,既然在我看来亚里士多德的思想中没有任何东西应当被弃绝,而亚历山大虽然多方周旋,似乎亦未能将此论证梳理为无懈可击,那么或许亦没有任何东西阻止我将自己对此的推想提出,以供读者们审验。
- 7.2κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν
指假言三段论的“第二格/式”(否定后件律,modus tollens)。由“若P(非由某物推动)则Q(非必然因他物停止而停止)”以及“非Q(必然因他物停止而停止)”推导出“非P(由某物推动)”。
- 7.2μήποτε δὲ καὶ τοῦτο τοιοῦτόν ἐστιν
μήποτε 在此作副词性用法,表达委婉的怀疑或推测(“或许这本身亦是……”)。针对亚历山大所说的“只有互相否定的事物才是不可能的假设”,辛普里丘借此提出反驳,指出当前这个假设(首先运动之物的一部分静止)或许恰恰也是自相矛盾的。
- 7.2εἴπερ τὸ ΑΒ, τουτέστιν ἡ ψυχή
根据上下文的对应(ΓB相当于身体,AΓ相当于灵魂),此处本应指代AΓ,但文献传抄皆作 τὸ ΑΒ。此处讨论的是灵魂因处于运动的身体中而偶性地运动,译文忠实保留底本字样 ΑΒ。
