← 辛普里丘

亚里士多德《物理学》注释

§102.16-104.7

反驳爱利亚派个别论点与麦里梭的推论

辛普利丘阐明了亚里士多德在总体驳斥爱利亚学派假说之后进而反驳其具体论据的脉络,并引用和梳理了麦里梭关于存在不生不灭、无限、单一且不动的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#1

" Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν ἕως τοῦ εἰ τὸ γενόμενον ἔχει ἀρχὴν ἅπαν, ὅτι καὶ τὸ μὴ γενόμενον οὐκ ἔχει." Τὴν καθολικὴν ἀναίρεσιν τῆς ὑποθέσεως προλαβών, ἵνα μὴ δοκῇ διὰ σαθρότητα τῶν παρισταμένων αὐτῇ λόγων ἐλέγχεσθαι, μέτεισι λοιπὸν ἐπὶ τὸ καὶ τοὺς λόγους διελέγχειν αὐτοὺς οἷς πιστεύοντες ἓν ἀπεφήναντο τὸ ὄν, οὐ τὸ δόγμα διὰ τούτου πιστούμενος, ἀλλὰ τοὺς ἐκ τῶν λόγων ἀπορεῖν ἀναγκαζομένους παραμυθούμενος. εἰ γὰρ καὶ καθόλου τὸ δόγμα ἀνατραπῇ καὶ οἱ κατασκευάζοντες αὐτὸ λόγοι διαλυθεῖεν, ἀναντιρρήτως λοιπὸν ἡ ἀντικειμένη δόξα βεβαιωθήσεται. εἰ γὰρ τῶν ἀντικειμένων τις ἡ ἀνασκευὴ προηγουμένη,1 αὕτη κατασκευὴ κατὰ συμβεβηκὸς τῶν ἀντικειμένων γίνεται· ὥστε ἀναιρεθέντος τοῦ ἓν εἶναι τὸ ὂν τὸ πολλὰ εἶναι κατασκευάζεται. οὕτως γὰρ καὶ ὁ Ζήνωνος λόγος διὰ τοῦ δεικνύναι πολλὰ ἄτοπα ἑπόμενα τοῖς πολλὰ τὰ ὄντα λέγουσι βοηθῶν τῷ Παρμενίδῃ ἓν λέγοντι τὸ ὂν οὐ διέλαθε τὸν Σωκράτην. οὐ χαλεπὸν δὲ λύειν τοὺς λόγους αὐτῶν φησι, διότι δείξει τά τε λήμματα ψευδῆ καὶ τὰ σχήματα τῶν συμπλοκῶν ἀσυλλόγιστα. μᾶλλον δὲ αἰτιᾶται τὸν Μελίσσου λόγον, ὡς εἴρηται καὶ πρότερον, ἢ ὅτι πρὸς τοῖς ἄλλοις καὶ ἄπειρον οὗτος τὸ ὄν φησιν, ἢ ὅτι οὗτος μὲν καὶ τὰ λήμματα δοκεῖ λαμβάνειν ψευδῆ καὶ ἀσυλλογίστως συντιθέναι λέγων εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον οὐκ ἔχει ἀρχὴν δέον τὴν ἀναίρεσιν ἀπὸ τοῦ ἑπομένου ποιούμενον λέγειν2 ‘τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν’· οὕτως γὰρ ὁ δεύτερος τρόπος τῶν ὑποθετικῶν συλλογισμῶν συμπεραίνεται. ὁ δὲ Παρμενίδης τίθησι μὲν τὰς προτάσεις ἐν τάξει, ἐπιφέρει δὲ οὐ τὸ ἑπόμενον ταῖς προτάσεσι συμπέρασμα ἀλλά τι ἄλλο λέγων ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν’ καὶ μὴ ἐπάγων τὸ ‘παρὰ τὸ ὂν οὐδέν’, ὅπερ ἕπεται, ἀλλ’ ‘ἓν ἄρα τὸ ὄν’. ἀλλὰ ταῦτα μὲν ὕστερον τεύξεται βασάνου. Νῦν δὲ τὸν Μελίσσου λόγον ἴδωμεν, πρὸς ὃν πρότερον ὑπαντᾷ. τοῖς γὰρ τῶν φυσικῶν ἀξιώμασι χρησάμενος ὁ Μέλισσος περὶ γενέσεως καὶ φθορᾶς ἄρχεται τοῦ συγγράμματος οὕτως. “Εἰ μὲν μηδὲν ἔστι, περὶ τούτου τί ἂν λέγοιτο ὡς ὄντος τινός; εἰ δέ τι ἐστίν, ἤτοι γινόμενόν ἐστιν ἢ ἀεὶ ὄν. ἀλλ’ εἰ γενόμενον, ἤτοι ἐξ ὄντος ἢ ἐξ οὐκ ὄντος· ἀλλ’ οὔτε ἐκ μὴ ὄντος οἷόν τε γενέσθαι τι (οὔτε ἄλλο μὲν οὐδὲν ὄν, πολλῷ δὲ μᾶλλον τὸ ἁπλῶς ὄν) οὔτε ἐκ τοῦ ὄντος. εἴη γὰρ ἂν οὕτως καὶ οὐ γίνοιτο. οὐκ ἄρα γινόμενόν ἐστι τὸ ὄν. ἀεὶ ὂν ἄρα ἐστίν, οὔτε φθαρήσεται τὸ ὄν. οὔτε γὰρ εἰς τὸ μὴ ὂν οἷόν τε τὸ ὂν μεταβάλλειν (συγχωρεῖται γὰρ καὶ τοῦτο ὑπὸ τῶν φυσικῶν) οὔτε εἰς ὄν. μένοι γὰρ ἂν πάλιν οὕτω γε καὶ οὐ φθείροιτο. οὔτε ἄρα γέγονε τὸ ὂν οὔτε φθαρήσεται· ἀεὶ ἄρα ἦν τε καὶ ἔσται. Ἀλλ’ ἐπειδὴ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ δὲ ὂν οὐ γέγονεν, οὐκ ἂν ἔχοι ἀρχήν. ἔτι δὲ τὸ φθειρόμενον τελευτὴν ἔχει. εἰ δέ τί ἐστιν ἄφθαρτον, τελευτὴν οὐκ ἔχει. τὸ ὂν ἄρα ἄφθαρτον ὂν τελευτὴν οὐκ ἔχει. τὸ δὲ μήτε ἀρχὴν ἔχον μήτε τελευτὴν ἄπειρον τυγχάνει ὄν. ἄπειρον ἄρα τὸ ὄν. Εἰ δὲ ἄπειρον, ἕν. εἰ γὰρ δύο εἴη, οὐκ ἂν δύναιτο ἄπειρα εἶναι, ἀλλ’ ἔχοι ἂν πέρατα πρὸς ἄλληλα. ἄπειρον δὲ τὸ ὄν· οὐκ ἄρα πλείω τὰ ὄντα· ἓν ἄρα τὸ ὄν. Ἀλλὰ μὴν εἰ ἕν, καὶ ἀκίνητον. τὸ γὰρ ἓν ὅμοιον ἀεὶ ἑαυτῷ· τὸ δὲ ὅμοιον οὔτ’ ἂν ἀπόλοιτο οὔτ’ ἂν μεῖζον γίνοιτο οὔτε μετακοσμέοιτο οὔτε ἀλγεῖ οὔτε ἀνιᾶται. εἰ γάρ τι τούτων πάσχοι, οὐκ ἂν ἓν εἴη. τὸ γὰρ ἡντιναοῦν κίνησιν κινούμενον ἔκ τινος καὶ εἰς ἕτερόν τι μεταβάλλει. οὐθὲν δὲ ἦν ἕτερον παρὰ τὸ ὄν, οὐκ ἄρα τοῦτο κινήσεται. καὶ κατ’ ἄλλον δὲ τρόπον οὐδὲν κενόν ἐστι τοῦ ὄντος.3 τὸ γὰρ κενὸν οὐδέν ἐστιν. οὐκ ἂν οὖν εἴη τό γε μηδέν. οὐ κινεῖται οὖν τὸ ὄν. ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ κενοῦ μὴ ὄντος. ἀλλ’ οὐδὲ εἰς ἑαυτὸ συσταλῆναι δυνατόν.

“无论是对于循此方式探讨的人而言,存在者是一显得是不可能的,还是从他们赖以证明的论据来看,要消解这些论据也并不困难”,直到“如果一切生成之物都有起点,那么未生成之物就没有起点”。 在预先给出了对这一假说的全面驳斥后,为了不让它显得是因支持它的论据之脆弱而被驳倒的,[亚里士多德]接着进而彻底检视他们赖以信服并宣称有是一的那些论据本身;他这样做并非为了借此确立学说,而是为了开导那些被迫由这些论据而陷入困惑的人。因为,如果这一学说在总体上被推翻,且建立它的论据也被消解,那么对立的见解此后便将无可争议地得到确立。因为如果对相反者之一的直接驳难成立,这便附带地成了对另一相反者的确立;所以,一旦“有是一”被驳倒,“有是多”便得以确立。事实上,芝诺的论证也是如此,通过表明凡主张存在者为多的人都会面临许多荒谬后果,从而援助了主张有是一的巴门尼德,这一点并未逃过苏格拉底的眼睛。他说消解他们的论据并不困难,因为他将表明其前提是假的,而且其推论的结构是无效的。但是,正如前文已经指出的,他更多地指责麦里梭的论证,或者是因为此人在其他论点之外还主张有是无限的,或者是因为此人似乎既采用了假前提,又进行了无效的推断,说“如果生成之物有起点,那么未生成之物就没有起点”,而他本应从后件出发进行否定,说“没有起点之物未曾生成”;因为假言三段论的第二格正是这样得出结论的。然而巴门尼德虽然将前提依序排列,却推导出了不是从前提必然得出的结论,而是别的结论,他说“在有之外者是非有,非有是虚无”,他并没有得出理应得出的“在有之外者是虚无”,而是得出了“所以有是一”。不过这些问题稍后将接受审验。 现在让我们来看麦里梭的论证,这是他首先着手应对的。因为麦里梭利用自然哲学家关于生成与消灭的公理,如此开篇:“如果确实虚无一物,关于这虚无,人们作为某种存在之物能说些什么呢?但如果某物存在,它要么正在生成,要么永远存在。然而如果它是生成的,它要么来自有,要么来自非有;但是任何东西都不可能来自非有(任何其他的存在者都不行,而绝对的有就更是如此),也不可能来自有。因为依此它就已经存在,而不会是在生成了。因此,有不是正在生成的。所以它是永远存在的,而且有也不会被消灭。因为有既不可能变化为非有(这也是自然哲学家们所赞同的),也不可能变化为有。因为这样它就仍将保持原样而不会被消灭。因此,有既未曾生成,也不会被消灭;所以它过去一直在,将来也一直在。 “但是,由于生成之物有起点,未生成之物没有起点,而有并未生成,所以它不可能有起点。此外,被消灭之物有终点。但如果有某物是不灭的,它就没有终点。因此,有既然是不灭的,就没有终点。既无起点又无终点之物恰是无限的。所以有是无限的。 “如果它是无限的,它就是一。因为若是有两个,它们就不可能是无限的,而是会相互接界。然而有是无限的;因此存在者不是多数;所以有是一。 “再者,如果它是一,它也是不动的。因为一总是与自身相似的;而相似者既不会毁灭,也不会变大,更不会被重组,也不会感到痛苦或忧伤。因为若是遭受这些当中的任何一种,它就不再是一了。因为凡依任何运动而运动者,都是从某物向另一物变化。但在有之外没有任何别的东西,因此它不会运动。而且依另一种方式看,绝无缺乏有的虚空。因为虚空是虚无。虚无之物自然不可能存在。因此有不运动。因为既然没有虚空,它便无处退避。然而它也不可能向自身收缩。”

语法注3 条
  1. 1.16εἰ γὰρ τῶν ἀντικειμένων τις ἡ ἀνασκευὴ προηγουμένη

    省略了系词 ἐστίν 的条件从句(“因为如果对相反者之一的直接驳难成立”)。τῶν ἀντικειμένων 与随后的短语形成对比,表明直接驳倒对立双方中的一方即附带地确立了另一方。

  2. 1.16δέον τὴν ἀναίρεσιν ἀπὸ τοῦ ἑπομένου ποιούμενον λέγειν

    使用了非人称动词 δεῖ 的中性宾格分词 δέον 构成的宾格绝对结构(“本应……”),支配随后的不定式 λέγειν,表明在假言三段论中理应从否定后件出发进行推断的逻辑必然性。

  3. 1.16οὐδὲν κενόν ἐστι τοῦ ὄντος

    τοῦ ὄντος 是由形容词 κενόν 支配的分离或缺失属格(“没有任何脱离/缺乏有者的虚空”),意指并不存在缺乏有者的空虚空间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:102.16-104.7