← 辛普里丘

亚里士多德《物理学》注释

§1037.11-1038.19

论凡运动之物皆由某物推动的导论

辛普利丘阐述了《物理学》第七卷开头的命题“凡运动之物皆由某物推动”,解释了亚里士多德何以略过显而易见的受迫运动,而着重处理看似依自身运动的现象,并在正式论证之前指出,推动者未在外部显现并不意味着运动不受任何事物推动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

" Ἅπαν τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι ἕως τοῦ καὶ πότερον τὸ κινούμενον.1" Τὸ μὲν προκείμενόν ἐστιν ὅτι ‘πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι’, ἀφ’ οὗ πάντα τὰ ἐφεξῆς ἤρτηται φυσικὰ θεωρήματα. ἐπειδὴ δὲ τῶν κινουμένων τὰ μὲν ἔξωθεν κινεῖται τὰ δὲ οὐκ ἔξωθεν (ἔξωθεν μὲν τὰ βίᾳ κινούμενα, οὐκ ἔξωθεν δὲ τά τε κατὰ φύσιν κινούμενα σώματα καὶ τὰ κατὰ ὁρμὴν ψυχικήν), ὅτι μὲν τὰ ἔξωθεν κινούμενα ὑπό τινος κινεῖται, οὐκ ἠξίωσε δεῖξαι προφανοῦς ὄντος τοῦ κινοῦντος ἢ τῷ ὠθεῖν ἢ τῷ ἕλκειν ἢ τῷ ὀχεῖν ἢ τῷ δινεῖν, ἐπὶ δὲ τοῦ δοκοῦντος ἐξ ἑαυτοῦ καὶ μὴ ἔξωθεν κινεῖσθαι δείκνυσι, διορίσας πρότερον τὸ καθ’ αὑτὸ καὶ πρώτως κινούμενον ἀπὸ τῶν κατ’ ἄλλο καὶ ὅλως κατὰ συμβεβηκὸς κινουμένων, οἷα καὶ τὰ κατὰ μόριον κινούμενά ἐστιν, ὡς ἐν ἀρχῇ τοῦ πέμπτου βιβλίου διῄρηται. καὶ γὰρ ὁ τὴν χεῖρα κινῶν * * * αὐτὸς λέγεται,2 ἀλλὰ τῷ τῶν αὑτοῦ τι κινεῖσθαι λέγεται αὐτὸς κινεῖσθαι. τὸ δὴ καθ’ αὑτὸ καὶ πρώτως ἐξ ἑαυτοῦ κινούμενον, ὃ οὔτε κατὰ συμβεβηκὸς οὔτε τῷ τῶν τούτου τι κινεῖσθαι κινεῖται, λαβὼν ἐν τῷ οὕτω κινουμένῳ δείκνυσιν ἄλλο μὲν εἶναι τὸ κινοῦν, ἄλλο δὲ τὸ κινούμενον. πρῶτον δὲ τὴν νόησιν ἡμῶν ἀπευθύνει διδάσκων μὴ διὰ τοῦτο νομίζειν τὸ ἐξ ἑαυτοῦ ὅλον κινούμενον ὑπὸ μηδενὸς κινεῖσθαι, ὅτι μὴ φαίνεται ἔξωθεν τὸ κινοῦν αὐτό. δύναται γὰρ μὴ εἶναι φανερὸν τὸ κινοῦν καὶ ἐφ’ ὧν προδήλως ἄλλο τί ἐστι τὸ κινοῦν καὶ ἄλλο τὸ ὑπὸ τούτου κινούμενον, ὡς ἐπὶ ἐκθετικοῦ παραδείματος3 αὐτὸς δείκνυσιν. εἰ γὰρ εἴη τὸ ΚΜ κινούμενον ὅλον τῷ μέρος μὲν αὐτοῦ τὸ ΚΛ κινεῖν κινούμενον καὶ αὐτό, μέρος δὲ τὸ ὑπολειπόμενον αὐτοῦ τὸ ΛΜ ὑπὸ τοῦ ΚΛ κινεῖσθαι, οὐκ ἄν τις λέγοι δικαίως τὸ ΚΜ μὴ κινεῖσθαι ὑπό τινος διὰ τὸ μὴ φανερὸν εἶναι, πότερον ἐν αὐτῷ τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· καὶ γὰρ ἐπὶ τῶν ζῴων ὅλον μὲν ὁρᾶται κινούμενον τὸ ζῷον, ὁμολογεῖται δὲ ὑπὸ τῆς ψυχῆς τὸ σῶμα κινεῖσθαι. ἥτις τῷ κινεῖσθαι τὸ σῶμα συγκινεῖται αὐτῷ. διὸ κἂν μὴ φαίνηται, ὑπ’ αὐτῆς λέγομεν κινεῖσθαι τὸ σῶμα. οὕτως οὖν καὶ τοῦ ΑΒ ὅλου κινουμένου, κἂν μὴ φαίνηται τὸ κινοῦν, οὐ διὰ τοῦτο χρὴ λέγειν ὑπὸ μηδενὸς κινεῖσθαι αὐτό. εἰ οὖν καὶ τὸ ἔξωθεν κινούμενον προδήλως ὑπό τινος κινεῖται καὶ τὸ ἐξ ἑαυτοῦ, κἂν μὴ φαίνηται τὸ κινοῦν, οὐδὲν κωλύει ὑπό τινος κινεῖσθαι, συνάγεται ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, τοῦ μὴ φαίνεσθαι τὸ κινοῦν οὐδὲν ἡμῖν ἐμποδίζοντος πρὸς τὸν λόγον. δῆλον δὲ ὅτι ἐκ τούτου τοῦ ἐπιχειρήματος οὐ δέδεικται μέν, ὅτι καὶ τὸ ἐξ ἑαυτοῦ δοκοῦν κινεῖσθαι ἐξ ἀνάγκης ὑπό τινος κινεῖται, ἔγνωμεν δὲ ὅτι, κἂν μὴ φαίνηται τὸ κινοῦν, οὐδὲν κωλύει ὑπό τινος κινεῖσθαι τὸ κινούμενον. τὸ δὲ ἐφεξῆς δείκνυσι τὸ προκείμενον οὕτως·

“凡运动之物必由某物推动,直到以及哪一个是运动之物。” 摆在面前的论题是“凡运动之物皆由某物推动”,此后的所有自然学定理都依存于此。然而,既然在运动之物中,有些是从外部被推动的,有些则不是从外部(从外部被推动的是受强力运动之物,而不是从外部的则是依自然运动的物体和依灵魂冲动运动之物),对于从外部被推动之物是由某物推动的,[亚里士多德]认为无需证明,因为推动者是显而易见的,或者通过推、或者通过拉、或者通过载运、或者通过旋转;但在看起来由自身而非从外部运动之物上,他予以了证明,在此之前,他先将依自身且首先运动之物,与依他物且全然偶性地运动之物(依部分运动之物亦属此类,正如在第五卷开头所区分的那样)区分开来。因为运动自己手的人,自身被称为[……],而是由于自身的一部分在运动,才被称为自身在运动。于是,他选取了既不偶性地、亦非由于其某一部分在运动而运动的、依自身且首先由自身运动之物,并在如此运动之物中证明:推动者是一回事,被推动者则是另一回事。但他首先引导我们的思路,教导我们不要单单因为从外部看不到推动它的东西,就认为整体由自身运动之物是由无物推动的。因为即使在推动者与被其推动者显然为两回事的情形中,推动者亦有可能不是显明的,正如他自己在设定的字母示例中所展示的那样。因为如果作为整体的KM在运动,是由于其部分KL自身亦在运动的同时进行推动,而其剩余部分LM则被KL推动,那么绝不会有人正当地说KM不是由某物推动的,仅仅因为在其中哪一个是推动者、哪一个是运动者并不显明;因为在动物身上,人们看到的是整个动物在运动,但人们一致同意身体是由灵魂推动的,而灵魂由于身体的运动而与其一同被带动。因此,即使[灵魂]并不显现,我们仍说是身体被它推动。因此,当AB作为整体在运动时,即使推动者并不显现,亦不可因此便说它是由无物推动的。所以,如果从外部运动之物显然是由某物推动的,而由自身运动之物即使推动者不显现,亦没有任何东西阻止它由某物推动,那么便可以得出结论:凡运动之物皆由某物推动,推动者不显现对我们的论证不构成任何阻碍。然而显而易见的是,从这个论证中并未证明看起来由自身运动之物亦必然由某物推动,但我们认识到了:即使推动者不显现,亦没有任何东西阻止运动之物由某物推动。而接下来的论述则按如下方式证明所提出的论题:

语法注3 条
  1. 7.1ἕως τοῦ καὶ πότερον τὸ κινούμενον

    标引句(lemma)的省略引述形式,即 ἕως τοῦ...(直到……),以此指明注释涵盖亚里士多德文本至“καὶ πότερον τὸ κινούμενον”(以及哪一个是运动之物)为止。此处 του 即中性单数属格冠词 τοῦ 的表记。

  2. 7.1ὁ τὴν χεῖρα κινῶν * * * αὐτὸς λέγεται

    此处文本存在脱文(lacuna)。根据上下文,缺失了类似“自身并不被说成是依自身运动”(例如 οὐ καθ’ αὑτὸν κινεῖσθαι)的否定从属结构,以便与后文的“ἀλλὰ τῷ τῶν αὑτοῦ τι κινεῖσθαι λέγεται αὐτὸς κινεῖσθαι”(而是由于自身的一部分在运动,才被称为自身在运动)构成对比。

  3. 7.1ἐπὶ ἐκθετικοῦ παραδείματος

    此词组指通过具体设定或标出项/字母(ἔκθεσις,即在此处设定KM、KL、LM等线段或部分)来进行图解或示例性说明的论证方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1037.11-1038.19